# Commentarii ad Homeri Odysseam 2.119.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.119.1

ἔρχησθον προτὶ ἄστυ, καὶ οὐδ' ἐγὼ αὐτὴ δηρὸν ἀπέσσομαι. τὸ δ' ἐντεῦθεν εἰσελθὼν Ὀδυσσεὺς καὶ γνωρισθεὶς καὶ ἀνακινήσας τὸ βουλευτικὸν λαλεῖ μετὰ τοῦ υἱοῦ τὰ περὶ τῶν ἑξῆς, Ὁμήρου οἰκονομοῦντος δι' εὐκρίνειαν τὰ τοιαῦτα κατὰ συνήθη σχηματισμὸν προεκθετικόν. (Vers. 162.) Ἰστέον δὲ ὅτι πρὸς τέρας ἐλαλήθη τὸ μὴ ὑλάειν τοὺς κύνας· ἐχρῆν γὰρ Ἀθηνᾶς ἐπιφανείσης τερατολογηθῆναι καὶ τοιοῦτόν τι, ὡς ἄρα πτοηθέντες αὐτὴν οἱ κύνες ἔφυγον. (Vers. 163.) διὸ κρεῖττον ἐστὶ ποιὸν κλαυθμὸν τῶν κυνῶν νοῆσαι τὸν κνυζηθμὸν ἤ περ ποππυσμόν τινα κατὰ τοὺς παλαιοὺς καὶ ποιὸν ἦχον, ὃν Ὀδυσσεὺς ἐποίησεν ἐπὶ συστολῇ τῶν κυνῶν. Δῆλον δὲ ὡς ἐκ τοῦ κνυζῶ κνυζήσω ὁ κνυζηθμὸς, ὡς ὀρχήσω ὀρχηθμὸς, καὶ ὡς ἄλλο ῥῆμα τοῦτο παρὰ τὸ, κνυζώσω δέ οἱ ὄσσε, καθὰ καὶ ἐκεῖ δεδήλωται, ὥστε τὸ κνυζῶ πολλαῖς μεμέρισται συζυγίαις. τριχῶς γὰρ φέρεται· κνυζῶ κνυζεῖς, κνυζῶ κνυζᾷς, ὡς ἐν τοῖς τοῦ Ἀθηναίου, καὶ κνυζῶ κνυζοῖς. οὐ πολλὰ δὲ τῶν περισπωμένων ῥημάτων οὕτω τριλογοῦνται, πλείω δὲ τὰ καὶ περισπώμενα, ὡς δῆλον ἔκ τε τοῦ στέρεσθαι καὶ στερεῖσθαι καὶ μυρίων ἄλλων, ἐν οἷς καὶ τὸ ξυρεῖσθαι καὶ ξύρεσθαι, οὗ μετοχὴ παθητικὴ παρὰ τῷ δειπνοσοφιστῇ τὸ, ξυρόμενοι καὶ λεαινόμενοι διετέλουν ἄνδρες ὄντες. ἔνθα ὅρα τὸ, ἄνδρες ὄντες, ῥηθὲν σκωπτικῶς κατὰ τῶν ψιλούντων ἀνδρῶν τοὺς πώγωνας, οὓς εὐφυῶς ἔσκωψέ τις ὡς οἷα δοκοῦντας αὐτὸ ποιεῖν διὰ τὸ αἰδεῖσθαι, εἴ περ ἄνδρας αὐτοὺς ἡ φύσις ἀπετέλεσεν. Ὅτι δὲ γυναικεῖον τὸ τοιοῦτον, δηλοῖ καὶ ὁ κωμικὸς ἐν τῷ, ἡβυλλιῶσαι κἄρτι παρατετιλμέναι. (Vers. 164.) Τὸ δὲ ἐπ' ὀφρύσι νεύειν, λέγεται καὶ κεφαλῇ νεύειν, ὡς ἐν τοῖς ἑξῆς φανεῖται. τῷ μέντοι Ἴρῳ ἐπιλλίζουσιν οἱ μνηστῆρες, ἤγουν ὀφθαλμοῖς ἐννεύουσι. καὶ ἔστι κεφαλῇ μὲν κατανεύειν κατὰ τὸ ὅλον, ἐπιλλίζειν δὲ καὶ ὀφρύσι νεύειν, ὃ καὶ ἐν Ἰλιάδι κεῖται, ἀπὸ μερῶν· μέρη γὰρ πάντως κεφαλῆς ὀφρύες καὶ ἴλλοι, ἐν οἷς φαίνεται κατάνευσις ὥς περ καὶ ἀνάνευσις· στόματι γὰρ μύλλειν μὲν ἔστιν, ἐννεύειν δὲ οὐκ ἔστιν. (Vers. 165.) Ὅρα δὲ καὶ τὸ μέγαρον ἐπὶ σταθμοῦ ἐνταῦθα ῥηθέν· καὶ τὸ παρὲξ αἰτιατικῇ τε συνταχθὲν καὶ διὰ τοῦ κ γραφὲν ἐν τῷ, παρὲκ μέγα τειχίον αὐλῆς. (Vers. 168.) Τὸ δὲ φάο, περὶ οὗ καὶ προεγράφη, δεύτερόν ἐστι κοινὸν πρόσωπον προστακτικὸν γινόμενον ἐκ τοῦ φάσο ἐνδείᾳ τοῦ σ. Τὸ δὲ ἀραρόντε δύσχρηστον μὲν εἰς ῥητορείαν· νοῦν δὲ ὑποβάλλει χρηστὸν ἐν τῷ, θάνατον ἀραρόντε, τουτέστι τεχνησάμενοι, τεκτήναντες· λέξις γάρ ἐστι τεκτονικὴ, χρόνου δευτέρου ἀορίστου. ἐκ τοῦ ἄραρον γὰρ ἡ μετοχὴ ἀραρών. (Vers. 172.) Ὅτι ἐπεὶ οὐχ' ἡδὺς ἤδη προσέβαλε τῇ τοῦ υἱοῦ ὄψει Ὀδυσσεὺς καὶ ἦν εἰκὸς ἀπεύξασθαι αὐτὸν τὴν πατρικὴν θέαν μετὰ τὸν ἀναγνωρισμὸν καὶ ἑλέσθαι μηδ' ἂν ἐλθεῖν, εἰ τοιοῦτος ἐστὶν, ὁποῖον αὐτὸν ἡ Ἀθηνᾶ προσεμόρφωσε, πλάττει ἐνταῦθα μεταβολὴν αὐτῷ τεραστίαν ὁ ποιητὴς ὑπὸ Ἀθηνᾶς, ἵνα τε φιληθείη τῷ υἱῷ γενόμενος ὁ πρὶν ἐκεῖνος καλὸς Ὀδυσσεὺς, καὶ ἅμα, ἵνα καὶ θεοφιλὴς φανεὶς ἐπάγηται πιθανῶς τὸν υἱὸν εἰς τὸ ἐφεξῆς μέγα καὶ κινδυνῶδες ἔργον. γίνεται δὲ καὶ νῦν ἡ μεταβολὴ τοῦ Ὀδυσσέως κατὰ Ὁμηρικὸν ἔθος δι' ἐπαφῆς. ῥάβδῳ γὰρ ἡ Ἀθηνᾶ μεταποιεῖ αὐτὸν, καθὰ καὶ πρὸ τούτων, πλὴν ὅσον ἐκεῖ μὲν οἷα μὴ λαμπροῦ τοῦ πράγματος ὄντος ῥάβδον ἁπλῶς εἶπεν ὁ ποιητὴς, ἐνταῦθα δὲ χρυσέαν ῥάβδον. φησὶ γὰρ, ὅτι χρυσείῃ ῥάβδῳ ἐπιμασαμένη, ὅ ἐστιν ἐφαψαμένη Ἀθήνη, φᾶρος μέν οἱ πρῶτον ἐϋπλυνὲς ἠδὲ χιτῶνα θῆκεν ἀμφὶ στήθεσσιν, ἀπεναντίας πρὸς τὸ, ῥάκος κακὸν βάλε καὶ τὰ ἑξῆς, ὡς προπεποίηται. (Vers. 174.) δέμας δ' ὤφελλε καὶ ἥβην, ἡ κάρψασα πρὶν χρόα καλὸν τῷ Ὀδυσσεῖ ἐπὶ μέλεσιν. ἂψ δὲ μελαγχροιὴς ἐγένετο, γναθμοὶ δ' ἐτάνυσθεν τῷ κνυζωθέντι πρὸ τούτων τοὺς καλοὺς ὀφθαλμούς. κυάνεαι δ' ἐγένοντο γενειάδες ἢ ἐθειράδες ἀμφὶ γένειον, καὶ οὐκέτι κακόθριξ ὁ ἀνὴρ, ὡς ἔστιν ἐκ μέρους νοεῖν. καὶ ἡ μὲν οὕτω ποιήσασα ᾤχετο, (Vers. 178. sqq.) Ὀδυσσεὺς δὲ ἤϊεν ἐς κλισίην, τουτέστιν ἐπορεύετο, ἐκ τοῦ ἐΐω ἐνεστῶτος, οὗ συναίρεσις τὸ εἴω. θάμβησε δέ μιν φίλος υἱὸς, ὡς εἰκὸς, καὶ οὐ μόνον, ἀλλὰ καὶ ταρβήσας ἑτέρωσε βάλεν ὄμματα, μὴ θεὸς εἴη φανεὶς, δηλαδὴ ἐναργής. καὶ τοίνυν λαλεῖ τὸ περιᾳδόμενον· (Vers. 181.) ἀλλοῖός μοι ξεῖνε φάνης νέον ἠὲ πάροιθεν, ἄλλα δὲ εἵματ' ἔχεις, καί τοι χρὼς οὐκέθ' ὁμοῖος. ὧν ὁ μὲν πρῶτος στίχος παροιμιωδῶς ἐπιφωνεῖται τοῖς ἁπλῶς ἀλλοιουμένοις, ὁ δὲ δεύτερος παραπλακείη ἂν ἐπὶ τῶν ἐκ πενίας ἢ εἰδεχθείας εἰς τὸ ἀνάπαλιν μεταποιηθέντων. (Vers. 183.) Εἶτα ἐπιφέρει ὁ νέος καὶ τὰ ἐφεξῆς εἰκότα ῥηθῆναι· ἦ μάλα τοι θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν· ἀλλ' ἵληθι, ἵνα τοι κεχαρισμένα δώομεν ἱρὰ, ἠδὲ χρύσεα δῶρα τετυγμένα, τουτέστιν ἐσκευασμένα χρυσῷ. φείδεο δ' ἡμέων. ταῦτα δὲ παρῳδηθήσεταί ποτε εἰς μέγα τι πρόσωπον. καὶ οὕτω μὲν ὁ Τηλέμαχος.

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
