# Commentarii ad Homeri Odysseam 2.103.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.103.1

ὡς καὶ τοῦ φαγεῖν τὸ τραγεῖν καὶ τοῦ ὁ φάγος τὸ ὁ τράγος. καὶ ὅτι τοῦ τραγεῖν μὲν πρωτότυπον θέμα τρῶ, ὅθεν τὸ τρώγω, ὡς καὶ τοῦ ἀνώγω τὸ ἄνω ἤγουν τελειῶ, ἐξ οὗ τὸ ἀνύω. τοῦ δὲ φαγεῖν προσεχὲς μὲν θέμα τὸ φήγω ἢ φάγω. πρωτόθετον δὲ τὸ φῶ ἤγουν φονεύω, συντρίβω, κλῶ, θλῶ, ἀφ' οὗ καὶ ἄλευρον μυλήφατον. καὶ ὅτι ἐκ τοῦ φαγεῖν ἄλλα τε παράγονται καὶ ἡ φηγὸς κατ' ἐξαίρετον διὰ τὴν πάλαι ποτὲ βαλανηφαγίαν. ἴσως δὲ καὶ ὁ φάγρος ἰχθύς. πάντως δὲ καὶ ὁ κατὰ διάλεκτον Κρητῶν φάγρος ἡ ἀκόνη, ὡς ἱστορεῖ ὁ παρὰ τῷ Ἀθηναίῳ Σιμμίας. ἔργον γὰρ καὶ πάθος δὲ ἀκόνης τὸ φαγεῖν, ἐσθιούσης τε δηλαδὴ τὰ τριβόμενα καὶ ἐσθιομένης ὑπ' αὐτῶν. ἔτι δὲ ἐκ τοῦ φαγεῖν καὶ ἡ φάτνη, τροπῇ τοῦ γ εἰς τ, ἣν ἀντιστοιχία ἰδιωτικὴ πάθνην καλεῖ. τῆς δὲ φάτνης ῥῆμα οὐ μόνον ἐκφατνίζειν κατὰ τὸ, ἐκφατνιζομένων σωρευμάτων ἕκαστος ἀπέφερεν ὁλομελῆ κρέα, καὶ τὸ, ἐκφατνίζει ὀδόντας, ἀλλὰ καὶ φατνοῦν. ὅθεν καὶ φάτνωμα ὀδόντων. ἐξ οὗ λέγονται αὐτοὶ ἐκφατνίζεσθαι, ἤγουν ἐξάγεσθαι ἐκριζούμενοι. Τὸ δὲ, αἰδοίοισιν ἔδωκα, ἀντὶ τοῦ, ἀνδράσιν αἰδοῦς ἀξίοις, ξένοις δηλαδὴ καὶ ἱκέταις. παραιτητέον γὰρ τοὺς ἄλλους ἀναξίως Ὁμήρου νοοῦντας ἐνταῦθα τὸ αἰδοίοις, καὶ κίναιδον διομολογουμένοις τὸν Εὔμαιον. κωμικευομένῳ μέντοι ἀνδρὶ χρήσιμος ἔσται ποτὲ ὁ λόγος κατὰ παράχρησιν, ὡς δυναμένου τοῦ, ἔφαγόν τε καὶ ἔπιόν τε καὶ αἰδοίοισιν ἔδωκα, καὶ λάγνῳ προσαρμόσαι ἀνδρὶ, ὁποῖα καὶ ἕτερα τῶν Ὁμήρῳ σεμνῶς λεχθέντων ἄλλως ἐκληφθέντα ὡς ἐπὶ θυμέλης ἐπαίχθησάν τε καὶ εἰσέτι δὲ παίζονται. Σημείωσαι δὲ καὶ ὅτι καλῶς ὕστερον ἐπενοήθη ἀντὶ τοῦ αἰδοῖος τὸ αἰδήμων καὶ τὸ αἰδέσιμος. τούτων μὲν γὰρ ἡ ὅλη κλίσις ἔννοιαν ἔχει σεμνήν. ὁ δὲ αἰδοῖος ἔν τε τῷ οὐδετέρῳ γένει καὶ ταῖς πλαγίαις συνεμπίπτει τῷ σωματικῷ μορίῳ καὶ παρεμφαίνει ἐννοίας οὐκ εὐσχήμονας, καὶ οὕτω γελοιασμοὺς ὑποκινεῖ φίλους κιναιδολόγῳ, οὗ χρῆσις, ὅπου κεῖται καὶ ἡ κιναιδία καὶ τὸ κιναίδισμα. ὅτι δὲ ταῦτα οὐκ ἐκ τῆς ἐναρέτου αἰδοῦς παρῆκται, ἧς παρώνυμος ὁ αἰδοῖος ἱκέτης, ἀλλ' ἐκ τῆς κατὰ σῶμα, ἧς ἐν Ἰλιάδι χρῆσις τὸ, τά τ' αἰδῶ ἀμφικαλύπτει, δῆλον ἐστίν. (Vers. 374.) Ἐν δὲ τῷ, οὔτ' ἔπος ἀκοῦσαι οὔτε τι ἔργον, προσυπακουστέον τῷ ἔργῳ τὸ ἰδεῖν ἤ τι τοιοῦτον, ἵνα λέγῃ, ὡς οὔτε ἔπος ἔστιν ἀκοῦσαι μείλιχον, οὔτε τι ἔργον ἰδεῖν ἢ μαθεῖν ἢ γνῶναι μείλιχον. (Vers. 376.) Τὸ δὲ ἄνδρες ὑπερφίαλοι, πάνυ στενῶς ἔφη ὁ Εὔμαιος, μιᾷ ταύτῃ λέξει καὶ οὐδὲ πάνυ σφοδρᾷ δηλώσας ἀφελῶς καὶ ἀγροικικῶς τὸ μέγα κακὸν, ὃ τῷ δεσποτικῷ οἴκῳ ἐνέπεσεν. Ἰστέον δὲ ὅτι ἐς τοσοῦτον ἠξιώθη λόγου τοῖς παλαιοῖς ὁ εὐνοϊκὸς οὗτος δοῦλος Εὔμαιος, ὥστε καὶ μητέρα αὐτοῦ ἐξευρίσκουσι. Δημόκριτος μὲν Πενίαν, Εὐφορίων δὲ Πάνθειαν, Φιλόξενος δὲ ὁ Σιδόνιος Δαναὴν, Ὅμηρος δὲ τοῦτο μὲν οὐκ ἀξιώσει λόγου, ἄλλως δέ γε ἱστορήσει τὰ κατ' αὐτὸν ὅθεν τε ἦν καὶ ὅπως περιῆλθε τῷ τοῦ Ὀδυσσέως οἴκῳ, πορισάμενος ἀφορμὴν λόγου, ἐξ ὧν αὐτὸς εἶπεν ὁ Εὔμαιος. ἀκούσας γὰρ ὁ ξένος Ὀδυσσεὺς ὡς ἡ τοῦ Λαέρτου γυνὴ αὐτὸν ἔθρεψεν ἅμα τῇ ὁπλοτάτῃ θυγατρὶ δράττεται ἀφορμῆς ὡς οἷον οἰκτιζόμενος, εἰ οὕτω νεώτατος τῆς πατρίδος ἐξέπεσε, καὶ ἐρωτᾷ τὴν αἰτίαν καὶ μανθάνει τὰ ἐφεξῆς. (Vers. 381.) Ὅτι οἶκτος ἐπί τινι ἐκ νέου ᾐχμαλωτισμένῳ ἢ ἄλλως ἐστερημένῳ τῶν οἴκαδε τὸ, ὦ πόποι ὡς ἄρα τυτθὸς ἐὼν πολλὸν ἀπεπλάγχθης σῆς πατρίδος ἠδὲ τοκήων. (Vers. 383.) ὁ δὲ τὸν τοιοῦτον ἐρωτῶν, περὶ ὧν ἔπαθεν, ἐρεῖ ἂν, ὡς εἰκὸς, τὸ, ἀλλ' ἄγε μοι τόδε εἰπέ, (Vers. 384.) ἠὲ διεπράθετο πτόλις ἀνδρῶν εὐρυάγυια, ᾗ ἔνι ναιετάεσκε πατὴρ καὶ πότνια μήτηρ, τουτέστι διεπράθετό σοι ἡ πατρίς· τοῦτο γὰρ καὶ μόνον περιφραστικῶς οἱ δύο στίχοι φασίν· ἤ σέ γε μουνωθέντα παρ' οἴεσιν ἢ παρὰ βουσὶν ἢ ἀλλαχοῦ που ἄνδρες δυσμενέες λάβον. ὁ δὲ Ὀδυσσεὺς ἐνταῦθα προστίθησι καὶ τὸ, (Vers. 387.) ἠδ' ἐπέρασαν ἀντὶ τοῦ, καὶ πέραν ἐνταῦθα κατὰ τὴν Ἰθάκην ἀπέδοντο τοῦδ' ἀνδρὸς πρὸς δώματα, ὁ δ' ἄξιον ὦνον ἔδωκεν, ὅ περ ἐν ἄλλοις ἄσπετον ὦνον ἔφη, μετὰ δὲ ὀλίγα μυρίον ὦνον. (Vers. 386.) Τὸ δὲ παρ' οἴεσι διὰ διφθόγγου γράφεται πρὸς εὐγενείας δήλωσιν. εἰ γὰρ καὶ ὑφορβός ἐστιν ἄρτι ὁ Εὔμαιος, ἀλλὰ τοῦτο μὲν δουλικὸν καὶ οὐδὲ ἄλλως εὐγενές. ὄϊας μέντοι νέμειν οὐδὲ βασιλέων παῖδες ἀπηξίουν, ὥς περ οὐδὲ βουκολεῖν. (Vers. 391.) Ὅτι ὁ κελευόμενος ἐν τῷ ἐπιδόρπια ἐσθίειν, καθῆσθαι ἡσυχῇ καὶ ἀκούειν καὶ μᾶλλον ὅτε μακραὶ νύκτες εἰσὶν, ἀκούσοι ἂν τὸ, σιγῇ νῦν ξυνίει καὶ τέρπεο, πῖνέ τε οἶνον ἥμενος. αἵδε δὲ νύκτες (Vers. 392.) ἀθέσφατοι, ὡς καὶ προϊστόρηται, τουτέστι πάνυ μακραί. διὸ καὶ ἑρμηνεύων φησίν· ἔστι μὲν εὕδειν, ἔστι δὲ τερπομένοισιν ἀκουέμεν. οὐδέ τί σε χρὴ, πρὶν ὥρη, καταλέχθαι. ἀνίη καὶ πολὺς ὕπνος. τῶν δ' ἄλλων ὅ τινα κραδίη καὶ θυμὸς ἀνώγει, εὑδέτω ἐξελθών.

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
