Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.120.1
Not analysed yet
Ὀδυσσεὺς δέ φησιν, ὡς οὔ τί τοι θεός εἰμι· τί μ' ἀθανάτοισιν ἐΐσκεις; ἀλλὰ πατὴρ τεός εἰμι, τοῦ εἵνεκα σὺ στεναχίζων πάσχεις ἄλγεα πολλὰ βίας ὑποδέγμενος ἀνδρῶν. (Vers. 187.) Ἰστέον δὲ ὅτι, οὔ τί τοι θεός εἰμι καὶ τὸ ἑξῆς, ἔχοι ἄν ποτε παροιμιακῶς ῥηθῆναι, ὅτε τις οὐκ ἐθέλει ἀκούειν ἐπαίνους τοὺς ὑπὲρ ἑαυτόν. Τὸ δὲ οὗ ἕνεκα σὺ στεναχίζων καὶ ἑξῆς, πολυπενθὴς ἀνὴρ ἀκούσοι ἄν ποθεν. (Vers. 174.) Ἰστέον δὲ ὅτι τὸ ἀμφὶ στήθεσφιν, τὸ ὅλον δηλοῖ σῶμα ὡς ἀπὸ μέρους τοῦ προφαινομένου. διὸ μετ' ὀλίγα ἐρεῖ κάλλιον τὸ, καλὰ περὶ χροῒ εἵματ' ἔχοντι. Δέμας δὲ ὀφέλλεται τῷ Ὀδυσσεῖ, καθὰ καὶ ἐν τῇ τῶν Φαιάκων γῇ. Ἥβην δὲ οἱ μὲν Ἀττικοὶ ἐπὶ νεανικῆς ἡλικίας τίθενται, ὅθεν καὶ ἡβυλλιᾶν ἐπὶ μειρακίσκης κατὰ τὸν κωμικόν. ἥβη δὲ ἄρτι ἐπὶ Ὀδυσσέως τοῦ ὠμογέροντος οὐκ ἂν κυριολεκτοῖτο, εἰ μὴ ὅτι γε κατὰ μῦθον, ὡς τῆς Ἀθηνᾶς τοιοῦτον ἐκφηνάσης αὐτόν. ἐναλίγκιος γοῦν μετ' ὀλίγα ῥηθήσεται ἀνδρὶ νέῳ. εἰ δ' ἴσως καὶ κυριολεκτεῖται, πρωθήβης γοῦν τέως οὐκ ἂν εἴη Ὀδυσσεύς. (Vers. 175.) μελαγχροιὴς δὲ ἱστορεῖται νῦν φύσει εἶναι ὁ Ὀδυσσεύς. διὸ καὶ τλήμων ἦν. στερεότερα γάρ, φασι, τὰ μέλανα τῶν σωμάτων, ὡς τὰ λευκὰ εὐπαθέστερα. Ἀττικὸς δὲ ἀνὴρ συγκόψας τὸ μελαγχροιὴς μελαγχρὴς λέγει, ὅθεν καὶ Μένανδρος μελαγχρές, φασιν, εἶπε μειράκιον. Τὸ δὲ γναθμοὶ ἐτάνυσθεν, ἀντὶ τοῦ ἐπαχύνθησαν, οἱ πρὸ τούτου δηλαδὴ ῥυσοί. χρήσιμον δὲ τοῦτο καὶ εἰς τὸ τανύπεπλος γυνή. οὕτω γὰρ κἀκείνη τανύει τοὺς πέπλους διὰ τὸ ἔμπαχυ. (Vers. 176.) Αἱ δὲ κυάνεαι γενειάδες ὑποκινοῦσι μὲν ἀπορίαν διὰ τὸ, ξανθὰς δ' ἐκ κεφαλῆς ὀλέσω τρίχας, ὅ περ ἐν τῷ τέλει τῆς μ ῥαψῳδίας· εἴρηται δὲ περὶ τοῦ τοιούτου ἐκεῖ. οἱ δὲ παλαιοί φασι καὶ ὅτι πρὸς τὸ πιθανὸν τῆς τοῦ Ὀδυσσέως φαλακρώσεως ἐκεῖνο ἐῤῥέθη. αἱ γὰρ ξανθαὶ τρίχες ἀραιαί, φασιν, εἰσὶ καὶ εὐχερῶς φαλακροῦνται. ὀλέσω οὖν, φασὶ, τὰς τρίχας οὕτως, ὡς ἔμφασιν δοῦναι προϋπαρχούσης ξανθότητος. καὶ ἔστι σκοπὸς τοῦ τοιούτου λόγου, μὴ ξανθὰς ἀλλὰ κυανέας εἶναι καὶ τὰς κόμας τῷ Ὀδυσσεῖ. Ὅτι δὲ φαλακρὸς ὁ Ὀδυσσεὺς, δηλώσει τὰ ἐφεξῆς. Ἐτυμολογικὸν δὲ τὸ, γενειάδες ἀμφὶ γένειον, ἤγουν τρίχες ἀμφὶ τὴν γνάθον. εἰ δὲ γράφεται ἐθειράδες, δῆλον ὡς ἀπὸ τοῦ ἐθείρω ἡ ἔθειρα, ὡς ἀλλαχοῦ ἐφάνη. ἀπ' αὐτῆς δὲ παράγωγον ἡ ἐθειρὰς, ὁμοίως τῷ, μαῖα μαιὰς, ὡς τὸ, μαιάδος υἷϊ. (Vers. 179.) Τὸ δὲ ἑτέρωσε ἔβαλεν ὄμματα, ὅ ἐστιν εἶδε, μεταλαβόντες οἱ μεθ' Ὅμηρον ἔῤῥιψέ ποι ὄψεις ἢ ὀφθαλμοὺς λέγουσιν, ὡς τοῦ βάλλειν ταυτόν ποτε δηλοῦντος τῷ ῥίπτειν. δύναται δέ τις καὶ ἰλλῷ ἀνδρὶ, ὅ πέρ ἐστι στραβῷ, οὐκ ἀφυῶς ἐπισκῶψαι τὸ ἑτέρωσε βάλλειν ὄμματα. (Vers. 181.) Τὸ δὲ ἀλλοῖον φανῆναι τὸν Ὀδυσσέα νῦν ἤ περ πάροιθεν ἔχει μέν τι καὶ μεταβολῆς καὶ ἀλλοιώσεως καὶ ἑτεροιότητος ἐξάπαντος. ἔδοξε δέ τισιν ὅμως μεταμορφωτικὸν τοῦτο εἰπεῖν ἰδιαζόντως. μεταβολὴ μὲν γάρ, φασι, πάθος κοινὸν ἐπί τε καιρῶν καὶ πράξεων παντοίων. Εὐριπίδης οὖν παριστὰς τὴν τῆς λέξεως δύναμίν φησι· μεταβολὴ πάντων γλυκύ. μεταμόρφωσις δὲ μορφὴ χαρακτῆρος καὶ σώματος, τυπωθεῖσα εἰς ἕτερον χαρακτῆρα, ὁποῖον, φασὶ, τὸ ἀλλοῖός μοι ξεῖνε καὶ ἑξῆς. ἀλλοίωσις δὲ προτέρας ὑπολήψεως ποίησις ἑτέρα, ἑτεροίωσις δὲ ἡ ἀφ' ἑτέρου σώματος εἰς ἕτερον μεταβολὴ, ὡς τῆς Νιόβης εἰς λίθον. καὶ τοιαύτη μὲν ἡ εἰρημένη παράδοσις, μὴ ἀκριβωσαμένη ὡς οὐχ' ἑτεροιοῦσθαι, ἀλλὰ μεταμορφοῦσθαι οἱ μυθογράφοι φασὶ τοὺς ἀπὸ σώματος ἄλλου εἰς ἄλλο μεταπίπτοντας, ὡς δηλοῦσιν οἱ τὰ περὶ μεταμορφώσεων ληρήσαντες. δοκεῖ γοῦν προσφυέστερον εἶναι εἰπεῖν τὸν Ὀδυσσέα ἠλλοιῶσθαι νῦν, Ὁμήρου ἐνδιδόντος εἰς τοῦτο ἀρχὴν διὰ τοῦ εἰπεῖν ὅτι ἀλλοῖός μοι ἐφάνης. ἄλλως δέ γε προσαρμόζει ἐνταῦθα καὶ τὸ μεταμορφωθῆναι διὰ μόνον τὸ πρόσωπον. ἀρέσκει γὰρ τοῖς παλαιοῖς ἐπὶ προσώπου τιθέναι τὴν μορφήν. διὸ καὶ φασὶν ὅτι εὐειδὴς μὲν ὁ τοῦ εἴδους εὖ ἔχων ἤγουν ἅπαν τὸ σῶμα καλὸς, εὔμορφος δὲ ὁ μορφῆς εὖ ἔχων· οἷον εὐπρόσωπος. καὶ οὕτω μὲν ταῦτα. (Vers. 184.) Τὸ δὲ ἵληθι λέγεται μὲν καὶ ἵλαθι. σύστοιχον δὲ αὐτῷ καὶ τὸ ἱλήκοις καὶ τὰ κατ' αὐτό. (Vers. 190.) Ὅτι Ὀδυσσεὺς εἰπὼν τὰ ἀνωτέρω δηλωθέντα υἱὸν κύσεν, ὅ ἐστιν ἐφίλησε, κὰδ δὲ παρειῶν δάκρυον ἧκε χαμᾶζε δαψιλῶς οὕτω ὑφ' ἡδονῆς, πάρος δ' ἔχε νωλεμὲς αἰεὶ, τουτέστι, πρὶν μέντοι ἐπεῖχεν αὐτὸ, τλήμων κἀνταῦθα ὢν τότε· οὗ καὶ ὅτε τῇ Πηνελόπῃ ἐντύχοι, οἱ ὀφθαλμοὶ ὡσεὶ κέρα ἢ σίδηρος στήσονται· καὶ Τηλέμαχος δὲ μετ' ὀλίγα, ἐπεί περ ἠκριβώσατο, ἀμφιχυθεὶς πατέρ' ἐσθλὸν ὀδύρετο δάκρυα λείβων. ἔνθα καὶ ἐμφαίνων οἷος ἦν ἀμφοῖν γόος φησίν· (Vers. 215.) ἀμφοτέροισι δὲ τοῖσιν ὑφ' ἵμερος ὦρτο γόοιο. Καὶ ὅρα τὸ ἵμερος, οὐ γὰρ ἁπλῶς ἀλλοία ὄρεξις, ἀλλ' ἵμερος ὅ πέρ ἐστιν ἐπιθυμίας ἐπίτασις. διὸ καὶ παραβολικῶς ὑποδεικνὺς τὸ πρᾶγμα φησί· κλαῖον δὲ λιγέως, ἀδινώτερον