# Commentarii ad Homeri Odysseam 2.111.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.111.1

κηάμενοι πῦρ, δεῖπνον δηλοῖ σκευάζεσθαι τῷ Εὐμαίῳ καὶ τῷ Ὀδυσσεῖ. διὸ καὶ πρὸ ὀλίγων ἐῤῥέθη τὸ, ἅμα ἠοῖ φαινομένῃ δειπνήσας. ταυτὸν οὖν ἐνταῦθα δεῖπνον καὶ ἄριστον συνωνυμίας λόγῳ, γενόμενα τὸ μὲν παρὰ τὸ δεῖ πονεῖν, τὸ δὲ παρὰ τὸ ἄρην τηνικαῦτα συνίστασθαι, ὥς περ αὖ πάλιν ἑσπέρας δόρυ παύεται, τουτέστι πόλεμος, κατὰ τὸ, ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι. Σημειοῦνται δὲ οἱ παλαιοὶ ὅτι ἅπαξ ἐνταῦθα ἡ τοῦ ἀρίστου λέξις εἴρηται καὶ ἅπαξ ἐν Ἰλιάδι, καὶ ἐλέχθη περὶ τούτου καὶ ἐκεῖ. Ἰστέον δὲ ὅτι ἐν τοῖς τοῦ Ἀθηναίου φέρεται περὶ ἀρίστου καὶ δείπνου καὶ τῶν τούτοις ὁμοστοίχων καὶ τοιαῦτα τινά. ἄριστον, τὸ ἀκράτισμα, ἤγουν τὸ πρωϊνὸν ἔμβρωμα, ὃ ἡμεῖς ἀκρατισμόν, φησι, καλοῦμεν διὰ τὸ ἐν ἀκράτῳ βρέχειν καὶ προσίεσθαι ψωμούς. προφέρει δὲ ὁ αὐτὸς καὶ χρήσεις, ἐν αἷς καὶ τὸ, ἀκρατιοῦμαι μικρὸν εἶθ' ἥξω πάλιν. λέγει δὲ καὶ ὅτι Φιλήμων τροφαῖς τέσσαρσι χρᾶσθαι φησὶ τοὺς παλαιοὺς, ἀκρατίσματι, ἀρίστῳ, ἑσπερίσματι, δείπνῳ· καὶ ὅτι τὸν μὲν ἀκρατισμὸν διανηστισμὸν ἐκεῖνοι ἔλεγον, τὸ δὲ ἄριστον δορπηστὸν, τὸ δὲ δεῖπνον ἐπιδορπίδα. ἔστι δέ, φησιν, ἡ τάξις τῶν ὀνομάτων καὶ παρ' Αἰσχύλῳ, ἐν οἷς παράγει τὸν Παλαμήδην λέγοντα οὕτω· σῖτον δ' εἰδέναι διώρισα, ἄριστα δεῖπνα δόρπαθ' αἱρεῖσθαι τρία. τῆς δὲ τετάρτης, φησὶ, τροφῆς οὕτω μέμνηται Ὅμηρος· ἔρχεο δειελιήσας, ὃ καλοῦσι τινὲς δειλινὸν βρῶμα, μεταξὺ ὂν τοῦ ὑφ' ἡμῶν λεγομένου ἀρίστου καὶ δείπνου. ὅτι δὲ τοῦτο ἤγουν τὸ δειελιήσας ἀντιλέγεται ὡς μὴ δηλοῦν τετάρτην τροφὴν, ἐπεὶ μηδὲ οἶδεν Ὅμηρος τροφὰς ἐφ' ἑκάστης ἡμέρας τέσσαρας, ἐν τοῖς ἑξῆς που ῥηθήσεται. ὁ δὲ Ἀθήναιος λέγει καὶ ὡς ἄριστον μέν ἐστι τὸ ὑπὸ τὴν ἕω λαμβανόμενον, δεῖπνον δὲ τὸ μεσημβρινὸν, ὃ ἡμεῖς ἄριστον φαμέν· δόρπον δὲ τὸ ἑσπερινόν. ἐπὶ δὲ τούτοις ἐπικρίνει συνωνυμεῖν τὸ ἄριστον τῷ δείπνῳ ἐξ Ὁμηρικῆς χρήσεως ὡρμημένος. (Vers. 4.) Ὅτι τὸν Τηλέμαχον ἐλθόντα περίσαινον κύνες ὑλακόμωροι, οὐδ' ὕλαον προσιόντα. ἐνόησε δὲ ὁ ἐμφρόντις Ὀδυσσεὺς σαίνοντάς τε κύνας, περὶ δὲ κτύπος ἦλθε ποδοῖϊν, ἤγουν περιῆλθεν αὐτὸν ὁ κτύπος τῶν ποδῶν τοῦ υἱοῦ. οὕτω καὶ ὁ γέρων Νέστωρ ἐν Ἰλιάδι νοεῖ πρὸ τῶν ἄλλων τὸ ἐλπιζόμενον, ὅτε φησὶν ἐκεῖνος, ἵππων μ' ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει. καὶ εἰκότως ταῦτα. ἐκεῖ τε γὰρ ὁ Νέστωρ ἐφ' οἷς ἐλπίζει ἐγρήγορε. καὶ νῦν δὲ ὁμοίως ὁ Ὀδυσσεὺς προσδοκῶν τὸν υἱόν. (Vers. 8.) διὸ καὶ λέγει πρὸς Εὔμαιον· ἦ μάλα τίς τοι ἐλεύσεται ἐνθάδ' ἑταῖρος, ἢ καὶ γνώριμος ἄλλος, ἐπεὶ κύνες οὐχ' ὑλάουσιν ἀλλὰ περισαίνουσι. ποδῶν δ' ὑπὸ δοῦπον ἀκούω, ὃν κτύπον ἀνωτέρω ἔφη ὡς ταυτὸν ὂν οὕτως ἢ οὕτως εἰπεῖν. οὐκ ἔχει δὲ καιριωτέραν ἐπὶ κυνῶν λέξιν εἰπεῖν τοῦ σαίνειν καὶ τοῦ ὑλάειν, ἐξ οὗ παράγωγον τὸ ὑλάσσειν καὶ τὸ ὑλακτεῖν. ὧν ἀγριώτατον μὲν ἡ ὑλακὴ, ἐξ οὗ κύνες ὑλακόμωροι, ὡς προδεδήλωται· πραῢ δὲ τὸ σαίνειν, παραχθὲν ἐκ τοῦ τὸ οὐραῖον τηνικαῦτα σείεσθαι. ἀπὸ γὰρ τοῦ σέω, σῶ, ἐξ οὗ τὸ σείω, ἐξ αὐτοῦ καὶ τὸ σαίνω, κυριολεκτούμενον μὲν ἐπὶ κυνῶν, ἤδη δὲ καὶ ἐπὶ ἑτέρων ζῴων, μεταφερόμενον δὲ τροπικῶς καὶ εἰς τοὺς ὑπούλους καὶ κολακικοὺς, ἔτι δὲ καὶ εἰς τοὺς λαιθάργως δάκνοντας. Ἰστέον δὲ ὅτι ἐκ τοῦ, ὡς ἐῤῥέθη, σέω, οὗ παράγωγα τὸ σείω καὶ τὸ σαίνω, προῆλθε καὶ τὸ σήθω, ἀφ' οὗ καὶ σητάνειος ἄρτος, καὶ τηλία, ἧς χρῆσις καὶ παρὰ τῷ κωμικῷ. ἐκεῖθεν δὲ καὶ τὸ σόω, οὗ σύνθετον παράγωγον ὁ λαοσσόος Ἄρης, ὅ περ εἰκὸς γενόμενον σούω προσλήψει τοῦ υ σχεῖν ῥῆμα ἐκ κινήσεως Λακωνικὸν τὸ ἀπέσσουα, ἤγουν ἀφώρμησεν, ἀπῆλθεν, ἀπέθανεν. καὶ τὸ σούσθω δὲ παρὰ Σοφοκλεῖ ἐκ τοῦ σόω, θέματος ὥρμηται. σοέσθω γὰρ ἐκεῖθεν καὶ κράσει σούσθω. ἔτι ἐκ τοῦ σέω σῶ ἐκείνου τοῦ πρώτου καὶ τὸ σύω τὸ ὁρμῶ. τοῦ δὲ σαίνειν σύνθετον τὸ σαίνουρον, πρὸς ἀναλογίαν τοῦ λόφουρον, ἴσως δὲ καὶ ὁ σάννας ἢ σάννος ἐξ αὐτοῦ παρῆκται, ὃς ὅτι τὸν εὐήθη σημαίνει, ἀλλαχοῦ ἐγράφη. καὶ τοῦτο μὲν τοιοῦτον. Δῆλον δὲ ὅτι διὰ τὸ, ὡς ἐῤῥέθη, καίριον ἐπέμεινε καὶ τῇ τοῦ σαίνειν λέξει καὶ τῇ τοῦ ὑλάειν. (Vers. 4.) Ὅρα δὲ ὡς τὸ μὲν ὑλακόμωροι ἐκτείνει τὴν ἄρχουσαν, τὸ δὲ ὕλαον καὶ τὸ οὐχ' ὑλάουσι συστέλλει αὐτήν. (Vers. 10.) Ἰστέον δὲ ὅτι τὸ, ἀλλὰ περισαίνουσιν, ἀναγκαίως πρόσκειται. οὐ γὰρ ἁπλῶς φίλου ἥκοντος σύμβολον τὸ μὴ ὑλάειν τοὺς κύνας, εἰ μὴ καὶ περισαίνουσι. (Vers. 6.) Τὸ δὲ περὶ δὲ κτύπος ἦλθε ποδοῖϊν ἐσχημάτισται. τὸ γὰρ ὀρθὸν καὶ σαφὲς καὶ κοινὸν ἦν τὸ, σαίνοντάς τε κύνας κτύπον τε ποδῶν. ὁ δὲ, ὑποστίξας εἰς τὸ κύνας, ἐπήγαγεν ὡς ἀπὸ ἄλλης ἀρχῆς ἰδικὴν ἔννοιαν τὸ, περὶ δὲ κτύπος ἦλθε ποδῶν. ἔστι δὲ τὸ περιῆλθε ταυτὸν τῷ ἠκούσθη, περὶ αὐτὸν ἦλθε. παρὰ δὲ τοῖς ὕστερον περιελθεῖν λέγεται καὶ τὸ ὑπούλως μετελθεῖν, καὶ τὸ κατεργάσασθαι δὲ, οἷον, περιῆλθε τὸν δεῖνα τὸ φάρμακον. δῆλον δὲ καὶ ὅτι ταυτὸν τὸ, περὶ δὲ κτύπος

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
