# Commentarii ad Homeri Odysseam 2.11.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.11.1

πλειάδας κομίζειν γράφει, ὡς καὶ προδεδήλωται, Ζεὺς τρήρωσι πελειάσιν ὤπασε τιμὴν ταύτην. Σιμωνίδης δὲ πελειάδας οὐρανίας τὰς πλειάδας φησί. καὶ Πίνδαρος δὲ, ἔνθα ὀρίας αὐτὰς πελειάδας λέγει, ὡς κειμένας ἐπὶ τῆς οὐρᾶς τοῦ ταύρου, καθὰ καὶ αὐτὸ προγέγραπται. καὶ Αἰσχύλος δὲ ἐκφανέστερον προσπαίζων πρὸς τὴν ὁμοφωνίαν ἀπτέρους πελειάδας εἶπεν ἐν πτώσει ὀρθῇ. καὶ Λαμπροκλῆς, αἳ ποταναῖς ὁμώνυμοι πελειάσιν ἐν αἰθέρι κεῖνται· ἔνθα ὅρα τὸ ποταναῖς, ληφθὲν μὲν ἀπὸ θέματος οὗ καὶ τὰ ποτητὰ, πρωτόθετον δὲ ὂν τοῦ πτηναῖς. καὶ τοιαῦτα μὲν τὰ τοῦ δειπνοσοφιστοῦ περὶ πελειάδων, εἴτουν πλειάδων. ἐν δὲ τοῖς οὕτως ὀνομάσασιν ἔστι καὶ Εὐριπίδης, ἑπταπόρου δρόμημα πελειάδος εἰπών. Καὶ Θεόκριτος δὲ, παρ' ᾧ κεῖται τὸ, ἀνατέλλουσι πελειάδες. ἀλλ' οὕτω μὲν ὁ Ἀμφιπολίτης Χείρων. Ἀριστοτέλης δέ φασιν ἀλληγορικῶς εἶπε δηλοῦν Ὅμηρον ἐξ ἀναθυμιάσεως τρέφεσθαι τοὺς θεοὺς ἤτοι τὰ ἄνω σώματα, ἀεροπόρον ζῷον παραλαβόντα εἰς ἔνδειξιν τῆς τοιαύτης τροφῆς. τὸ δὲ ἀφαιρεῖσθαί τι ὑπὸ τῆς πέτρας δηλοῦν ἔφη ὡς καὶ ἡ γῆ ἕλκει ἐκ τῆς τοιαύτης ἀναθυμιάσεως. Ἀλέξανδρος δὲ ὁ βασιλεὺς διὰ τὸ δοκεῖν φησὶ τοὺς θεοὺς φιλοσόφους καὶ ἡδονῆς μείζους ἀναθεῖναι τὸν ποιητὴν τὴν ἐκείνων τροφὴν τῷ ἀσθενεστάτῳ καὶ τρυφερωτάτῳ ζῴῳ, ὑφ' οὗ βραχύ τι ἂν παρακομίζετο. Ἄλλοι δὲ Δία μὲν νοοῦσι τὸν Ἥλιον ἀκολούθως Πλάτωνι, ὃς ἐν Φαίδρῳ φησίν· Ὁ μὲν δὴ μέγας ἐν οὐρανῷ Ζεὺς, ὅ ἐστιν Ἥλιος, πτηνὸν ἅρμα ἐλαύνων· ἀμβροσίαν δὲ τὰς ἀτμίδας αἷς Ἥλιος τρέφεται, καθὰ δοξάζει καὶ Δημόκριτος. δῆλον δὲ ὡς καὶ ἐκ θαλάσσης τοιαύτη ἀνιμωμένη τροφὴ ἀναφέρεται. εἰσὶ δὲ οἵ φασι καὶ ὡς ὅτε τὸ ἄστρον ὁ ταῦρος ἕκαθεν τῶν Πλαγκτῶν γένηται, συμβαίνει ἕνα τῶν ἐπὶ τῆς οὐρᾶς αὐτοῦ ἑπτὰ ἀστέρων, οἳ πλειάδες λέγονται, ἀμαυροῦσθαι τῇ ἐκ τῶν Πλαγκτῶν ἀναφορᾷ τοῦ καπνοῦ. καὶ τοῦτο εἶναι τὸ τὰς Πλαγκτὰς ἀφαιρεῖσθαι καὶ τῶν πελειῶν. Ἀλέξανδρος δὲ ὁ Πάφιος ἱστορεῖ τὸν Ὅμηρον υἱὸν Αἰγυπτίων Δμασαγόρου καὶ Αἴθρας, τροφὸν δὲ αὐτοῦ προφῆτιν τινὰ θυγατέρα Ὤρου, ἱερέως Ἴσιδος, ἧς ἐκ τῶν μαστῶν μέλι ῥεῦσαι ποτὲ εἰς τὸ στόμα τοῦ παιδίου. καὶ τὸ βρέφος ἐν νυκτὶ φωνὰς ἐννέα προέσθαι, χελιδόνος, ταῶνος, περιστερᾶς, κορώνης, πέρδικος, πορφυρίωνος, ψαρὸς, ἀηδόνος, καὶ κοττύφου· εὑρεθῆναί τε τὸ παιδίον μετὰ περιστερῶν ἐννέα παῖζον ἐπὶ τῆς κλίνης. εὐωχουμένην δὲ παρὰ τοῖς τοῦ παιδὸς τὴν Σιβύλλαν, ἐμμανῆ γεγονυῖαν, ἔπη σχεδιάσαι. ὧν ἀρχὴ, Δμασαγόρα πολύνικε, ἐν οἷς καὶ μεγακλεῆ καὶ στεφανίτην αὐτὸν προσειπεῖν, καὶ ναὸν κτίσαι κελεῦσαι ἐννέα πεγριδῶν· ἐδήλου δὲ τὰς Μούσας. τὸν δὲ καὶ τοῦτο ποιῆσαι, καὶ τῷ παιδὶ ἀνδρωθέντι ἐξειπεῖν τὸ πρᾶγμα. καὶ τὸν ποιητὴν οὕτω σεμνῦναι τὰ ζῷα οἷς βρέφος ὢν συνέπαιζε. καὶ ποιῆσαι αὐτὰ τῷ Διῒ τὴν ἀμβροσίαν κομίζοντα. (Vers. 64.) Τὸ δὲ λὶς πέτρα δὶς ἐνταῦθα ῥηθὲν δηλοῖ μὲν κατά τι προσηγορικὸν τὰς δύο Πλαγκτάς. ἀποκέκοπται δὲ ἐκ τοῦ λισσή· οἷον, λισσὴ δ' ἀναδέδρομε πέτρη· καὶ οὕτω συμπέπτωκε πρὸς τὸ λὶς ὁ λέων. διὸ περισπῶσι τινὲς ἐκεῖνο πρὸς διαφοράν. οὐκ ἔχει δὲ κλίσεως κίνησιν τὸ, λὶς πέτρη, ὡς οὐδὲ ἄλλη τις λέξις ἀποκοπὴν παθοῦσα τῶν ὡσανεὶ ποδῶν ἤγουν τῆς ληγούσης, καθ' ἣν κινεῖται τὰ κλινόμενα, ὁποῖον τὸ δῶ, τὸ κρῖ, τὸ λίπα, καὶ ἕτερα. (Vers. 67.) Πίνακες δὲ νεῶν σανίδες, ὡς καὶ ἀλλαχοῦ. ἐξ ὧν καὶ τὸ, ῥήματα πινακηδὸν ἀποσπῶν, παρὰ τῷ κωμικῷ. Οἱ δὲ παλαιοὶ τὴν λέξιν ἑρμηνεύουσιν ἐνταῦθα καὶ ἀποκλάσματα καὶ ναυάγια. Ἰστέον δὲ ὅτι τὸ, ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶν κύματα φορέουσι, χρονικὸν ἔχει τὸ ὁμοῦ, ἶσον ὂν τῷ, ἐν τῷ αὐτῷ τόπῳ. τοιοῦτον δὲ καὶ τὸ, τῇ ὁμοῦ ἐτρεφόμην. καὶ τὸ, ὁμοῦ ἔχον ὠκέας ἵππους ἐν Ἰλιάδι. ἔσθ' ὅτε δέ φασι τὸ ὁμοῦ καὶ ἐπὶ χρονικοῦ ἐπιῤῥήματος τάσσεται κατὰ Ἀσκληπιάδην, ὡς ἐν τῷ, εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς, εἰ μή τις εἴποι καὶ τοῦτο, ἐν τῷ αὐτῷ τόπῳ, ἵνα λέγῃ ὡς ἐν Τροίᾳ ἡ μάχη καὶ ὁ λοιμὸς δαμᾷ. ὅτι δὲ καὶ τὸ ἅμα λαμβάνεται τὰ πλείω χρονικῶς, πρόδηλόν ἐστιν, οἷον· ἔνθα δ' ἅμ' οἰμωγή τε καὶ εὐχωλὴ πέλεν, ἤγουν ἐν τῷ αὐτῷ χρόνῳ· καὶ, κόσμηθεν ἅμ' ἡγεμόνεσσιν ἕκαστος. καὶ, οἱ δ' ἅμα πάντες ἐφ' ἵπποισι μάστιγας ἄειραν. τοιοῦτον φασὶ καὶ τὸ, Σόλων ἅμα ἐγένετο Ἀναχάρσιδι. ὅ πέρ ἐστι, κατὰ τὸν αὐτὸν χρόνον ἤκμασαν. οὐ δήπου γὰρ τὸν Ἕλληνα Σόλωνα καὶ τὸν Σκύθην σοφὸν ὁ αὐτὸς τόπος εἰς γένεσιν παρήγαγε. (Vers. 68.) Πυρὸς δὲ ὀλοοῦ θύελλαι, τοῦ ἐκ τῶν Πλαγκτῶν δηλαδὴ, καθὰ καὶ προεδηλώθη. αἳ πῦρ, φασὶν, ἐν τῷ συναράττεσθαι πρὸς ἀλλήλας ἐκβάλλουσι καθὰ καὶ τὰ πυρεῖα, εἰ χρὴ μικροῖς τὸ οὕτω μέγα παραβαλεῖν. διὸ καὶ Ὀδυσσεὺς ἐν τοῖς ἑξῆς, εἰ καὶ μὴ πῦρ ἀλλὰ πυρὸς σημεῖον καπνὸν ὁρᾷ, καὶ δοῦπον ἀκούει τὸν ἐκ τῆς συῤῥήξεως καὶ παρατρίψεως τῶν

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
