# Commentarii ad Homeri Odysseam 2.102.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.102.1

ὣς μὴ θάνοι ὅς τις ἔμοιγε ἐνθάδε ναιετάων φίλος εἴη καὶ φίλα ἔρδοι, περιπαθῶς τοῦτο εἰπὼν ἐν μέσῳ κατὰ λόγον ἐπεμβολῆς διὰ τὸ τοῦ θανάτου δεινόν. λύπῃ γὰρ τακεῖσα διεφθάρη κατά τινας, ἕτεροι δὲ ὡς καὶ προεῤῥέθη, ἀγχόνῃ φασὶν αὐτὴν μεταλλάξαι τὸν βίον. διὸ καὶ τὸν Εὔμαιον ἀπεύξασθαι τὸν τοιοῦτον θάνατον, διὰ τὸ μὴ καθαρὸν εἶναι, ὡς ἐν τοῖς μεταταῦτα δηλώσει καὶ ὁ ποιητής. (Vers. 361.) Εἶτα ὁ Εὔμαιος εὐγνωμόνως ἐπαινῶν τὴν θανοῦσαν ἐπιφέρει· ὡς ὄφρα μὲν δὴ κείνη ἔην ἀχέουσά περ ἔμπης, τόφρα τί μοι φίλον ἔσκε μεταλλῆσαι καὶ ἔρεσθαι, οὕνεκά με αὐτὴ θρέψεν ἅμα Κτιμένῃ τανυπέπλῳ θυγατέρ' ἰφθίμῃ, τὴν ὁπλοτάτην τέκε παῖδα, τῇ ὁμοῦ ἐτρεφόμην. ὀλίγον δέ τί με ἧσσον ἐτίμα. αὐτὰρ ἐπεὶ ἥβην πολυήρατον ἱκόμεθ' ἄμφω, (Vers. 367.) τὴν μὲν ἔπειτα Σάμηνδ' ἔδοσαν καὶ μυρία ἕλοντο, ἕδνα δηλαδή. αὐτὰρ ἐμὲ χλαῖνάν τε χιτῶνά τε εἵματ' ἐκείνη καλὰ μάλ' ἀμφιέσασα ποσὶ δ' ὑποδήματα δοῦσα, ἀγρόνδε προΐαλλε. φίλει δέ με κηρόθι μᾶλλον. νῦν δ' ἤδη τούτων ἐπιδεύομαι, ἀλλά μοι αὐτῷ ἔργον ἀέξει θεὸς, ᾧ ἐπιμίμνω. τῶν ἔφαγόν τ' ἔπιόν τε, καὶ αἰδοίοισιν ἔδωκα. (Vers. 374.) εἶτα οἱονεὶ ψέγων καὶ αὖθις ἀπολογούμενος φησίν· ἐκ δ' ἄρα δεσποίνης οὐ μείλιχον ἔστιν ἀκοῦσαι οὔτ' ἔπος οὔτε τι ἔργον, ἐπεὶ κακὸν ἔμπεσεν οἴκῳ, ἄνδρες ὑπερφίαλοι. μέγα δὲ δμῶες χατέουσιν ἀντία δεσποίνης φάσθαι καὶ ἕκαστα πυθέσθαι καὶ φαγέμεν πιέμεν τε, ἔπειτα δὲ καί τι φέρεσθαι ἀγρόνδε, (Vers. 379.) οἷά τε θυμὸν ἀεὶ δμώεσσιν ἰαίνει. ὃ δὴ λόγου ἐστὶν οἰκονομικοῦ, ὡς τῶν δούλων οὕτω δελεαζομένων. Ὅρα δὲ καὶ ὡς ἀφελῶς ὁ Εὔμαιος οἷα δοῦλος λαλεῖ, γλυκέα φράζων, οὐ μὴν σπουδαῖα τινά. οὗ περ κἀκεῖνο ἀφελὲς, ὡς ἐρωτηθεὶς εἰ ζῶσιν οἱ τοῦ Ὀδυσσέως τοκέες, ὁ δὲ πολὺν λόγον ἐδαπάνησεν εἰς οὐδὲν δέον, χορηγῶν τῷ Ὁμήρῳ πλατυσμὸν ποιήσεως. πολλὰ δὲ τοῦ τοιούτου λόγου καὶ εἰς πεζολογικὴν παραπλοκὴν χρήσιμα, οἷον, εἰς προσπάθειαν δεσποτικὴν καὶ εἰς λύπην τὴν ἐπὶ στερήσει καλοῦ τινὸς, καὶ εἰς εὐχαριστίαν τὴν ἐπὶ εὐτυχίᾳ, καὶ εἰς γογγυσμὸν εἰ παρὰ τοῦ δεσπότου πάσχει τις κακόν. (Vers. 354.) Τὸ δὲ θυμὸν φθίσθαι, ὅ ἐστι φθαρῆναι, πολλὰ μὲν τῶν ἀντιγράφων διὰ διφθόγγου γράφουσι διὰ τὸ φθέω φθῶ· τινὰ δὲ καὶ διὰ τοῦ ἰῶτα, ὡς ἐκ τοῦ φθίω, ὅθεν καὶ τὸ ἤκαχεν ἀποφθιμένη, καὶ τὸ, ἄχεϊ οὗ παιδὸς ἀπέφθιτο. (Vers. 357.) ὠμὸν δὲ καὶ νῦν γῆρας τὸ παρὰ καιρὸν, ἵνα δηλοῖ τὸ ὠμὸν γῆρας ἄωρον πέπανσιν, ὡς καὶ εἰ καρπός τις πεπανθείη κατασαπείς. εἰ δὲ τὸ ἐνταῦθα ὠμὸν γῆρας τὸν ἐν τῇ Ἰλιάδι ὠμογέροντα συντίθησιν, οὐκ ἂν εἴη στεῤῥῶς ἀποφῄνασθαι. δοκεῖ γὰρ ὠμογέρων ἐκεῖνος ἡλικίας ὄνομα εἶναι γεροντικῆς, εὖ ἐχούσης καὶ ὑγιῶς, οὐ μὴν πεπονθυίας γῆρας ἔκ τινος νοσερᾶς ὠμότητος. καὶ ἔστιν οὕτως ὠμογέρων ὁ λεγόμενος προπόλιος, οὗ πέρας ὁ σύφαρ, ὡς ἐν ἄλλοις δεδήλωται, ὥς περ γραὸς ἡ ἐσχατόγηρως κατὰ τὴν τοῦ γραμματικοῦ Ἀριστοφάνους παράδοσιν. ἴσως γὰρ οὐκ ἐχρῆν ἀνδρὶ τὴν τοιαύτην προσρηθῆναι λέξιν διὰ τὸ ἀδρανὲς καὶ δυσοιώνιστον. Ὅρα δὲ ὅτι Ὅμηρος μὲν τὴν Ὀδυσσέως μητέρα ὠμῷ γήραϊ δοῦναι λέγει τὸν ἄνδρα κατὰ συμβεβηκὸς διὰ τὸ ἐπ' αὐτῇ πένθος ὡς ἀγαθῇ γυναικί. ἡ δὲ παρὰ τῷ Ἡσιόδῳ δειπνολόχη γυνὴ ἄλλως ὠμῷ γήραϊ τὸν ἄνδρα δίδωσι διὰ τὴν αὐτῆς φαυλότητα. ἔστι δὲ εἰπεῖν ὡς καὶ ἄλλως τὸ τοιοῦτον ὠμὸν γῆρας τρόπον ἄλλον ἐξοπτᾷ ἢ ἀφέψει ἐκείνη ἐν τῷ εὕειν ἄτερ δαλοῦ. (Vers. 360.) Τὸ δὲ φίλος εἴη καὶ φίλα ἔρδοι ἀκριβῶς κεῖται διὰ τὸ πολλοὺς φίλους εἶναι δοκοῦντας μὴ φίλα ἔρδειν ἢ διὰ χαυνότητα ἢ καὶ διὰ τὸ φιλουμένους, μὴ τὸ ἶσον ἀντιφιλεῖν. (Vers. 363.) Ἡ δὲ Κτιμένη Ὀδυσσέως ἀδελφή. ἧς ἀνὴρ ὑπονοεῖται, ὡς καὶ προεγράφη, Εὐρύλοχος. (Vers. 364.) Ἰφθίμην δὲ αὐτὴν λέγει, καθὰ καὶ τὴν ἄλοχον τοῦ Λαέρτου δαΐφρονα, καὶ πρὸ αὐτῆς τὴν Πηνελόπην, ὡς εἴ τις εἴπῃ ἀνδρείαν γυναῖκα. Τὸ δὲ, τὴν ὁπλοτάτην τέκεν, ἁπλοϊκῶς κεῖται πρὸς ἱστορίας ἐντέλειαν. (Vers. 365.) Τὸ δὲ τῇ ὁμοῦ ἐτρεφόμην ὑποβάλλει νοεῖν δεῖν εἶναι τὸν δοῦλον τοῦτον Εὔμαιον κληθῆναι καὶ διὰ τὸ εὖ μαιωθῆναι παρὰ τοῖς δεσπόταις. Τὸ δὲ ὀλίγον δέ τί με ἧσσον ἐτίμα, ὅμοιον τῷ, μικροῦ ἐμὲ κατὰ τὴν θυγατέρα ἐτίμα. δουλοῖ δὲ μάλιστα τὸν Εὔμαιον ἡ τοιαύτη τιμὴ, ὥς περ καὶ τὸ, εἵματα καλὰ μάλα ἀμφιεσθῆναι καὶ εἰς τὸν ἀγρὸν προπεμφθῆναι. χαίρει γὰρ αὐτὸς τοιούτοις ὡς ἀφελὲς πρόσωπον. (Vers. 372.) Τὸ δὲ ᾧ ἐπιμίμνω, παιδευτικόν ἐστιν, ὡς ἐκείνων μάλιστα τῶν ἔργων ἐπαυξομένων οἷς ἐπιμένει τις. (Vers. 373.) Τὸ δὲ ὧν ἔφαγον, καινῶς ἐσχημάτισεν. ἦν γὰρ τὸ ἀκόλουθον οὕτως· ἀλλά μοι ἔργον αὔξεται οὗ ἔφαγόν τε ἔπιόν τε. ὁ δὲ πληθυντικῶς ἔφη, ὧν ἔφαγον, δηλῶν τῷ πληθυσμῷ τῆς πτώσεως τὴν τοῦ ἔργου αὔξησιν. Ἰστέον δὲ ὅτι τε τραχύτερον τῇ φωνῇ τὸ ἔτραγον τοῦ ἔφαγον,

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
