Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.108.1
Not analysed yet
ἢ συνεκέκλειστο, καὶ ἦν οὗτος ἐκ τῶν ῥηθέντων Φοινικικῶν ἀθυρμάτων. (Vers. 462.) ὁμοίως ἐμπορικὸν καὶ τὸ, χερσὶν ἀμφαφόωντο καὶ ὀφθαλμοῖσιν ὁρῶντο ὦνον ὑπισχόμενοι, ὃ δὴ ὡς πρωπότυπον προϋπάρχει τοῦ ὑπισχνεῖσθαι. (Vers. 456.) Ἰστέον δὲ ὅτι Ὅμηρος μὲν ἐνταῦθα τὸ ἐμπολᾶσθαι παθητικῶς τε ἔφη, καὶ ἀντὶ τοῦ ἐξωνεῖσθαι. οἱ δὲ ὕστερον καὶ ἐνεργητικῶς λέγουσι καὶ ἀντὶ τοῦ ἁπλῶς πραγματεύεσθαι, ὡς δηλοῖ καὶ τὸ, κερδαίνετ' ἐμπολᾶτε. (Vers. 457.) Κεῖται δ' ἐνταῦθα καὶ τὸ, ναῦς ἤχθετο, ἀντὶ τοῦ, ἐβαρύνετο φόρτῳ. καὶ συγκροτεῖται καὶ διὰ τοῦ, ὅσα οἱ νέες ἄχθος ἄειραν. οἱ μέντοι μεθ' Ὅμηρον καὶ ἐπὶ λύπης τό, τε ἄχθεσθαι τιθέασι καὶ τὴν ἐξ αὐτοῦ ἀχθηδόνα. (Vers. 460.) Περὶ δὲ ὅρμου ἱκανῶς ἡ Ἰλιὰς δηλοῖ· κόσμος δὲ γυναικεῖος ἐστίν. ἐξ αὐτοῦ δὲ καὶ ὑφόρμιον χρυσοῦν κοσμάριον, ὡς ἐν ῥητορικῷ κεῖται λεξικῷ. ὀξύνεται δὲ παρά τισι τῶν ἐσύστερον ὁ τοιοῦτος ὅρμος, καθὰ καὶ ἀλλαχοῦ ἐῤῥέθη, πρὸς διαστολὴν τοῦ κατὰ τὸν λιμένα. Περὶ δὲ ἠλέκτρου προδεδήλωται. (Vers. 470.) Ὁδοῦ δὲ μετάμελον φαίνει τὸ, αὐτὰρ ἐγὼν ἑπόμην ἀεσιφροσύναις, ὅ ἐστι βλάβαις φρενῶν, ὃ καὶ ἀλλαχοῦ κεῖται. (Vers. 472.) Καταγωγῆς δὲ εἰς λιμένα φράσις τὸ, ἡμεῖς δ' ἐς λιμένα κλυτὸν ἤλθομεν ὦκα κιόντες. Ἐν τούτοις δὲ συλλογιστέον βρέφος μὲν οὐκ ἂν εἶναι τὸν Εὔμαιον ὅτε χρόνου τοιαῦτα ἐφ' ἑαυτῷ ἱστορεῖ, οὐ μὲν οὐδὲ παιδίον, ἀλλ' οὐδὲ παιδάριον, παιδίσκον δὲ ἤδη. οὐ γὰρ ἔστιν εἰπεῖν αὐτὸν ἡλικίας μείζονος, οἷον, παῖδα, ἢ ἄλλο τι τῶν ἐφεξῆς. ὧν τὴν ἀκολουθίαν Ἀλεξίων ἐκτιθέμενος γράφει οὕτως· βρέφος τὸ γεννηθὲν εὐθέως. παιδίον δὲ, τὸ τρεφόμενον ὑπὸ τῆς τιθηνοῦ. παιδάριον δὲ, τὸ ἤδη περιπατοῦν καὶ λέξεως ἀντεχόμενον. παιδίσκος δὲ, ὁ ἐν τῇ ἐχομένῃ ἡλικίᾳ. παῖς δὲ, ὁ δι' ἐγκυκλίων μαθημάτων δυνάμενος ἰέναι. τὴν δὲ ἑξῆς ἡλικίαν οἱ μὲν πάλληκα, οἱ δὲ βούπαιδα, οἱ δὲ ἀντίπαιδα, οἱ δὲ μελλέφηβον καλοῦσιν. ὁ δὲ μετ' αὐτὴν, ἔφηβος. ἐν δὲ Κυρήνῃ τοὺς ἐφήβους τρικαδίους καλοῦσιν, ἐν δὲ Κρήτῃ ἀποδρόμους διὰ τὸ μήπω τῶν κοινῶν δρόμων μετέχειν, Ἀχαιοὶ δὲ κούρους, Θρᾷκες ἀγούρους, ὡσαύτως καὶ Ἀττικοί. οἱ δὲ μετὰ ταῦτα μειράκειον ἢ μείραξ, εἶτα νεανίσκος, εἶτα νεανίας, εἶτα ἀνὴρ μέσος, εἶτα προβεβηκὼς, ὁ καὶ ὠμογέρων, εἶτα γέρων, εἶτα πρεσβύτης, εἶτα ἐσχατόγηρως. ταῦτα ὁ Ἀλεξίων, μὴ εἰπὼν καὶ τίς ὁ πέμπελος καὶ ὁ παρὰ τῷ Λυκόφρονι σύφαρ, ἀλλ' ὡς εἰκὸς, διὰ τοῦ ἐσχατόγηρως συνδηλώσας καὶ αὐτούς. Ὅτι δὲ βρέφος καὶ ἐπὶ τοῦ κατὰ γαστρὸς ἔτι ἐμβρύου ἐλέχθη καὶ αὖ πάλιν ἔμβρυον ἐπὶ βρέφους, ἔδειξεν ἐκεῖνο μὲν ἡ Ἰλιὰς, τὸ δεύτερον δὲ ἡ Ὀδύσσεια. Ἐπὶ πᾶσιν ἰστέον καὶ ὅτι τὰ ἐν τῷ διηγήματι λεπτὰ τὴν τῆς Σύρου δηλαδὴ ἢ Συρίας νήσου ἀρετὴν τὸ τοῦ γένους τοῦ Εὐμαίου βασιλικὸν τὴν τῆς Φοινίσσης μοιχείαν τοὺς τῶν Φοινίκων δόλους καὶ τὰ λοιπὰ τοιαῦτα τὸν Εὔμαιον αὐτόθεν εἰδέναι ἀπίθανον. εἰκὸς δέ, φασι, τοὺς Φοίνικας ἐκείνους τῷ Λαέρτῃ ἐπίτηδες αὐτὰ διηγήσασθαι, ὡς ἂν σπουδασθείη ὁ παῖς οἷα τίμιος, τὸν δὲ Λαέρτην ἀφηγήσασθαι ὕστερον τῷ Εὐμαίῳ. οὐ γὰρ ἂν ὁ ὑπὸ τιθήνῃ ἀτιταλλόμενος εἰδείη ἂν καὶ μάλιστα τὰ κρύφα πεπραγμένα, εἰ καὶ ἄλλως κερδαλέος τότε εἶναι φησίν. (Vers. 486.) Ὅτι σχηματίζεται ὁ προσποίητος ξένος Ὀδυσσεὺς δυσχεραίνειν ἐφ' οἷς ἐκ τοῦ Εὐμαίου ἤκουσε περὶ τῶν κατ' αὐτὸν, καὶ οἰκτιζόμενος, ὧν ἐκ παιδὸς ἔπαθε, παραμυθεῖται τοῖς ὕστερον ἀγαθοῖς, εἰπών· Εὔμαιε, ἦ μάλα δή μοι ἐνὶ φρεσὶ θυμὸν ὄρινας ἤτοι ἐτάραξας, ταῦτα ἕκαστα λέγων ὅσα δὴ πάθες ἄλγεα θυμῷ. ἀλλ' ἤτοι σοὶ μὲν παρὰ καὶ κακῷ ἐσθλὸν ἔθηκε θεὸς, ἐπεὶ ἀνδρὸς δώματ' ἀφίκεο πολλὰ μογήσας ἠπίου, ὃς δή τοι παρέχει βρῶσίν τε πόσιν τε ἐνδυκέως, ἤγουν ἐπιμελῶς, ζώεις δ' ἀγαθὸν βίον. αὐτὰρ ἔγωγε πολλὰ βροτῶν ἐπὶ ἄστε' ἀλώμενος ἐνθάδ' ἱκάνω. (Vers. 488.) Ἰστέον δὲ ὅτι τὸ, παρὰ καὶ κακῷ ἐσθλὸν ἔθηκε, καὶ εἰς παροιμίαν κεῖται ὅτε σύμμικτά τινι τὰ κατὰ τὸν βίον, οὗ περ ἐστερῆσθαι δοκεῖ λέγειν ὁ Ὀδυσσεύς. καὶ ὅτι ἐν τῷ, παρὰ καὶ κακῷ ἐσθλὸν, τὸ ὀρθὸν οὕτως ἦν· παρὰ κακῷ καὶ ἐσθλὸν ἔθηκεν. (Vers. 494.) Ὅτι νυκτερινὴν ὀλιγοϋπνίαν δηλοῖ τὸ, καταδραθέτην δ' οὐ πολλὸν ἐπὶ χρόνον, αἶψα γὰρ Ἠὼς ἦλθεν ἐΰθρονος. (Vers. 496.) Ὅτι τὸ ἐν ἄλλοις πλατέως ἐπὶ κατάπλου διασκευασθὲν ἐνταῦθα τῷ καιρῷ συνεπιτέμνων φράζει γοργῶς οὕτως· οἱ δὲ λύον ἱστία, καθεῖλον δὲ ἱστόν. τὴν δ' εἰς ὅρμον προέρυσαν ἐρετμοῖς, ἐκ δ' εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσι' ἔδησαν, ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης, δεῖπνόν τ' ἐντύνοντο, κερῶντό τε αἴθοπα οἶνον. ἐν τοῖς ἑξῆς δὲ ἄλλως ἐρεῖ συντομώτερον· εἶδε νῆα στρεφθεὶς ἐκ χώρης λιμένος ἐντὸς, ἱστία τε στέλλοντας ἐρετμά τε χερσὶν ἔχοντας. Ὅτι τὴν νῆα μὲν εἰς τὸ ἄστυ ὁ Τηλέμαχος στέλλει, αὐτὸς δὲ θελήσας εἰς ἀγρὸν ἐλθεῖν κατὰ τὴν ὑποθήκην τῆς Ἀθη-