Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.12.1
Not analysed yet
Πλαγκτῶν. (Vers. 70.) Ἡ δὲ πολυθρύλητος Ἀργὼ κατ' ἀντίφρασιν ἐκλήθη Ἀργὼ, καθὰ καὶ τὸ ἀργὸν ὅ ἐστι ταχύ. πάνυ γὰρ ἦν κατὰ τὴν ἱστορίαν ὠκύαλος. Πασιμέλουσα δὲ αὐτὴ διά τε τὸ πολυϊστόρητος εἶναι καὶ διὰ τὸ πᾶσι τοῖς ἐξ Ἑλλάδος διὰ μελήσεως τεθῆναι οἷα τοὺς Ἀργοναύτας φέρουσα, τὸ τῶν Ἑλλήνων ἄωτον. οὕτω δ' ἂν εἴη καὶ ὁ Ὀδυσσεὺς πασιμέλων, ὃς πᾶσιν ἀνθρώποις ἔφη μέλειν δι' οὓς οἶδε δόλους. τινὲς δὲ γράφουσι φασιμέλουσαν, ἐπειδή φασιν αὐτὴν εἰς τὸν Φάσιν Κολχικὸν ποταμὸν ἐλθοῦσαν, ἐπεσκεύασαν οἱ Ἀργοναῦται ἀκεσάμενοι εἴ τί που παρεβλάβη κατὰ τὸν πλοῦν. πρὸς ὁμοιότητα δὲ τοῦ πασιμέλουσα ἐκλήθη καὶ Πασιφίλα, ἑταίρα παλαιὰ εὐειδής. αὐτὸ δὲ ἴσως ἐκ τοῦ Πασιφάη παρείλκυται. Τὸ δὲ μέλημα τῆς μὲν Ἀργοῦς, ὡς παρὰ πᾶσι γέγονε, δῆλον ἐστίν. ὡς δὲ καὶ Ὀδυσσεὺς μάλιστα ἔμελλεν ἅπασι, δηλοῖ πρὸς ἄλλοις, καὶ Εὔφαντος, οὐ μόνον Ὀδυσσέως εἰκόνα, φασὶν, ἐν τῇ σφραγίδι περιφέρων, ἀλλὰ καὶ τέκνοις θέμενος κλῆσιν Ὀδυσσέως χάριν, Ἀντίκλειαν ὁμωνύμως τῇ ἐκείνου μητρὶ καὶ Τηλέγονον καθ' ὁμωνυμίαν τοῦ ἐκ Κίρκης καὶ Ὀδυσσέως (Vers. 72.) Ἥρη δὲ παραπέμψαι λέγεται τὴν Ἀργὼ ἐπεὶ ὡς εἰκὸς εὐαερία πολλὴ κατὰ τὸν πλοῦν ἐχρήσατο, ἢ καὶ ἄλλως, ἐπειδή περ Ἥρα μὲν ἡ βασιλεία, ὡς καὶ ἐν Ἰλιάδι πολλαχοῦ ἐφάνη. ἐπιτυχὴς δὲ βασιλείας ὁ Ἰάσων γέγονε διὰ τοῦ παρόντος πλοῦ· διατοῦτο φιλεῖσθαι τῇ Ἥρᾳ λέγεται, τουτέστι τῇ βασιλείᾳ ἧς ἔτυχεν, εἰ καὶ ὁ θεῖος Πελίας οὐκ ἤθελεν, ὡς ἐν ἄλλοις δηλοῦται. (Vers. 73.) Τὸ δὲ, οἱ δὲ δύο σκόπελοι ὁ μὲν οὐρανὸν ἱκάνει, καινοπρεπῶς πέφρασται. ὤφειλε γὰρ εἰπεῖν, τῶν δύο σκοπέλων ὁ μὲν ὁ δέ. οὐ ποιεῖ δὲ οὕτως, ἢ ὁρίσας πρᾶγμα καινὸν τὸ κατὰ τοὺς δεινοὺς σκοπέλους καινῶς φράσαι, ἢ καὶ ὅτι οὐκ ἔχει ἓν ῥῆμα κοινὸν ἐπαγαγεῖν ὑπάρχον τοῖς δυσὶ σκοπέλοις. οὐ γὰρ ὅμοιοι αὐτοὶ οὐδὲ ἶσοι ἵνα εἴποι ὡς οἵδε δύο σκόπελοι τοιοίδε εἰσὶν ἢ τόδε ποιοῦσι. διὸ μερίζων λέγει ὡς ὁ μὲν ἦν τοιόσδε, ὁ δὲ τοιόσδε. εἰσὶ δὲ καὶ ἐν Ἰλιάδι πολλὰ τοιαῦτα σχήματα. Ἰστέον δὲ καὶ ὅτι τὸ, ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει, μετὰ εἰκοσιεπτὰ στίχους ἀποδίδωσι δίχα ἐπαναλήψεως, εἰπών· τὸν δὲ ἕτερον σκόπελον χθαμαλώτερον ὄψει. ἔνθα ὅρα καὶ ὡς ἀκαταλλήλως ἡ τοιαύτη σύνταξις ἀποδέδοται. τὸ μὲν γὰρ ὀρθὸν καὶ κοινὸν τοιοῦτον· ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει, ὁ δὲ ἕτερος σκόπελος χθαμαλώτερος. Ὅμηρος μέντοι καινότερον σχηματίζων καὶ τοῦτο ἔφη ὡς ὁ μὲν οὐράνιός ἐστι, τὸν δὲ ἕτερον χθαμαλώτερον ὄψει. (Vers. 74.) Σημείωσαι δὲ καὶ ὅτι εὐθὺς καὶ ἕτερον ἐπισυνάπτει σχῆμα καινὸν τὸ, νεφέλη δέ μιν ἀμφιβέβηκε· τὸ μὲν, οὔ ποτ' ἐρωεῖ, ἐχρῆν μὲν γὰρ εἰπεῖν, ἡ μὲν οὔ ποτ' ἐρωεῖ, τουτέστιν οὐδέ ποτε ἀποχωρεῖ ἐκεῖθεν ἡ νεφέλη, ὁ δὲ ἄλλως ἔφη· τὸ μὲν, οὔ ποτ' ἐρωεῖ, τουτέστι τὸ νέφος, ὃ ταυτὸν τῇ νεφέλῃ κατὰ πολυωνυμίαν. (Vers. 73.) Σκόπελος δὲ κυρίως μὲν, ἐξ οὗ ἔστι τινὰ τὰ κύκλῳ σκοπεῖν. ὁ δ' ἐνταῦθα σκόπελος οὐκ ἂν εἴη τοιοῦτος, οὗ ἡ κορυφὴ μὲν ὀξεῖα, ἡ δὲ λειότης οὐκ ἂν ἀφήσοι ἀναβῆναι τινά. εἴη ἂν οὖν σκόπελος καθ' ἕτερον τρόπον, ὡς πάντοθεν κατασκοπούμενος, εἴ γε οὐρανὸν εὐρὺν ἱκάνει τῷ ὕψει. ὃ δὴ καὶ αὐτὸ χρήσιμον ἐν τοῖς πρὸ τούτων εἰς τὸ μέγεθος τῶν κιόνων τοῦ Ἄτλαντος. ὅμοιος δέ τις καὶ ὁ ἕτερος ὁ χθαμαλώτερος. (Vers. 74.) Τὸ δὲ ὀξὺ τῆς κορυφῆς τοῦ σκοπέλου οἶδεν ἡ Κίρκη. ἄλλως γὰρ οὐκ ἔγνωσται ὡς νεφελούμενον. Τὸ δὲ ἀμφιβέβηκεν οὐδ' ἐνταῦθα ἐπικουρίαν σημαίνει κατὰ τὰς ἐν Ἰλιάδι ἀμφιβάσεις τῶν ζώντων ἐπὶ τοῖς κειμένοις, ἀλλὰ πύκασίν τινα δηλοῖ καὶ κύκλῳ σκέπην τῶν ἄνω. (Vers. 75.) Κυανέη δὲ νεφέλη πρὸς διαστολὴν ἑτέρων, αἳ πῇ μὲν πυῤῥάζουσι, πῇ δὲ καὶ ὑπολευκαίνονται. Αἴθρη δὲ ἡ εὐδία ἀπὸ τοῦ αἰθὴρ αἰθέρος, ὡς ἀπὸ γαστέρος ἡ γάστρη, κατὰ τὸ, γάστρην μὲν πῦρ ἄμφεπε· καὶ ἐντεῦθεν αἰθρηγενέτης Βοῤῥᾶς, ὡς καὶ ἀλλαχοῦ ἐλέχθη. (Vers. 76.) Ἐν δὲ τῷ, οὔτ' ἐν θέρει οὔτ' ἐν ὀπώρῃ, ὅτε μάλιστα ἡ αἴθρη παῤῥησιάζεται ἢ ὀπώραν λέγει τὸν μεταξὺ θέρους καὶ φθινοπώρου καιρὸν, ἢ τὸ φθινόπωρον, ἐλλείψει τῆς συνήθους προθέσεως, κατὰ τὸ, μὴ δὲ μένειν οἶνόν τε νέον καὶ ὀπωρινὸν ὄμβρον, ἤγουν μετοπωρινόν. (Vers. 77.) Τὸ δὲ οὐδέ κεν ἀναβαίη οὐ καταβαίη κάλλος ἔχει διὰ τὰ κομματικὰ πάρισα. ἐχρῆν γὰρ μὴ διόλου δεινὸν τὸ χωρίον εἶναι, ἀλλά τι καὶ διαγελάσαι πρὸς καλλονήν. ἀφελῶς δὲ πρόσκειται τὸ, οὐ καταβαίη. ἄλλως γὰρ δῆλον ὡς ἔνθα οὐκ ἔστιν ἀναβῆναι, ἐκεῖ οὐδὲ καταβῆναι. περιττῶς γοῦν κεῖται. Τὸ δὲ γράφειν οὐδ' ἐπιβῆναι, οὐκέτι ἀφελὲς ἀλλὰ γελοῖον. (Vers. 78.) Τὸ δὲ χεῖρες εἴκοσι καὶ πόδες μίγμα ἐστὶν ἀφελείας καὶ ὑπερβολῆς. εἰπεῖν μὲν γὰρ εἴκοσι καὶ μή τινα πλείω ἀριθμὸν ἀφελέστερον ἔχει, πολλαπλασιάσαι δὲ οὕτω τὸν ἄνθρωπον ὑπερβάλλον ἐστὶ, καὶ πλεῖον πάντως τοῦ, δέκα τινὶ στόματα εἶναι, ὃ ἡ Ἰλιὰς γράφει.