# Commentarii ad Homeri Odysseam 2.109.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.109.1

νᾶς αὔριον παραθεῖναι λέγει τοῖς συμπλεύσασιν ὁδοιπόριον, τουτέστι μισθὸν ἢ ἀμοιβὴν ὑπὲρ τοῦ πλεῦσαι, δαῖτ' ἀγαθὴν κρειῶν τε καὶ οἴνου ἡδυπότοιο. ἡρωϊκὰ ταῦτα. οὔ πω γὰρ τὰ κίβδηλα ἐπαῤῥησιάζετο ἐν τοῖς τότε χρήματα. Ἰστέον δὲ ὅτι καὶ πᾶν δῶρον τὸ ὑπὲρ συνοδεύσεως καλῶς ἂν λέγοιτο ὁδοιπόριον. Ὅτι τὸ εἰς αὐτὴν τὴν Πηνελόπην καὶ εἰς αὐτὸν τὸν τοῦ Ὀδυσσέως οἶκον ἐλθεῖν ἰθὺς ἐκείνης καὶ ἐκείνου φησὶν ἀντὶ τοῦ, ἐξ ὀρθοῦ εἰς αὐτοὺς μηδαμοῦ πλαγιάσαντα. (Vers. 513.) Ὅτι μὴ ἀφεὶς ταπρῶτα ὁ Τηλέμαχος τὸν Θεοκλύμενον εἰς τὴν μητέρα ἐλθεῖν δι' εὔλογον αἰτίαν, ἀλλὰ πέμπων αὐτὸν εἰς τὸν Εὐρύμαχον, ὃς ἐπίδοξος ἦν γῆμαι τὴν Πηνελόπην, ὅμως ὕστερον γνοὺς μάντιν αὐτὸν εἶναι, οἷς τὰ περὶ Ὀδυσσέως ἐμαντεύσατο, μεταβουλεύεται τῇ τύχῃ συμμεταβληθεὶς, καὶ οὐκέτι ἐθέλει ἐμφανισθῆναι τῷ Εὐρυμάχῳ αὐτὸν, μὴ καὶ τὰ ὑπὲρ Ὀδυσσέως εἰπὼν ἀχρειώσῃ τὴν ἐφεξῆς πλάσιν. παραδίδωσιν οὖν αὐτὸν εὐπειθεῖ ἑταίρῳ Πειραίῳ τινὶ συμπλεύσαντι, ἵνα οἴκοι ἀγαγὼν ἐκεῖνον φιλοφρονῆται. καὶ ἐκεῖνος πείθεται. φράζει δὲ τὸ τοιοῦτον ὁ ποιητὴς οὕτως· ἄλλως μέν σε ἂν ἔγωγε καὶ ἡμέτερόνδε κελοίμην ἔρχεσθαι, οὐ γάρ τοι ξενίων ποθὴ, ἀλλὰ σοὶ αὐτῷ χεῖρον, ἐπεί τοι ἐγὼ μὲν ἀπέσσομαι, οὐδέ σε μήτηρ ὄψεται. οὐ μὲν γάρ τι θαμὰ μνηστῆρσι φαίνεται, ἀλλ' ὑπερωΐῳ ἱστὸν ὑφαίνει. (Vers. 518.) ἀλλά τοι ἄλλον φῶτα πιφαύσκομαι ἤγουν φάσκω, εἰς ὃν ἐλεύσῃ, Εὐρύμαχον Πολύβοιο δαΐφρονος ἀγλαὸν υἱὸν, ὃν νῦν ἶσα θεῷ Ἰθακήσιοι εἰσορόωσι. καὶ γὰρ πολλὸν ἄριστος ἀνὴρ, μέμονέ τε, ἤτοι μένος ἔχει μάλιστα, μητέρ' ἐμὴν γαμέειν καὶ Ὀδυσσέως γέρας ἕξειν. (Vers. 523.) εἶτα χρηστολογῶν εὐοιωνίστως ἤγουν εὐτυχῶς τὰ ἐφεξῆς, ἵνα καὶ ἑξῆς οἰωνοσκοπία προκλητικῶς ἐντεῦθεν συναφθεῖσα, εὐθὺς ἀλληλουχεῖται, φησίν· ἀλλὰ τά γε θεὸς οἶδεν Ὀλύμπιος αἰθέρι ναίων, εἴ κέ σφιν πρὸ γάμοιο τελευτήσει κακὸν ἦμαρ. ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις, κίρκος, Ἀπόλλωνος ταχὺς ἄγγελος. ἐν δὲ πόδεσσι τίλλε πέλειαν ἔχων, κατὰ δὲ πτερὰ χεῦεν ἔραζε, μεσσηγὺς νηός τε καὶ αὐτοῦ Τηλεμάχοιο. τὸν δὲ Θεοκλύμενος ἑτάρων ἄπο νόσφι καλέσας ἐνέφυ τε τῇ χειρὶ καὶ εἶπε· Τηλέμαχε, οὔ τοι ἄνευ θεοῦ ἔπτατο δεξιὸς ὄρνις· ἔγνων γάρ μιν ἐσάντα ἰδὼν οἰωνὸν ἐόντα, τουτέστι σημαντικὸν καὶ μαντευτικόν. (Vers. 533.) καὶ ἑρμηνεύων στενῶς καὶ οὐδὲ πάνυ σαφῶς τὸν τοιοῦτον οἰωνὸν διὰ τοὺς περιεστῶτας, ἵνα μὴ ἔκπυστα γένηται τὰ σιγῆς ἄξια, φησίν· ὑμετέρου δ' οὐκ ἔστι γένευς βασιλεύτερον ἄλλο ἐν δήμῳ Ἰθάκης, εἰ καὶ ὁ Εὐρύμαχος ἐθέλει τὸ τοῦ Ὀδυσσέως γέρας ἕξειν, ἤτοι τὴν βασιλείαν, (Vers. 534.) ἀλλ' ὑμεῖς καρτεροὶ αἰεὶ, τουτέστι δεσπόται, ἐγκρατεῖς, ὡς καὶ Ἀρχίλοχος· Ἀσίης καρτερὸς μηλοτρόφου, ὅ ἐστιν ἄρχων. (Vers. 526.) ἄλλως μέντοι πλατύτερον ὅμοιός ἐστιν ὁ νῦν οἰωνὸς τῷ πρὸ ὀλίγου ἐπὶ ἀετοῦ καὶ χηνὸς, πλὴν ὅσον ἐκεῖ μὲν ἄμφω τὰ ζῷα μεγάλα, ἐνταῦθα δὲ οὐ τοιαῦτα, καὶ ἐκεῖ μὲν ὡς φάγων τῶν μνηστήρων σύμβολον ἦν ἡ ἀδηφάγος χὴν, ἐνταῦθα δὲ ἡ τρήρων πέλεια τὴν ἐκείνων, ὡς προγέγραπται, δειλίαν συμβολοσκοπεῖ καὶ ἀγγέλλει κατὰ τὸν ποιητὴν ὡς ἄγγελος οἰωνὸς κακὸν ἦμαρ τελευτήσειν τοῖς μνηστῆρσι πρὸ γάμου, καθὰ καὶ τῇ πελείᾳ νῦν αὐτίκα ὄλεθρος ἐπῆλθεν ἅμα τῇ φήμῃ τοῦ Τηλεμάχου, ὃς σὺν καὶ τῷ πατρὶ τῦπον ἀετοῦ τε ἔχει καὶ κίρκου, περὶ οὗ καὶ αὐτοῦ προδεδήλωται. (Vers. 517.) Ὅρα δ' ἐν τοῖς ῥηθεῖσιν ὅτι τε ὑπερώϊον ἐνταῦθα πεντασυλλάβως ἔφη ὁ ποιητὴς, ἐξ οὗ τὸ ὑπερωϊόθεν ἐπίῤῥημα. (Vers. 521.) καὶ ὅτι καὶ αὐτὸς ὁ Τηλέμαχος κρίνει τὸν Εὐρύμαχον ὑπερτερεῖν τῶν ἄλλων μνηστήρων, φιλαλήθως αὐτὸν ἐπαινῶν. (Vers. 525.) καὶ ὅτι τὸ μὲν ὄρνις γένος, ὡς καὶ ἀλλαχοῦ ὁ ἀετὸς, εἰδικὸν δέ τι, μᾶλλον δὲ εἴδους ἄτομον, ὁ κίρκος, ὡς ἐκεῖ ὁ χήν. (Vers. 532.) ὁ δ' ἐνταῦθα οἰωνὸς ἐπὶ συμβόλου καὶ σημείου μαντικοῦ τίθεται, ὅθεν καὶ οἰωνίζεσθαι τὸ μαντεύεσθαι. δῆλον δ' ὅτι τοιοῦτόν τι πολλάκις καὶ ὁ ὄρνις δηλοῖ, ὡς καὶ ἐν τῷ, δέχου τὸν ἄνδρα καὶ τὸν ὄρνιν τοῦ θεοῦ, καὶ ἐν ἄλλοις δὲ πολλοῖς. (Vers. 531.) Σημείωσαι δ' ἐνταῦθα καὶ ὅτι τὸ, οὔ τοι ἄνευ θεοῦ ἔπτατο ὄρνις, ὁριστικόν ἐστι τοῦ οἰωνοῦ. ἔστι γὰρ μαντικὸς οἰωνὸς ὄρνις οὔ τοι ἄνευ θεοῦ πετόμενος. (Vers. 526.) ταχὺν δὲ τὸν κίρκον εἶναι καὶ Ἀπόλλωνος ἱερὸν, τεθρύλληται, καθὰ καὶ ὅτι τῷ Διῒ ἀνιέρωται ὁ ἀετός. (Vers. 532.) Τὸ δὲ ἔγνων οἰωνὸν ἐόντα ταυτόν ἐστι τῷ, ἔγνων ὡς οἰωνίζεταί σοι. (Vers. 533.) Ὅρα δὲ καὶ ὅτι δυνάμενος εἰπεῖν ἐν τούτοις, γένους βασιλεύτερον, γένευς εἶπε ποιητικώτερον διὰ πλείω φωνῆς ὄγκον. Τὸ δὲ βασιλεύτερον συγκριτικῶς λεχθὲν δηλοῖ ὡς καὶ ἄλλοι μέν εἰσι βασιλεῖς ἐν Ἰθάκῃ καθά που καὶ ὁ Τηλέμαχος εἶπεν, ὅμως δὲ πάντων βασιλεύτερον τὸ γένος τοῦ Ὀδυσσέως. (Vers. 534.) Τὸ δὲ ἐν δήμῳ Ἰθάκης, πρὸς ἀκρίβειαν κεῖται. οὐ γὰρ οὐδαμοῦ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
