# Commentarii ad Homeri Odysseam 2.116.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.116.1

πλέον θυμωθείη κατὰ τῶν μνηστήρων. Ἐνταῦθα δὲ δοκεῖ ὁ ξένος ἐνστατικῶς μὲν εἰπεῖν, ὡς ἐγὼ νέος ὢν κατὰ σὲ τὸν Τηλέμαχον πᾶσιν ἂν τοῖς μνηστῆρσιν ἐγενόμην κακόν· κατὰ δὲ ἀντιπαράστασιν, ὅτι κἂν εἰ μὴ ἐγενόμην αὐτοῖς κακὸν ἀλλ' ἔπεσον φονευθεὶς, οὐκ ἂν ἦν μοι οὐδὲ τοῦτο ἀβούλητον. καὶ οὕτως ἀντιπίπτει τῷ Τηλεμάχῳ εἰπόντι μὴ δύνασθαι αὐτὸν ἕνα ὄντα πρῆξαί τι παρὰ πολλοῖς. Ὅρα δὲ ὡς ἐν εὐχῆς τύπῳ εἰπὼν εἴθε εἴην Ὀδυσσεὺς ὡς ἂν ποιήσαιμι τὰ καὶ τὰ, λαλεῖ ἐν σχήματι ἀλλοτρίῳ ἐμφαντικῶς, ἅ περ ἐν τοῖς ἑξῆς ποιήσει αὐτός. ὑπανοίγει δὲ τὴν ἔμφασιν οὐ μόνον τὸ, ἠὲ καὶ αὐτὸς, ὁ Ὀδυσσεὺς δηλαδὴ, ὡς εἴρηται, ἀλλὰ καὶ τὸ, ἐν ἐμοῖς μεγάροις τεθνάμεν. καὶ ὅμως ἠχρείωσαν τὸ σχῆμα τοῦτο τινὲς, παρεμβαλόντες μετὰ τὸ, ἠὲ καὶ αὐτὸς, τὸ, ἔλθοι ἀλητεύων, ἔτι γὰρ καὶ ἐλπίδος αἶσα. τοῦ γὰρ τοιούτου στίχου παρεντεθέντος, ἐγκόπτεται ὁ εἱρμὸς τῆς εὐφυοῦς ἐμφάσεως. διὸ καλῶς οἱ παλαιοὶ ἐπιστήσαντες ἐνόθευσαν τὸν στίχον ὀβελίσαντες, εἰ μὴ ἄρα τις εἴπῃ, ὡς ἐπίτηδες ὁ ῥηθεὶς στίχος ὑπὸ Ὀδυσσέως παρενεβλήθη, δι' αὐτὸ μάλιστα τοῦτο ἵνα ἡ ἔμφασις ἐπισκιασθῇ, καὶ μὴ ὑποπτευθῇ διὰ τὸ εὐσύντακτον τοῦ σχηματισμοῦ, ὅτι Ὀδυσσεύς ἐστιν ὁ λαλῶν. διὸ καὶ τὸ, νέος εἴην, πρὸς ἐπίκρυψιν ἑαυτοῦ ὁ Ὀδυσσεὺς ἔφη, ὡς μὴ τοιοῦτος φαινόμενος, καὶ τὸ, τῷδ' ἐνὶ θυμῷ, ὡς προθυμίαν μὲν ἔχων, ἰσχὺν δὲ δῆθεν μὴ ἔχων. (Vers. 102.) Τὸ δὲ ἀλλότριος φὼς, κακοῦ δηλοῖ ἐπίτασιν. πολέμιος γὰρ ἀνὴρ ἀνελών τινα οὐκ ἀρκεῖται οὕτω ποιήσας, ἀλλὰ καὶ προσαικίζεται τὸν πεσόντα, καὶ ἕτερα δὲ δεινὰ ἐπ' αὐτῷ ποιεῖ. (Vers. 105.) Τὸ δὲ εἴ με πληθύϊ δαμάσαιντο, ἐντρέπων τὸν Τηλέμαχον εἶπεν, ὃς εὐλαβεῖται τοὺς μνηστῆρας ὡς πλέονας. (Vers. 108.) Ἐν δὲ τῷ, ξείνους στυφελιζομένους καὶ ἑξῆς, ὅρα ὡς δυνάμενος παθητικῶς εἰπεῖν πάντα, οἷον, ξείνους στυφελιζομένους, δουλίδας ῥυσταζομένας, οἶνον διαφυσσόμενον, σῖτον δαπανώμενον, ὁ δὲ ἓν παρ' ἓν ἔθετο, πάθος δηλαδὴ καὶ ἐνέργειαν σχηματίσας οὕτως ποικιλώτερον, καὶ τοὺς ξένους μὲν καὶ τὸν οἶνον ἐκθέμενος πάσχοντας ὑπὸ μνηστήρων, τοὺς μὲν, τὸ στυφελίζεσθαι ἤγουν ἐστυμμένως ἑλίσσεσθαι, τὸν δὲ τὸ ἀντλεῖσθαι, ἐπὶ δὲ τῶν δουλίδων καὶ τοῦ σίτου μνησθεὶς τῶν μνηστήρων ἐνεργούντων βίαν μὲν εἰς τὰς δμωὰς, δαπάνην δὲ εἰς τὸν σῖτον. ἐν οἷς θαυμασία καὶ ἡ εὐταξία τοῦ σχήματος· εἰπὼν γὰρ ξένους προπηλακιζομένους τοὺς πάσχοντας δηλαδὴ τὴν ὕβριν, εἶτα τοὺς ἑλκυσμὸν ποιοῦντας μνηστῆρας ἐν τῷ δμωὰς ῥυστάζοντας, φυλάσσει καὶ ἐφεξῆς τὴν τοῦ σχήματος ὁμοιότητα, εἰπὼν καὶ οἶνον διαφυσσόμενον, ὃς πάσχει τὸ ἀντλεῖσθαι καὶ σῖτον ἔδοντας τοὺς ποιοῦντας τὴν τοῦ σίτου δαπάνην. (Vers. 109.) Ἰστέον δὲ ὅτι τὸ ῥυστάζειν βίαιον δηλοῖ ἑλκυσμὸν γυναικῶν ὡς ἐπὶ πολὺ, καθὰ καὶ τὸ ἑλκῆσαι, ὡς προδεδήλωται. Τὸ δὲ ἀφύσσειν δόξοι ἂν ἐκ τοῦ ὕειν γίνεσθαι, ἀφ' οὗ καὶ ὁ ὑετός. ὕει μὲν γάρ πως εἰς πίθον ἢ ἀμφιφορέα ὁ πληρῶν ὑγροῦ, ἀφύει δὲ καὶ ἀφύσσει παραγώγως ὁ ἐκκενῶν ἤτοι ἐξαντλῶν. ὅτε μέντοι ἐκ πληγῆς ἀφύσσονταί που ἕτερα, ἐκεῖ καὶ ἀπὸ τοῦ στερεῖσθαι τῆς συμφυΐας αὐτὰ, ἡ λέξις ἐτυμολογεῖσθαι λέγεται. (Vers. 111.) Τὸ δὲ μὰψ αὕτως ἐκ παραλλήλου ταυτὸν νοοῦσι, δηλοῦντα ἐπίτασίν τινα τοῦ μάτην διὰ τοῦ διπλωθῆναι ὁμοῦ κείμενα. Τὸ δὲ ἀνηνύστῳ ἐπὶ ἔργῳ, ἀναλόγως ἔχει. εἰ γάρ ἐστι τὸ ἀνυστὸν, ἔστι καὶ τὸ ἀνήνυστον. τὸ δὲ ἀνήνυτον ἀπέῤῥιψε τὸ σίγμα ὁμοίως τῷ, γνωτὸς καὶ ἀλλόγνωτος, ὧν προϋπάρχει τὸ γνωστὸς, ἔτι δὲ καὶ κατὰ τὸ ἐραστὸς ἐρατὸς ὁ ἐπιθυμητὸς, ὅθεν καὶ ἡ Ἐρατὼ Μοῦσα, καὶ κατὰ τὸ, ἀγάζω ἀγαστὸς, καὶ ἀπελεύσει τοῦ σίγμα καὶ τροπῇ τοῦ τ εἰς θῆτα ἀγαθόν. κεῖνται δὲ ἑτέρωθι καὶ ἄλλα τοιαῦτα· ὧν καὶ τὸ, θαυμαστὰ θαυματὰ παρὰ Πινδάρῳ. δοκεῖ δὲ ὅμως καὶ τὸ ἀνήνυτος ἐκ τοῦ ἀνυτὸς γίνεσθαι, οὗ δίδωσιν ἔμφασιν ὁ Ἄνυτος τὸ κύριον, προπαροξυνθεὶς πρὸς σημασίαν διάφορον. (Vers. 117.) Ὅτι λυπηρόν ἐστι τῷ Τηλεμάχῳ μὴ πολύχουν αὐτῷ εἶναι τὸ γένος, ἀλλὰ κατὰ μοναδικὴν σειρὰν καταβαίνειν τὴν διαδοχὴν στενοχωρουμένην εἰς τηλυγέτους. φησὶ γάρ· ὧδε γὰρ ἡμετέρην γενεὴν μούνωσε Κρονίων· ὅ περ ἑρμηνεύων ἐπάγει· μοῦνον Λαέρτην Ἀρκείσιος υἱὸν ἔτικτε. μοῦνον δ' αὖτ' Ὀδυσῆα πατὴρ τέκεν. αὐτὰρ Ὀδυσσεὺς μοῦνον ἔμ' ἐν μεγάροισι τεκὼν λίπεν, οὐδ' ἀπόνητο, τουτέστιν οὐδὲν ἐξ ἐμοῦ ὠφελήθη, ὡς εἰκὸς ὠφελεῖσθαι πατέρας ὑπὸ τέκνων. διὸ, τουτέστι διὰ τὴν τοιαύτην μόνωσιν, δυσμενέες μάλα μυρίοι εἰσὶν ἐν οἴκῳ, λέγων τοῦτο περὶ μνηστήρων τῶν ἐκ Δουλιχίου καὶ Σάμης καὶ Ζακύνθου καὶ Ἰθάκης. τόσσοι γὰρ, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, μητέρα ἐμὴν μνῶνται, καὶ τὰ ἐφεξῆς τῶν καὶ ἑτέρωθι γραφέντων. (Vers. 118.) Ὅρα δὲ ὅτι τε τρεῖς στίχοι ἐφεξῆς ἔχουσι κείμενον ἐξ ἀρχῆς τὸ μοῦνον κατὰ σχῆμα ἐπαναφορᾶς, οἷς σύστοιχον καὶ τὸ ἐμούνωσε, (Vers. 117.) καὶ ὅτι τὸ ἐμόνωσεν ἀντὶ τοῦ ἀῤῥένων παί-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
