Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.1.1
Not analysed yet
ΥΠΟΘΕΣΙΣ ΤΗΣ Μ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. Διηγεῖται τὴν ἐξ Ἅιδου γενομένην αὐτῷ ἐπάνοδον πρὸς Κίρκην, καὶ ὡς τὰς Σειρῆνας παρέπλευσε καὶ τὰς Πλαγκτὰς πέτρας, Σκύλλαν τε καὶ Χάρυβδιν, καὶ τὴν τῆς αὐτοῦ νεὼς καὶ τῶν ἑταίρων ἀπώλειαν, ἀνελόντων τινὰς τῶν Ἡλίου βοῶν, καὶ ὡς μόνος ἐπὶ ξύλου πρὸς Καλυψὼ διεσώθη. ΟΔΥΣΣΕΙΑΣ Μ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ. Ὅτι ἐν τῇ μ ταύτῃ ῥαψῳδίᾳ τὴν περιήγησιν ἀπαρτίζει τῆς κατ' αὐτὸν πλάνης ὁ Ὀδυσσεὺς, ἀφηγησάμενος ὅπως τάς τε Σειρῆνας παραπλεύσοι καὶ τὴν Σκύλλαν διαδράσοι καὶ ἀπαθὴς διεκπέσοι τοῦ κατὰ Χάρυβδιν κακοῦ, καὶ οἷα πάθοι διὰ τὰς τοῦ Ἡλίου βόας, ὧν φαγόντες οἱ αὐτοῦ ἑταίροι ὤλοντο νήπιοι. διὸ καὶ ἐπιγραφὴ τοῦ γράμματος τούτου αὕτη· τὰ περὶ Σειρῆνας καὶ Σκύλλαν καὶ Χάρυβδιν καὶ βόας Ἡλίου. (Vers. 3.) Ὅτι λιποῦσα ποταμὸν Ὠκεανὸν ἡ τοῦ Ὀδυσσέως ναῦς, ὡς πρὸ ὀλίγων ἐῤῥέθη, ἀφίκετο εἰς τὴν Αἰαίην νῆσον, ὅθι φησὶν Ἠοῦς ἠριγενείης οἰκία καὶ χοροί εἰσι καὶ ἀντολαὶ Ἠελίοιο. τοῦτο δέ φασι λέγει ὁ ποιητὴς οὐχ' ὡς ἀνατελλούσης τῆς ἡμέρας ἐν τῇ Αἰαίῃ, ἑσπερία γὰρ αὕτη, ἀλλ' ἤ φασιν ἁπλούστερον (Vers. 4.) λέγει ὡς ἐπείπερ ἐξ Ἅιδου ἐγενόμεθα ὅπου ἡμέρα καὶ ἥλιος, διὸ καὶ ὑφ' ἥλιον ἡ τοιαύτη λέγεται, ἢ καὶ ὡς πρὸς σύγκρισιν τῶν Κιμμερίων καὶ ἁπλῶς τῶν ἐν Ἅιδου, ἑσπεριωτάτων ὄντων, πρὸς οὓς συγκριθεῖσα ἡ κατὰ τὴν Κίρκην νῆσος Ἠοῦς οἶκος ἐστίν. ἔτι δὲ τὴν τοιαύτην νῆσον καὶ ὡς πρώτην φῶς φασὶ παρέχουσαν ἀνατολὴν Ἡλίου ἔφη, (Vers. 3.) ἐπείπερ ὑψηλοῦ φασὶν ὄντος τοῦ Κιρκαίου Ἥλιος ἐκ νυκτὸς ἐπιλάμπει τὸ τῆς Κίρκης ξόανον. τινὲς δὲ εἶπον οὕτω φράσαι τὸν ποιητὴν, ὡς τῆς νηὸς τοῦ Ὀδυσσέως πρὸς τοῖς ἀνατολικοῖς μέρεσι τῆς νήσου ὁρμισαμένης ἐν τῷ ἐκ τοῦ Ἅιδου ἐπανελθεῖν. ἄλλοι δὲ οὐ περὶ τῆς νήσου ἀλλὰ τοῦ Ὠκεανοῦ ἁπλῶς τοῦτο ἐνόησαν. ἀναδύνων γὰρ κάτωθεν Ἥλιος εἰ καὶ μὴ ἐντεῦθεν, ὅμως οὖν ἐξ Ὠκεανοῦ, ἡμέραν ποιεῖ. (Vers. 4.) Ἠοῦς δὲ χοροὶ κατὰ τοὺς παλαιοὺς καὶ οἱ ἁπλῶς τόποι καὶ χῶραι. ὡς καὶ εὐρύχορόν φασι λέγει ἀλλαχοῦ γῆν τὴν εὔχωρον καὶ μεγάλην. (Vers. 10.) Ὅτι ἐξ Ἅιδου ἐλθὼν Ὀδυσσεὺς τὰ εἰς Ἐλπήνορα πρῶτον ἀφοσιοῦται. (Vers. 15.) φιτροὺς γάρ φησι ταμόντες, ἐθάπτομεν ἐκεῖνον ὅθι ἀκροτάτη πρόεχεν ἀκτὴ καὶ τύμβον χεύαντες καὶ ἐπὶ στήλην ἐρύσαντες πήξαμεν ἀκροτάτῳ τύμβῳ κατὰ τὴν ἐκείνου ἐν Ἅιδου παραγγελίαν εὐῆρες ἐρετμόν. ὅ περ ἴσως ἦν καὶ ἀντὶ στήλης. (Vers. 11.) Τίνες δὲ οἱ φιτροὶ, καὶ ὅτι τὸ, προέχει ἀκτὴ, ποιεῖ τὴν προὔχουσαν ἀκτὴν, δεδήλωται ἀλλαχοῦ. (Vers. 10.) Κεῖται δ' ἐν τούτοις καὶ τὸ νεκρὸν ἢ τὸ τεθνεῶτα περιττόν. φησὶ γὰρ, νεκρὸν Ἐλπήνορα τεθνειῶτα. ποῖος γὰρ νεκρὸς οὐ τεθνεώς; ἢ τίς τεθνεὼς οὐ νεκρός; πολλαὶ δὲ καὶ ἄλλαι παρὰ τῷ ποιητῇ πολλαχοῦ λέξεις κεῖνται περισσαί. (Vers. 11.) Δῆλον δὲ ὅτι ὥσπερ ὁ φιτρὸς παρὰ τὸ φύειν, οὕτω καὶ ὁ φίτυς ἐπὶ πατρὸς, καὶ φίτυ τὸ γέννημα. (Vers. 16.) Ὅτι ἐν τῷ, ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν, διέπειν τὸ ἐνεργεῖν λέγει, ὅθεν καὶ δίοπος ὁ οἰκονόμος παρ' Αἰσχύλῳ. (Vers. 18.) Ὅτι τὸ, ἦλθε Κίρκη ἐντυναμένη, δύναται μὲν εἶναι καὶ ἀντὶ τοῦ, ἄλλως ἑαυτὴν ἐπαγωγότερον ὁπλίσασα εἴ πως ἀρέσοι τῷ Ὀδυσσεῖ, καθὰ καὶ μετ' ὀλίγα αἱ Σειρῆνες λιγυρὴν ἔντυννον ἀοιδήν. ἔστι δὲ εἰπεῖν καὶ ἀντὶ τοῦ, ἑτοιμάσασα δαῖτα ἐν τῷ λαβεῖν ἔντεα τραπέζης, κατὰ τὸ, ἀπεκόσμεον ἔντεα δαιτός. διὸ καὶ ἐπάγει, ἅ περ ἐρεῖ τις ἐπὶ δαψιλείᾳ τρυφῆς. ἅμα δ' ἀμφίπολοι φέρον σῖτον καὶ κρέα πολλὰ καὶ αἴθοπα οἶνον ἐρυθρόν. οἷς