# Commentarii ad Homeri Odysseam 2.107.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.107.1

δέ τις καὶ μυστήριον, ὅ περ ἐχρῆν εἶναι ἀνέκφορον, ταυτὸν δ' εἰπεῖν, ἀνέξοιστον. ἐκεῖθεν καὶ τὸ συμφέρον, ὅ πέρ ἐστι συνοῖσον, καὶ τὸ σύμφορον, καὶ μέση λέξις ἡ συμφορὰ, καὶ προσφέρειν καὶ τὸ ἀπ' αὐτῆς πρόσφορον· καὶ ἡ προσφορά. τοιαύτης δὲ ἀναλογίας καὶ τὸ προφέρειν καὶ ἡ προφορά. ἐξ ἐκείνων γίνεται καὶ ἀναφέρειν καὶ ἡ ἀπ' αὐτοῦ ἀναφορὰ, καὶ τὸ ἄλλως ἀναφέρειν ἀπὸ μανίας ἢ κάρου, ὃ ταυτόν ἐστι τῷ ἐγρηγορέναι, ᾧ ἐναντίον τὸ καταφέρεσθαι, οὗ τὸ ἐνεργητικὸν ἔχει ποτὲ καὶ ψόγον, ὡς ἐν τῷ καταφερὴς, ὅ πέρ ἐστι λάγνος. καὶ μὴν καταφέρεταί τίς τινος καὶ ὡς κατήγορος, ὅθεν καὶ καταφορὰ ἡ ἐν κατηγορίᾳ τάσις, καὶ καταφορικὸς λόγος ὁ ὡς εἰπεῖν τοπικός. ὁμοίας ἀρχῆς καὶ τὸ διαφέρειν καὶ τὸ διαφέρεσθαι ἤγουν ἐναντιοῦσθαι, ὅθεν καὶ διάφορος οὐ μόνον τὸ κοινὸν, ἀλλὰ καὶ ὁ ἐχθρὸς, καθ' ὃ Φίλιππος διάφορος τῷ πατρὶ Ἀμύντᾳ λέγεται, καὶ διαφορὰ οὐ μόνον ἡ ἑτεροιότης, ἀλλὰ καὶ ἡ μάχη. τῶν τοιούτων ἐστὶ καὶ τὸ μεταφέρειν καὶ ἡ ῥητορικὴ μεταφορὰ ἤτοι τροπὴ καὶ ὁ μεταφορικὸς λόγος καὶ τὸ παραφέρειν καὶ ὁ ἀπ' αὐτοῦ παράφορος ὡς μὴ φρενήρης, οὗ τὸ πάθος παραφορὰ, καὶ τὸ ἀντιφέρεσθαι καὶ ἀντιφερίζειν ἐπὶ ἐναντιώσεως καὶ ἡ ἐπιφορὰ ἡ αὐτὴ οὖσα τῇ εἰρημένῃ καταφορᾷ, ὡς καὶ ὁ ἐπιφορικὸς λόγος ὁ αὐτὸς τῷ καταφορικῷ καὶ τὸ περιφερὲς ἐπὶ στρογγυλότητος καὶ ἡ οὐράνιος περιφορὰ καὶ ὁ ἀμφιφορεὺς, οὗ χρῆσις πολλὴ, καὶ ἡ ἀποφορὰ, ὅ πέρ ἐστιν ὀδμὴ, καὶ τὸ ὑποφέρειν καὶ ἀνθυποφέρειν καὶ ἡ ἐξ αὐτῶν ἐν λόγοις ὑποφορὰ καὶ ἀνθυποφορὰ, καὶ τὸ ὑπερφέρειν καὶ ὑπερφέρεσθαι καὶ ὁ ἐξ αὐτῶν ὑπερφερὴς τόπῳ ἴσως ἢ ἐνδοξότητι. καὶ τοιαῦτα μὲν ὡς ἐν βραχεῖ φάναι τὰ ἐκ τοῦ φέρω καὶ τῶν ἐξ αὐτοῦ. Τὸ δὲ ἀλλ' ἔχετ' ἐν φρεσὶ μῦθον, παραίνεσίς ἐστιν ἐπὶ μυστηριασμῷ. (Vers. 445.) Ἔνθα κεῖται καὶ τὸ, ἐπείγετε δ' ὦνον ὁδαίων, τουτέστιν ἐπισπεύδετε τὴν τῶν ἐφοδίων ἐξώνησιν. ἔνθα ὅρα ὅτι τε οὐ μόνον ἐνόδιος καὶ ἐφόδιον καὶ εἴ τι ἄλλο τοιοῦτον ἐκ τῆς ὁδοῦ γίνεται, ἀλλὰ καὶ ὁδαῖος. οὗ περ οὐδέτερον τὸ ὁδαῖον. καὶ ὅτι ὥς περ διάλογος διαλογὴ, καὶ βίοτος βιοτὴ, καὶ ἄλλα δὲ τοιαῦτα, ὧν μνεία γέγονε καὶ ἐν ἄλλοις, οὕτω καὶ ἐκ τοῦ ἐνταῦθα Ὁμηρικοῦ ὤνου παρὰ τοῖς ὕστερον ἡ ὠνή. ἀφ' ἧς εὕρηται καὶ ἰσωνία ἡ ἴση πρᾶξις παρὰ τοῖς παλαιοῖς. εἰ δὲ ἀπ' αὐτῆς παρῆκται καὶ ἡ παρὰ τῷ κωμικῷ ὄνωνις, ἧς χρῆσις φέρεται παρὰ τοῖς τεχνικοῖς τὸ, εἶτα δὴ εἰς πόλιν ἄξεις τήνδε τὴν ὀνώνιδα, οὐκ ἔστι βεβαίως ἀπισχυρίσασθαι. ὄνομα δὲ βοτάνης ἡ ὄνωνις, δι' ἧς ἐπ' ἀλογίᾳ ἴσως ὁ κωμικός τινα σκώπτει καὶ ῥαθυμίᾳ, ὡς τοῦ ὄνου καὶ νωθροῦ ὄντος, καθὰ καὶ ἡ Ἰλιὰς οἶδε, καὶ παροιμιάζοντος τό, τε ἀπ' ὄνου πεσεῖν τινὰ, καὶ τοὺς ὄνου πόκους, οὓς ὁ κωμικὸς εἰς πόκας παρῴδησε. καὶ τοιοῦτον μὲν τοῦτο. (Vers. 446.) Εἰπὼν δέ που Ὅμηρος δῶμα ἐνίπλειον βιότοι ἐνταῦθα λέγει νῆα πλείην βιότοιο τὴν χρηματιστικῶς ἔμφορτον ἀστείως. δῶμα γάρ πως μεταφορητὸν ἔγνωσται καὶ ἡ ναῦς. (Vers. 447.) Κλεπτικὴ δὲ ἔννοια καὶ τὸ, ἀγγελίη μοι ἔπειτα θοῶς ἐς δώμαθ' ἱκέσθω. οἴσω γὰρ καὶ χρυσὸν ὅ τις ἤγουν ὅς τις ὑποχείριος, τουτέστιν εἰς χεῖράς μοι ἔλθοι, ὑπὸ ταῖς ἐμαῖς χερσὶ γένηται. οἱ δὲ παλαιοὶ καὶ δίχα προθέσεως οἴδασι τὴν λέξιν ταύτην, ὡς δηλοῖ ὁ γράψας οὕτω· χείριος, ὑπήκοος, τιθασὸς, χειροήθης, χρήσιμος. καὶ χείριον, χειρόηθες, ὑπήκοον, ὑποχείριον, ὥστε ἡ τοιαύτη γραφὴ ῥητορικῶς οἶδε καὶ τοὺς δουλευτὰς ὑποχειρίους καλεῖσθαι. (Vers. 450.) Παιδὸς δὲ δραστηρίου ἔνδειξις τὸ, παῖδα γὰρ ἀτιτάλλω κερδαλέον δὴ τοῖον, ἁματροχόωντα θύραζε. (Vers. 452.) Εἰ δὲ καὶ πωλητέος ὁ τοιοῦτος, ἁρμόσει καὶ τὸ ἐφεξῆς· ὁ δ' ὑμῖν μυρίον ὦνον ἄλφοι, ὅ ἐστιν εὑρήσει, ὅπῃ περάσητε κατ' ἀλλοθρόους ἀνθρώπους. ἀφ' οὗ καὶ Ἀλφεσίβοια ἡ βόας ἄλφουσα. ἐκείνη μέντοι λόγῳ προικὸς διὰ κάλλος. Ἐν οἷς ἰστέον ὅτι τὸ μὲν ἄλφοι κατὰ τὸ ἐδούπησα ἔδουπον, ἐκτύπησα ἔκτυπον, ἐχραίσμησα ἔχραισμον, γίνεται ἀπὸ τοῦ ἀλφῶ ἀλφήσω, ἀφ' οὗ ἀλφηστής. Τὸ δὲ περάσητε Ὁμήρῳ σύνηθες, ὃς περᾶσαι οἶδε τὸ πέρην ἁλὸς διαπωλῆσαι. καὶ ἔστιν αὐτὸ πρωτότυπον τοῦ παρὰ τοῖς ὕστερον πιπράσκειν καὶ τῆς πράσεως· περῶ γὰρ περάσω πεπέρακα πέρασις, ἐξ ὧν κατὰ συγκοπὴν πράσω πέπρακα πρᾶσις. Τοῦ δὲ ἀλλοθρόους εὐθεῖα ἑνικὴ ὁ ἀλλόθροος πρὸς ὁμοιότητα τοῦ ἄθροος ὁ ἀθόρυβος, οὗ πρὸς διαστολὴν ἀθρόος ὁ συνηθροισμένος παροξύνεται. (Vers. 451.) Τὸ δὲ ἁματροχόωντα ἀντὶ τοῦ ἀκολουθητικὸν, δυνάμενον ἅμα τινὶ τρέχειν. γράφεται δέ, φασι, καὶ ὁμοτροχόωντα, τουτέστιν ἐν τῷ συμπορεύεσθαι καὶ τρέχοντά ποτε. (Vers. 455.) Ἐμπορευτικὰ δὲ τὸ, οἱ δ' ἐνιαυτὸν ἅπαντα παρ' ἡμῖν αὖθι μένοντες ἐν νηῒ γλαφυρῇ βίοτον πολὺν ἐμπολόωντο. (Vers. 459.) καὶ τὸ, ἤλυθεν ἀνὴρ πολύϊδρις χρύσεον ὅρμον ἔχων, μετὰ δ' ἠλέκτροισιν ἔερτο, ἢ ἔερκτο, τουτέστι συνεπέπλεκτο,

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
