# Commentarii ad Homeri Odysseam 2.10.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.10.1

(Vers. 61.) παρὰ δὲ τοῖς παλαιοῖς φέρεται καὶ ταῦτα ῥητῶς. αἱ Πλαγκταὶ οὕτω καλούμεναι κατέχουσι τὸν περὶ Σικελίαν πορθμὸν, συντρέχειν μεμυθευμέναι κατὰ αἰτίαν τοιαύτην· στενοῦ τοῦ πορθμοῦ ὄντος καὶ πολλοὺς ἀγκωνισμοὺς ἔχοντος, ὁτὲ μὲν συμπίπτειν δοκεῖ τοῖς πλέουσι τὰ προκείμενα, ὁτὲ δὲ ἀνοίγεσθαι, πλανωμένης τῆς ὄψεως διὰ τὸ τάχος τοῦ πλοῦ. Πλαγκτὰς οὖν λέγειν τὸν ποιητὴν, οἷα πλαζομένας καὶ κυλιομένας, ὡς ἐκ τῆς συγκρούσεως καὶ πῦρ ἀποτελεῖν. εἰ δ' ἴσως ἐκ τοῦ πλήσσειν εἴποι τις παρῆχθαι τὰς Πλαγκτὰς, δύναιντ' ἂν οὕτω Συμπληγάδες λέγεσθαι καὶ αὐταί. (Vers. 62.) Ποτητὰ δὲ γενικῶς τὰ πτηνὰ λέγει, ἃ ὥς περ πτηνὰ ἐκ τοῦ πτῶ πτήσω, οὕτω καὶ ποτητὰ ἐκ τοῦ ποτῶ ποτήσω. Τὸ δὲ, οὐδὲ πέλειαι, κατ' ἐξαίρετον ἤτοι κατ' ἐξοχήν τινα κεῖται, οὐ μόνον διὰ τὸ ἐν τῇ πτήσει ὠκὺ τοῦ ζῴου, ἀλλὰ καὶ, ἵνα δηλοῖ ἀναιδεῖς τὰς πέτρας, εἰ μηδὲ πελειάδων φείδεσθαι οἴδασιν, αἳ Διῒ ἀμβροσίαν φέρουσιν. Ἀθήναιος δὲ γράφει, ὅτι ἐπεὶ Διῒ τὴν ἀμβροσίαν φέρουσι πελειάδες, εἰ καὶ μὴ ὄρνις ἀλλὰ πλειάδες αἱ προσημαίνουσαι τὰς ὥρας τοῖς ἀνθρώποις, διατοῦτο καὶ ἀπὸ τῶν πτηνῶν αὐτὰς χωρίζει Ὅμηρος ἐν τῷ, τῇ μὲν οὐδὲ ποτητὰ παρέρχεται καὶ ἑξῆς. ὡς δὲ τὰς πλειάδας τῶν ἐνδοξοτάτων ἐν τοῖς ἀπλανέσιν ὁ ποιητὴς ὑπείληφε, δηλοῖ ἐν τῇ ἀσπιδοποιΐᾳ, προτάξας αὐτὰς κατὰ τὴν τῶν ἄλλων συναρίθμησιν ἐν τῷ, ἐν δὲ τὰ τείρεα πάντα καὶ ἑξῆς. δῆλον δὲ τὸ τῶν πελειάδων ἤτοι πλειάδων ἀξίωμα, καὶ παρὰ τῇ Βυζαντίᾳ Μοιροῖ ἐν τῷ· Ζεὺς τρήρωσι πελειάσιν ὤπασε τιμὴν, αἳ δή τοι θέρεος καὶ χειμῶνος ἄγγελοί εἰσιν. εἶδος δὲ περιστερᾶς ἡ πέλεια, ἧς μάλιστα ἴδιον τὸ τρεῖν δειλαινομένην, διὸ καὶ τρήρων λέγεται. ἱστορεῖται δὲ ζωϊκῶς, ὅτι περιστερῶν εἴδη πέντε, οἰνὰς, μείζων περιστερᾶς, οἰνωπὸς τὸ χρῶμα, φὰψ, μέση περιστερᾶς καὶ οἰνάδος, φάττα, μέγεθος ἀλέκτορος, χρῶμα δὲ αὐτῇ σποδίον, καὶ τρυγὼν, πάντων ἐλάττων, ᾗ χρῶμα τεφρὸν, καὶ περιστερὰ δὲ ἡ κοινότερον. πολυχρονιώτερον δέ φασι τούτων ἡ φάττα. ζῶσα καὶ τεσσαράκοντα ἔτη. Δωριεῖς δέ, φασι, τὴν πελειάδα ἀντὶ περιστερᾶς τιθέασιν. Ἀττικοὶ δὲ τὴν περιστερὰν περιστερὸν λέγουσιν. Ἄλεξις· Ἀφροδίτης εἰμὶ περιστερός. τίκτουσι δέ, φασι, πᾶσαν ὥραν ἔτους. διὸ καὶ δεκάκις τοῦ ἐνιαυτοῦ τιθέασιν, ἐν Αἰγύπτῳ δὲ δωδεκάκις. τεκοῦσα γὰρ τῇ ἐχομένῃ ἡμέρᾳ συλλαμβάνει. Ἰστέον δὲ καὶ, ὡς εἴ περ μόνον πελειάδων ἐπίθετον εἶναι δοκεῖ τὸ τρήρωνες, ἐπεὶ δι' ἀσθένειαν εὐλαβὴς ἡ ὄρνις αὕτη, τρεῖν δέ ἐστι τὸ εὐλαβεῖσθαι, ὥς φησιν Ἀθήναιος, ὅμως πιθανόν ἐστι τὸ ἐπίθετον καὶ ἐπὶ πλειάδων λεγόμενον, αἳ τὸν προειρημένον Ὠρίωνα μυθεύονται φεύγειν διώκοντα τὴν αὐτῶν μητέρα Πληϊόνην, ᾗ κατά τινας αἱ Πληϊάδες παρονομάζονται. (Vers. 64.) Τὸ δὲ τὰς πέτρας καὶ τῶν πελειάδων ἀεὶ ἀφαιρεῖσθαι ὅτε ἀμβροσίαν Διῒ φέρουσιν, ὁ μὲν Ἀθήναιος λέγει ὑπὸ τῆς ὀξύτητος τῶν Πλαγκτῶν πετρῶν καὶ τῆς λειότητος ἀφαιρεῖσθαι μίαν τῶν πλειάδων, ἄλλην δὲ πρὸς τοῦ Διὸς ἐνίεσθαι χάριν τοῦ σώζειν τὸν ἀριθμὸν αὐτῶν. (Vers. 65.) ποιητικῶς αἰνιττομένου Ὁμήρου, ὡς τῶν πλειάδων ἓξ ὁρωμένων, ὅμως ὁ ἀριθμὸς αὐτῶν οὐκ ἀπόλλυται. λέγονται δὲ καὶ τῷ ἀριθμῷ καὶ τοῖς ὀνόμασιν ἑπτά· ὁ δὲ μῦθος οὕτω καθιστᾷ, ὡς οὐδὲ αὐταὶ ἀσινεῖς τὰς πέτρας διέρχονται, ἀλλὰ κολούονται ἢ οὐραίου τυχὸν ἤ τινος ἑτέρου τῶν μερῶν. ὁ δὲ ποιητὴς μέσως ἔφρασεν, ὡς νοεῖσθαι μὲν καὶ τοῦτο, δοκεῖν δὲ ἄλλως, καὶ ὅλην πέλειαν μίαν ἐκ πολλῶν βλάπτεσθαι. διὸ καὶ ἐπήγαγε τὸ, ἀλλ' ἄλλην ἐνίησι πατὴρ ἐναρίθμιον εἶναι ὡς τοῦ ἀριθμοῦ ἐπιλιπόντος. οἱ δὲ παλαιοὶ οὕτω τὰ τοῦ λόγου θεραπεύουσι. Χείρων ὁ Ἀμφιπολίτης Ἀλεξάνδρου τοῦ Μακεδόνος ἐρωτήσαντός φασι, τί βούλεται παρὰ τῷ ποιητῇ τὸ τὰς περιστερὰς εἰπεῖν κομίζειν ἀμβροσίαν τῷ Διῒ, καὶ τὸ ἀφαιρεῖσθαί τι αὐτὰς καὶ τῶν πελειῶν, περὶ τῶν πλειάδων εἶναι τὸν λόγον ἔφη, ἃς εἶναι μὲν ἑπτὰ, φαίνεσθαι δὲ ἓξ τοῖς ἐκεῖ, τῆς μιᾶς διὰ τὸ καὶ ἄλλως ἀμυδρὸν τοῦ ἀστρίου ἀφανιζομένης ὑπὸ τῶν πετρῶν. ὡς δὲ ἡμεῖς φησὶ πελειάδων ἤτοι πλειάδων ἐπιτελλουσῶν ἀρχόμεθα θερίζειν, οὕτω καὶ θεοὶ τὴν ἀμβροσίαν κομίζεσθαι. ὅτι δὲ πολλοὶ τὰς πλειάδας πελειάδας ὠνόμασαν, ἱκανῶς δείκνυσιν ὁ Ἀθήναιος, δήλην τιθεὶς τὴν ἐκτροπὴν τοῦ ὀνόματος καθ' ἣν αἱ πλειάδες πέλειαι καὶ πελειάδες παρὰ ποιηταῖς λέγονται. ὡς πλανᾶσθαι πολλοὺς, ὄρνις εἶναι τὰς πλειάδας, τῷ τε παρασχηματισμῷ φησὶ τοῦ κατὰ πρόσθεσιν γράμματος ἤγουν τοῦ ε δι' οὗ ἐκ τῆς τῶν πλειάδων τρισυλλαβίας εἴς τε τετρασυλλαβίαν πελειάδων προέβησαν, καὶ ὅτι δοκεῖ φησὶ τὸ τρήρωνες, ὡς καὶ ἐν τοῖς περὶ τῆς σχεδίας τοῦ Ὀδυσσέως προδεδήλωται, μόνον ἐπίθετον εἶναι τῶν πελειάδων, ἐπάγει δὲ τούτοις ὁ αὐτὸς ῥήτωρ καὶ χρήσεις ταύτας. Μοιρὼ ἡ Βυζαντία λέγουσα τὴν ἀμβροσίαν τῷ Διῒ τὰς

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
