Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.101.1
Not analysed yet
τὸ ὑπηρετεῖν, καὶ μετὰ προθέσεως παραδρᾶν καὶ ὑποδρᾶν. καὶ δραστῆρες οἱ θεράποντες καὶ δρήστεια τὸ τούτου θηλυκὸν καὶ δρηστοσύνη καθ' ὁμοιότητα τοῦ παλαισμοσύνη ἡ ταπεινὴ διακονία ἤγουν τὸ, πῦρ ἀνάψαι καὶ ξύλα κεάσαι καὶ τὰ ἑξῆς, ὡς δηλοῖ καὶ ὁ ποιητής. (Vers. 319.) Τὸ δὲ Ἑρμείαο ἕκητι ἀντὶ τοῦ διὰ τὸν Ἑρμῆν. αὐτὸς γὰρ οὐχ' ὡς λόγιος οὐδ' ὡς ἐμπολαῖος ἢ στρόφις ἤ τι τοιοῦτον, ἀλλ' ὡς κερδῷος ἢ καὶ διάκτορος ἐπιστατεῖν δοκεῖ ταῖς ῥηθείσαις ὑπουργίαις καὶ χαρίεντα ποιεῖ τὰ κατ' αὐτὸν διακονικὰ βουλεύματα. καὶ ἔστιν ὅμοιον τὸ εἰπεῖν ὡς Ἑρμείου ἕκητι ὑπουργική εἰμι, ὡς εἰ καὶ ὁ πολεμικὸς Ἄρεος χάριν τοιοῦτος εἶναι εἴπῃ καὶ ὁ μουσικὸς Ἀπόλλωνος ἕκητι. (Vers. 322.) Πῦρ δὲ νηῆσαι τὸ ἐκ σπινθήρων σωρεῦσαι καὶ οὕτως ἄναμμα πυρὸς διὰ ξύλων ποιήσασθαι. Ὅτι δὲ νηῆσαι τὸ σωρεῦσαι, δηλοῖ καὶ ἡ Ἰλιάς. τινὲς δὲ πῦρ εὐνῆσαι γράφουσιν, ἤτοι φυλάξαι, κατευνάσαι, ζωπυρῆσαι ἐν σποδιᾷ. Τὸ δὲ ξύλα δανὰ κεάσσαι, τουτέστι ξηρὰ καὶ ἐπιτήδεια εἰς τὸ δαίεσθαι, γράφεται καὶ ξύλα πολλὰ κεάσαι. Ὅρα δ' ἐνταῦθα καὶ συχνὰ πάρισα τὸ νηῆσαι, κεάσαι, δαιτρεῦσαι, ὀπτῆσαι, οἰνοχοῆσαι, δι' ὧν καλλωπιζόντων ὑπανίσταται ἠρέμα τὸ τῆς εὐτελοῦς ἐνταῦθα ἐννοίας ταπεινόν. (Vers. 324.) Ἐν δὲ τῷ ἀγαθοῖς πάρα δρώωσι χέρῃες, τινὲς γράφουσιν ὑφὲν παραδρώωσιν ἤγουν παραδιακονοῦσι. δῆλον δ' ὅτι ποιητικωτέρα λέξις τὸ τοιοῦτον δρᾶν καὶ αἱ ἀπ' αὐτοῦ κινήσεις, καθὰ καὶ τὸ περᾶν ἤγουν πέραν πιπράσκειν καὶ τὸ περάσαι καὶ ὅσα ἐκ τούτου. οἷς καὶ ἐπιμένει διὰ τὸ καίριον τῆς κυριολεξίας ὁ ποιητὴς, ἤγουν τοῖς μὲν ἐκ τοῦ δρᾶν ἐνταῦθα, τοῖς δὲ ἐκ τοῦ περᾶν μάλιστα ἐν Ἰλιάδι. Χέρῃες δὲ γίνονται μὲν κατὰ συγκοπὴν καὶ τροπὴν Ἰωνικὴν ἀπὸ τοῦ χερείονες. δηλοῖ δὲ τοὺς ταπεινοὺς καὶ ὡς εἰπεῖν χειρουργούς. ὁποίαν καὶ τὴν χειρομάχαν πληθὺν οἶδεν ὁ Ναυκρατίτης σοφιστής. ἀντίκεινται δὲ οἱ χέρῃες τοῖς ἀγαθοῖς. καὶ εἴ πέρ εἰσι χέρῃες οἱ ταπεινοὶ καὶ πτωχοὶ, λέγοι ἂν ἀγαθοὺς ἐνταῦθα τοὺς ἀπεναντίας τούτοις ὁ ποιητής. Τοῦ δὲ χέρῃες εὕρηται ἐν ἄλλοις καὶ δοτικὴ χέρηϊ, καὶ αἰτιατικὴ, χέρῃα. (Vers. 328.) Τὸ δὲ, μνηστήρων καταδῦναι ὅμιλον, τὸ πολὺ πλῆθος τῶν μνηστήρων δηλοῖ. (Vers. 329.) Τὸ δὲ, σιδήρεον οὐρανὸν ἵκει, ὅμοιον μέν ἐστι τῷ, αὐτὴ δ' οὐρανὸν ἷκεν, ὅ περ ἐν Ἰλιάδι ἐπὶ μάχης κεῖται. σιδήρεον δὲ οὐρανὸν δηλοῖ τὸν ἐν ἄλλοις χάλκεον, ὡς ἀδιάφορον ὂν οὕτως ἢ οὕτως εἰπεῖν. (Vers. 331.) Τὸ δὲ εὖ εἱμένοι, ὅ ἐστιν ἐνδεδυμένοι, τὸ εὐειμονεῖν παράγει. Λιπαροὶ δὲ κεφαλὰς οἱ τρυφῶντες, ὅ ἐστι λιπῶντες, ὡς ἀπὸ μέρους εἰπεῖν, τὸ πᾶν σῶμα. οἱ δὲ τοιοῦτοι οὐκ ἂν εἶεν ῥυσοὶ ἢ ῥικνοὶ κατὰ τοὺς ἀλιπεῖς. οὐ μόνον δὲ κεφαλαὶ λιπαραὶ, ἀλλὰ καὶ πόδες, κατὰ τὸ, ποσσὶ δ' ὑπὸ λιπαροῖσι. (Vers. 332.) Τὸ δὲ καὶ καλὰ πρόσωπα περιττῶς μὲν κεῖσθαι δοκεῖ. συνεπινοοῦνται γὰρ αὐτὰ πάντως τῇ κεφαλῇ· ἐκφωνοῦνται δὲ ὅμως ἰδίᾳ διὰ τὸ ἐν αὐτοῖς μάλιστα ἐκφαίνεσθαι τὴν λιπαρότητα οἷα προκειμένοις τῶν ὄψεων. (Vers. 341.) Ὅτι φιλόφρονος ξένου λόγος πρὸς ξενοδόχον τὸ, αἴθ' οὕτως φίλος θεῷ γένοιο, ὡς ἐμοὶ, ὅττι μ' ἔπαυσας ἄλης καὶ ὀϊζύος αἰνῆς. (Vers. 343.) εἶτα ὁ τοῦτο εἰπὼν Ὀδυσσεὺς ἐπιπλέκων καὶ γνωμικὸν κατὰ τῆς πλάνης φησί· πλαγκτοσύνης δ' οὐκ ἔστι κακώτερον ἄλλο βροτοῖσιν. ἀλλ' ἕνεκα οὐλομένης γαστρὸς κακὰ κήδε' ἔχουσιν ἀνέρες, ὅν κεν ἵκηται ἄλη καὶ πῆμα καὶ ἄλγος, τὰ οἱονεὶ σύστοιχα καὶ τῇ ἄλῃ παρεπόμενα. (Vers. 345.) Ὅρα δὲ καὶ νῦν τὸ, ὅν κεν ἵκηται, ἀντὶ τοῦ, εἰς ὃν ἂν παραγένηται. ἀπὸ γὰρ πληθυντικοῦ τοῦ ἀνέρες, εἰς ἑνικὸν κατέβη συνήθως. αἴτιον δὲ τούτου, ὅτι οὐ πάντες βλάπτονται διὰ τῆς γαστρὸς, ἀλλ' ὃν ἂν ἵκηται ἡ πλάνη. ἐκεῖνος γὰρ μάλιστα διὰ τὴν γαστέρα μυρία πάσχει κακά. ἀπὸ δὲ τῆς ἄλης ὅτι καὶ ὁ ἀλήτης καὶ ὁ ἀλαζὼν, δῆλον. κεῖται γὰρ ἐν ῥητορικῷ λεξικῷ, ὅτι ἀλαζὼν κυρίως ὁ ἀπὸ ἄλης ζῶν καὶ ἀγύρτης, ἁπλῶς δὲ ὁ φέναξ. (Vers. 347.) Ὅτι ἐρώτησις περὶ φίλων ἀποδήμων τὸ, εἰπὲ ἄγε μοι περὶ τῶν δεῖνα εἴ που ἔτι ζώουσιν ὑπ' αὐγὰς ἠελίοιο ἢ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισιν, εἰσὶ δηλαδή. (Vers. 351.) Ὅτι ἐρωτηθεὶς ὁ συβώτης περὶ Ὀδυσσέως εἰ ζῶσιν οἱ δεσποτικοὶ γονεῖς, λαβὼν ἐντεῦθεν ἀφορμὴν, οὐ μόνον πρὸς τὸ ἐρωτηθὲν λαλεῖ, ἀλλὰ καὶ ἄλλα τινὰ κατὰ ποικιλίαν ποιητικὴν προσεπιτίθησιν. ἐν οἷς καὶ περὶ ἑαυτοῦ λαλεῖ τι. καὶ τῆς δεσποίνης δὲ δεινότητα κατειπὼν, εἶτα καὶ ὑπεραπολογεῖται εὐνοϊκῶς. φησὶ γοῦν ὡς Λαέρτης μὲν ἔτι ζώει. εὔχεται δὲ θυμὸν ἀπὸ μελέων φθίσθαι, (Vers. 355.) ἐκπάγλως γὰρ παιδὸς ὀδύρεται οἰχομένοιο, τοῦ Ὀδυσσέως δηλαδὴ, (Vers. 356.) κουριδίης τ' ἀλόχου δαΐφρονος, τῆς Ἀντικλείας δηλονότι, ἣ αὐτὸν μάλιστα ἤκαχεν ἀποφθιμένη, καὶ ὠμῷ γήραϊ δῶκεν. αὐτὴ δέ, φησιν, ἄχεϊ οὗ παιδὸς ἀπέφθιτο κυδαλίμοιο λευγαλέῳ θανάτῳ. (Vers. 359.)