Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.110.1
Not analysed yet
γῆς οὐκ ἔστι βασιλεύτερον γένος ἄλλο, ἀλλ' ἐν Ἰθάκῃ. Τὸ δὲ ἀλλ' ὑμεῖς καρτεροὶ αἰεὶ, οὐκ ἀναγκαίως μὲν κεῖται, ποιεῖ δ' ὅμως πλείω σαφήνειαν, ἵνα τὸ μὲν οὐκ ἔστιν ἄλλο γένος βασιλεύτερον εἴη ἄρσις, θέσις δὲ τὸ, ἀλλ' ὑμεῖς. ἀστεία δὲ ἡ λύσις τοῦ οἰωνοῦ πρὸς τὴν τοῦ Τηλεμάχου πρότασιν. ἐκεῖνος μὲν γὰρ θεῷ εἶπε γνωστὸν εἶναι εἰ τὸ τοῦ Ὀδυσσέως γέρας ἕξει Εὐρύμαχος, Θεοκλύμενος δὲ ἀποφαίνεται τὸ τοῦ Ὀδυσσέως βασιλεῦσαι γένος. ἐνταῦθα δὲ ἔστιν εἰπεῖν καὶ ὅτι Θεοκλύμενος καλὸν ἐπίβαθρον, τουτέστι ναῦλον, ἀποδίδωσι τῷ Τηλεμάχῳ τὴν περὶ τοῦ μέλλοντος ἀγαθὴν εἴδησιν. (Vers. 536.) Ὅτι ὁ ἐπὶ ἀγαθῇ ἀγγελίᾳ ὑπισχνούμενός τι ἀγαθὸν καλῶς ἂν εἴπῃ τὸ, αἲ γὰρ τοῦτο ξεῖνε ἔπος τετελεσμένον εἴη· τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι. ἔστι δὲ τὸ θέμα τοῦ συναντόμενος ἄντω ἄντομαι. (Vers. 540.) Ὅτι ὁ παραδιδοὺς ἀγαθῷ φίλῳ ξένον τινὰ ἐπὶ φιλοφροσύνῃ ἔχοι ἂν φάναι τὸ, ὦ δεῖνα, σὺ δή μοι τά περ ἄλλα μάλιστα πείθῃ ἐμῶν ἑτάρων, καὶ νῦν μοι τὸν ξεῖνον ἄγων ἐν δώμασι σοῖσιν ἐνδυκέως φιλέειν καὶ τιέμεν, ἤγουν φίλει καὶ τίμα εἰσόκεν ἔλθω. Τηλέμαχος δὲ ταῦτα λέγει πρὸς τὸν ῥηθέντα Πείραιον περὶ Θεοκλυμένου. ἐφ' ᾧ δευτέραν σοφωτέραν ταύτην φροντίδα σχὼν ὁ Τηλέμαχος οὐκέτι, ὡς ἐῤῥέθη, παριστᾶν αὐτὸν ἐθέλει τῷ Εὐρυμάχῳ, ἀλλὰ μεταθέμενος τῷ Πειραίῳ παραδίδωσι, δοκιμάσας οὕτω διὰ τὸ μαντικῆς αὐτὸν εὑρεῖν ἐπιστήμονα. (Vers. 545.) Σημείωσαι δὲ καὶ ὅτι ὁ καταδεξάμενος ὑποδέξασθαι τὸν, ὡς ἐῤῥέθη, παραδιδόμενον ξένον, εἰκότως πρὸς τὸ εἰσόκε ἔλθω, ἐρεῖ τὸ, ὦ δεῖνα, εἰ γάρ κεν σὺ πολὺν χρόνον ἐνθάδε μίμνοις, τόνδε τ' ἐγὼ κομιῶ, ξενίων δέ οἱ οὐ ποθὴ ἔσται. εἴη δ' ἂν τὸ κομιῶ ἐφερμηνευτικὸν τοῦ φιλέειν καὶ τιέμεν· τούτου γὰρ ἐκεῖνα ἦσαν δηλωτικά. ἔστι δὲ τὸ κομιῶ μέλλων δεύτερος Ἀττικὸς τοῦ κομίζειν ὅμοιος τῷ ἐγγιῶ καὶ βαδιοῦμαι καὶ τοῖς τοιούτοις. δηλοῖ δὲ ἡ λέξις τὸ, ἐπιμελείας ἀξιώσω. (Vers. 540.) Ἰστέον δὲ ὅτι τὸν ῥηθέντα Πείραιον υἱὸν ὄντα Κλυτίου Κλυτίδην λέγει κατὰ συγκοπήν. τὸ γὰρ ἐντελὲς Κλυτιάδης ἐστὶν ὁμοίως τῷ Ἀλεξιάδης καὶ τοῖς τοιούτοις. (Vers. 553.) Ὅτι τὸ, οἱ μὲν ἀναβάντες ἔπλεον, ἐνταῦθα παραφράζων φησίν· οἱ μὲν ἀνώσαντες πλέον ἐς πόλιν, τουτέστιν ἀνωθήσαντες τὴν ναῦν ὑψοῦ ἐν νοτίῳ ὥστε πλέειν. κυρίως γὰρ ὠθεῖν τὸ ἀπὸ χθαμαλωτέρων ἀνάγειν εἰς ὑψηλότερον. (Vers. 555.) Ὅτι καὶ ἐνταῦθα τὸν σπουδαίως θέοντα φέρεσθαι λέγει ποσὶν, οὐ μὴν αὐτὸν φέρειν τοὺς πόδας, εἰπών· τὸν δ' ὦκα προβιβῶντα πόδες φέρον, ὄφρα ἵκετο αὐλὴν, ἔνθα οἱ ἦσαν ὕες μάλα μυρίαι. (Vers. 557.) αἷς ὁ συβώτης ἐσθλὸς ἐὼν ἐνίαυεν, ἀνάκτεσιν ἤπια εἰδώς· ὅ περ σύστοιχόν ἐστι τῷ, ὅμως δέ τοι ἤπια οἶδε. διὰ δὲ τὸ τοιοῦτος εἶναι καὶ ἐσθλὸς ἐῤῥέθη. Ὅρα δὲ καὶ ὅτι μετρήσας ἤδη τάς τε θηλείας ὕας καὶ τοὺς ἄῤῥενας καὶ εἰς ῥητὸν ἀριθμὸν περιστήσας, ἤγουν εἰς ἐνακοσίους καὶ ἑξήκοντα, ὅμως ἐνταῦθα ὕες μάλα μυρίαι εἶπεν ὁ ποιητὴς, ἐκπλήττειν καὶ οὕτως ἐθέλων τῇ ἀοριστίᾳ τὸν ἀκροατήν. (Vers. 556.) Ἐνταῦθα δὲ ὅρα καὶ ὅτι καὶ ἀῤῥένων συῶν ὄντων, ἔτι δὲ καὶ θηλειῶν, ἐξενίκησε τὸ ἀπὸ μέρους τοῦ τῶν θηλειῶν οὕτω φράσαι τοὺς ὅλους. ἐνεχώρει μὲν γὰρ εἰπεῖν, ὕες μυρίοι οἷσι συβώτης ἐνίαυεν· εἵλετο δὲ Ἰωνικῶς ἅμα καὶ Ἀττικῶς, θηλυκῶς φράσαι, ὕες μυρίαι αἷς ἐνίαυε. (Vers. 555.) Τὴν δὲ ῥηθεῖσαν αὐλὴν καὶ αὖλιν παρωνύμως καὶ ἔπαυλιν ἔστιν εἰπεῖν. Τὸ δὲ ἐνίαυεν ἀντὶ τοῦ, ἐνδιέτριβεν, ὅθεν καὶ ἐνιαυτὸς, χρόνος ἐπιμήκης ἔχων τριβήν. ΥΠΟΘΕΣΙΣ ΤΗΣ Π. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. Ἐλθόντος εἰς τοὺς ἀγροὺς Τηλεμάχου, πέμπεται Εὔμαιος εἰς τὴν πόλιν ὀφείλων ἐπαγγεῖλαι τοῦ δεσπότου τὴν παρουσίαν. γίνεται δὲ ἐν τοῖς ἑξῆς Ὀδυσσέως πρὸς τὸν υἱὸν ἀναγνωρισμὸς κατὰ βούλησιν Ἀθηνᾶς καὶ τῶν ἐπὶ τὴν ἐνέδραν Τηλεμάχου τεταγμένων ἐπὶ τὴν πόλιν ὑποστροφή. ΟΔΥΣΣΕΙΑΣ Π. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ. Ὅτι ἀναγνωρισμὸς Ὀδυσσέως ἡ ῥαψῳδία αὕτη ἐπιγέγραπται. ἀνεγνωρίσθη γὰρ ἀναγκαίως ἐνταῦθα τῷ υἱῷ Τηλεμάχῳ, ἵνα προβουλεύσωνται. (Vers. 2.) Ὅτι τὸ, ἐντύνοντ' ἄριστον ἅμα ἠοῖ