# Commentarii ad Homeri Odysseam 2.112.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.112.1

ἦλθε ποδοῖϊν, καὶ, ποδῶν δ' ὑπὸ δοῦπον ἄκουσεν. (Vers. 8.) Ἐν δὲ τῷ, ἑταῖρος ἢ καὶ γνώριμος ἄλλος, διορίζει τοῦ ἑταίρου τὸν γνώριμον. καὶ ἴσως μὲν τιμιώτερον ὁ ἑταῖρος τοῦ ἁπλῶς γνωρίμου. ἴσως δὲ καθολικώτερόν τι ὁ γνώριμος, περιέχων τόν τε ἑταῖρον καὶ τοὺς ἄλλους ὁπωσοῦν συνήθεις. ἅπαξ δέ, φασιν, ὧδε ἡ τοῦ γνωρίμου κεῖται λέξις. Τὸ δὲ ἄλλος, ἑτεροιότητα δηλοῖ γνωρίμου καὶ ἑταίρου, καὶ οὐκ ἔστι κατὰ τὸ κοινὸν σύνηθες, οἷον τὸ, οὐχ' οὗτος ἐστὶν ἀλλὰ ἄλλος, καθ' ὃ σημαινόμενον μετ' ὀλίγα κεῖται τὸ, (Vers. 34.) ἠέ τις ἀνδρῶν ἄλλος ἔγημεν, ὃς δὴ ἄλλος ἀντιδιαστέλλεται πρὸς τὸν Ὀδυσσέα. Σημείωσαι δ' ἐν τοῖς περὶ τοῦ ὑλάειν ῥηθεῖσι καὶ ὅτι τὸ αὐτὸ καὶ ῥάζειν καὶ ῥοίζειν λέγεται. φέρεται γὰρ ἐν ῥητορικῷ λεξικῷ, ὅτι ῥάζειν καὶ ῥοίζειν κυρίως μὲν τὸ ὑλακτεῖν· μετήνεκται δὲ καὶ ἐπὶ τοὺς πικραινομένους καὶ σκαιολογοῦντας. (Vers. 11.) Ὅτι ἀπόβασιν δηλοῖ στοχαστικοῦ λόγου τὸ, οὔ πω πᾶν εἴρηται ἔπος ὅτε τόδε τι γέγονεν, οἷον ἐνταῦθα, ὅτε οἱ φίλος υἱὸς ἔστη ἐνὶ προθύροισιν. ἅμα γὰρ Ὀδυσσεὺς ἔφη ὡς ἥξει τις καὶ εὐθὺς ἐπέστη ὁ Τηλέμαχος. οἷς ἐπάγων τὰ εἰκότα ὁ ποιητὴς φησί· (Vers. 12.) ταφὼν δ' ἀνόρουσε συβώτης, ὅ περ ἐν Ἰλιάδι ἐπὶ Ἀχιλλέως κεῖται. ἐκ δ' ἄρα οἱ χειρῶν πέσεν ἄγγεα, τοῖς ἐπονεῖτο κιρνὰς αἴθοπα οἶνον, καθὰ πρὸ τούτων ἐπὶ τῷ Ὀδυσσεῖ δραμόντι σκύτος ἐξέπεσε χειρὸς ὃ μετεχειρίζετο. (Vers. 14.) ὁ δ' ἀντίος ἤλυθεν ἄνακτος, κῦσε δέ μιν κεφαλὴν καὶ ἄμφω φάεα καλὰ, χεῖράς τε ἀμφοτέρας, ὃ συγκεφαλαιωσάμενος μετ' ὀλίγα ἐρεῖ· πάντα κύσε περιφύς. (Vers. 15.) Οὐχ' ὡς δοῦλος δὲ ταῦτα ποιεῖ, δούλων γὰρ οὐκ ἦν ἄμφω φάεα φιλεῖν, οἷα δέ τις καθ' αἷμα οἰκεῖος, ὡς καὶ ἡ ἐφεξῆς δηλώσει παραβολή· ὁμοιότητα πατρικήν τινα πρὸς Τηλέμαχον παραδεικνῦσα ἐν αὐτῇ. εἰπὼν γὰρ, θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ, ἐπιφέρει· ὡς δὲ πατὴρ ὃν παῖδα φίλα φρονέων ἀγαπάζει ἐλθόντ' ἐξ ἀπίης γαίης δεκάτῳ ἐνιαυτῷ, μοῦνον τηλύγετον, τῷ ἐπ' ἄλγεα πολλὰ μογήσοι ἤγουν ἐμόγησεν, ὣς τότε Τηλέμαχον θοειδέα δῖος ὑφορβὸς πάντα κύσε περιφὺς ὡς ἐκ θανάτοιο φυγόντα, καὶ δὴ ὀλοφυρόμενος προσεῖπεν ἀφελῶς τὸ περιφερόμενον· ἦλθες Τηλέμαχε γλυκερὸν φάος. οὔ σε ἔγωγε ὄψεσθαι ἐφάμην ἐπεὶ ᾤχεο νηῒ Πύλονδε· ἀλλ' ἄγε νῦν εἴσελθε φίλον τέκος καὶ ἑξῆς. (Vers. 17.) Καὶ ὅρα ὡς πάνυ τὰ τῆς ῥηθείσης παραβολῆς ηὔξηται. παῖδα γὰρ ὑποτίθεται πρὸς ἔνδειξιν πολλῆς φιλοστοργίας, καὶ αὐτὸν φιλούμενον πατρὶ καὶ ἐκ γῆς ἀλλοδαπῆς ἐλθόντα καὶ μετὰ πολυετῆ ἀποδημίαν καὶ μόνον ὄντα τῷ πατρὶ, τυχὸν δὲ καὶ μεθ' ὃν οὐκέτι ἐλπὶς τεκεῖν καὶ πεπαιδευμένον. τοιοῦτος γὰρ παῖς, ἐφ' ᾧ πολλὰ μογήσει πατήρ. ὡς οὖν τοιούτῳ υἱῷ προσφέρεται πατὴρ ἐπανελθόντι, οὕτω καὶ ὁ Εὔμαιος διετέθη ἐπὶ τῷ Τηλεμάχῳ. διὸ οὐ μόνον ἐλευθέρια φιλεῖ, ἀλλὰ καὶ φίλον τέκος καλεῖ. (Vers. 15.) καιρία δὲ λέξις ὡς ἐν ποιήσει καὶ τὸ κύσεν ἀντὶ τοῦ ἐφίλησε, διὸ καὶ δὶς αὐτῇ μόνος ἐνταῦθα χρῆται. τὸ μέντοι φιλεῖν τῇ ὁμωνυμίᾳ σχιζόμενον εἰς διάφορα οὐχ' οὕτω φιλεῖ λέγειν ὁ ποιητής. Σημείωσαι δὲ ὅτι ἐν μὲν τῷ, κῦσε δέ μιν κεφαλὴν, ἐκτείνει τὸ κῦσε τὴν παραλήγουσαν. (Vers. 21.) ἐν δὲ τῷ, πάντα κύσε, συστέλλει αὐτήν. Ἰστέον δὲ καὶ ὅτι ἐκ τοῦ, οὔ πω πᾶν εἴρητο ἔπος ὅτε τόδε γέγονε, λαβόντες οἱ μεθ' Ὅμηρον ἔγραψαν παροιμίας τοιαύτας εὐτραπέλους, πρὶν ὀπτῆσαι τὰ ἄλευρα, ἤγουν τὰ ἄλφιτα τοῖς ὀπτωμένοις ἐπιπασσόμενα, καὶ, πρὶν τοὺς ἰχθῦς ἑλεῖν, σὺ τὴν ἅλμην κυκᾷς, καὶ, πρὶν ἐσφάχθαι δέρεις. (Vers. 14.) Ὅρα δὲ τὸ κιρνὰς οἶνον ἀντὶ τοῦ κιρνῶν ἐπιλεγὲν ὡς ποιητικώτερον. ἄλλως γὰρ οὐκ ἐκώλυεν εἰπεῖν κιρνῶν αἴθοπα οἶνον. θέμα δὲ αὐτοῦ τὸ κίρνημι, οὗ παρατατικὸς, ἐκίρνην, ἡ μετοχὴ, κιρνὰς καὶ συνανακιρνάμενος. (Vers. 15.) Τὸ δὲ κῦσε δέ μιν κεφαλὴν καὶ ἑξῆς, σχῆμα ἐστὶ συνηθέστατον Ὁμήρῳ, καὶ ἔχει αὐτὸ συντάξεις τρεῖς· ἢ γὰρ ἔκυσεν αὐτοῦ κεφαλὴν καὶ φάεα, ἢ ἔκυσεν αὐτὸν κατὰ κεφαλὴν καὶ φάεα, ἢ ἔκυσεν αὐτὸν, ἤγουν τὴν κεφαλὴν καὶ τὰ φάη. φιλεῖ δέ τινος ὀφθαλμοὺς ὁ γλυκερὸν φάος ἐλθεῖν αὐτὸν λέγων. (Vers. 18.) Τίς δὲ ἡ ἀπία γῆ, καὶ ἀλλαχοῦ δηλοῦται. Τὸ δὲ δεκάτῳ ἐνιαυτῷ, ἁπλῶς παρέῤῥιπται κατὰ τέλειον ἀριθμὸν, εἰ μὴ ἄρα ὁ ποιητὴς ἔφη τοῦτο ὡς πρὸς εἰκόνα τῆς τοῦ Ὀδυσσέως πλάνης. (Vers. 21.) Τὸ δὲ περιφὺς ἀντὶ τοῦ περιπλακεὶς, καὶ ἔστιν ἕτερον τοῦ ἐμφὺς χειρὶ, ἢ ἐμφὺς χείλεσι, καὶ ὅλως μέρει τινί. Τὸ δὲ ὡς ἐκ θανάτοιο φυγόντα, ἑρμηνεύεται ἐν τῷ, οὔ σε ὄψεσθαι ἐφάμην. (Vers. 23.) Ἰστέον δὲ ὅτι τὸ, ἦλθες Τηλέμαχε, γλυκερὸν φάος, οὕτω πεφίληται τοῖς πολλοῖς, ὥστε καὶ παροιμιακῶς ἐπιφωνεῖσθαι φίλοις ἐξ ἀποδημίας ἥκουσιν. (Vers. 25.) Ὅτι φιλοφροσύνης τὸ, ἀλλ' ἄγε νῦν εἴσελθε φίλον τέκος ὄφρα σε θυμῷ τέρψομαι εἰσορόων νέον ἄλλοθεν ἔνδον ἐόντα. εἰ δὲ καὶ ἀγροτικῷ ἀνδρὶ ἀστικὸς ἐνδημήσας

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
