# Commentarii ad Homeri Odysseam 2.121.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.121.1

ἤ περ οἰωνοὶ φῆναι ἢ αἰγυπιοὶ γαμψώνυχες, οἷσί τε τέκνα ἀγρόται ἐξείλοντο πάρος πετεηνὰ γενέσθαι· ὣς ἄρα τοί γ' ἐλεεινὸν ὑπ' ὀφρύσι δάκρυον εἶβον. καλῶς ἄρα καὶ ὁ Εὔμαιος νῦν ἀποδημεῖ, ὡς ἂν καταμόνας ταῦτα γίνοιτο. (Vers. 220.) εἶτα διασαφῶν τὸν τοῦ γόου ἵμερον ἐπὶ πλέον, φησί· καὶ δὴ ἂν ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο, εἰ μὴ Τηλέμαχος ἐρωτήσας τὸν πατέρα, ὅπως ἦλθεν εἰς Ἰθάκην, ἔπαυσε τὸν γόον, τρέψας τὸ παθητικὸν εἰς ἀφήγησιν. καὶ ἰδοὺ πρῶτος αὕτη τῷ πατρὶ πεῖρα τοῦ φρόνιμον εἶναι τὸν Τηλέμαχον· ὃς καὶ μετ' ὀλίγα δεικνὺς, ὡς καὶ μέγας ὀρθοῖτ' ἄν ποτε ὑπὸ σμικροτέρων, ὑποθήσει τῷ πατρὶ βούλευμά τι καλὸν, ὅ περ ἐκεῖνος οὐκ ἀπέβαλεν. (Vers. 190.) Ὅρα δὲ ὥς περ ἐν ἄλλοις, οὕτω καὶ ἐν τῷ, υἱὸν κύσεν, ὅτι τοῦ φιλεῖν τρία δηλοῦντος· τὸ ἀγαπᾶν, τὸ ξενίζειν, καὶ τὸ φιλοφρόνως χείλη συμβάλλειν, ὥς φασιν οἱ παλαιοὶ, τὰ μὲν πρῶτα δύο σημαινόμενα τοῦ φιλεῖν χρηστά εἰσι καὶ ποιηταῖς, τὸ δὲ τρίτον φιλῆσαι κύσαι φιλοῦσι γράφειν, ὡς πολλαχοῦ φαίνεται. δῆλον δ' ὅτι κύειν καὶ τὸ ἔγκυον εἶναι δηλοῖ, ὃ διαφέρει τοῦ τίκτειν καθότι αὐτὸ ἀπαλλάττει τοῦ κύειν. καὶ φέρεται εἰς τοῦτο χρῆσις ἐξ Ἀντιόπης τὸ, κύουσα τίκτον, ἤγουν κατὰ γαστρὸς φέρουσα εἶτα ἔτεκον. οἱ δέ γε ὕστερον καὶ αὐτὸ τὸ τίκτειν κύειν ἔλεγον. (Vers. 214.) Ἰστέον δὲ ὅτι τὸ, ἀμφιχυθεὶς πατέρα, ἐμφαντικώτερόν ἐστι τοῦ ἐμφὺς καὶ τοῦ περιφὺς καὶ τῶν ἄλλων, καὶ δηλοῖ τὴν ἄγαν διόλου περιπλοκὴν, ὁρμηθὲν ἐκ τοῦ, νήδυμος ἀμφιχυθείς. (Vers. 217.) Ἐν δὲ τῇ ῥηθείσῃ παραβολῇ σημείωσαι ὅτι ἐξ ἀνομίου παραβολικὴν ὁμοιότητα καὶ νῦν ἐπορίσατο. φήνη μὲν γὰρ καὶ αἰγυπιὸς ἐπὶ στερήσει τέκνων κλαίουσι λυπούμενοι. Ὀδυσσεὺς δὲ τὸν παῖδα σχὼν κλαίει χαίρων. πρὸς μόνην οὖν τὴν ὀξύτητα τοῦ κλαυθμοῦ ἡ παραβολὴ καὶ τὸ ἐξάκουστον τῆς βοῆς, ὡς ἐκεῖ τῆς κλαγγῆς, ἴσως δὲ καὶ πρὸς τὸ ἐλεεινόν. (Vers. 216.) Ἐν δὲ τῷ, οἰωνὸς καὶ ἑξῆς, γένος μὲν ὁ οἰωνὸς, εἴδη δὲ ἡ φήνη καὶ ὁ αἰγυπιός. εἰ δὲ ἴσως ὁ αἰγυπιὸς πάντων τῶν ἀετῶν κατηγορεῖται, εἴη ἂν γένος ὑπάλληλον ὁ αἰγυπιὸς, εἶδος δὲ πάλιν αὐτοῦ ἡ φήνη. πάνυ δὲ πολὺς ὁ λιγὺς τῶν ἡρώων κλαυθμὸς, εἰ καὶ φήνης καὶ αἰγυπιοῦ ἀδινώτερος ἦν· ὅσῳ δ' ἂν πλείων, τοσούτῳ καὶ εὐγενέστερος. τὸ γὰρ μινυρίζειν οὐκ εὐγενές. Ζῴων δὲ ἰδιότητα ἱστόρησεν ἡ παραβολὴ, ὧν πολὺ τὸ φιλότεκνον. μάλιστα δὲ τοιοῦτον ἡ φήνη, γένος αὕτη ἀετῶδες, ἣν λόγος ἐκτρέφειν καὶ τοὺς ἐκθέτους ἀετιδεῖς. Τὸ δὲ ἐξείλοντο καὶ νῦν ἀντὶ τοῦ, ὡς ἐξαίρετά τινα ἔλαβον. Πετεηνὰ δὲ τὰ πτῆναι δυνάμενα καὶ ὡς εἰπεῖν ἐκπετήσιμα. (Vers. 219.) Τὸ δὲ ἐλεεινὸν ἀναμεμίχθαι δηλοῖ καὶ τῷ καθ' ἡδονὴν δακρύῳ ἔλεόν τινα, οἷς δι' ἀνάμνησιν προϋπαρξάντων κακῶν γίνεται. Δῆλον δὲ καὶ ὅτι ἔνδοξος ἡ παραβολὴ, ὡς ἐξ εὐγενῶν γαμψωνύχων οἰωνῶν συγκεκροτημένη. καὶ κλαυθμὸν δὲ μέγαν ἐμφαίνει τῇ τῶν ἀρετῶν βοῇ, οὐχ' ἁπλῶς ἀλλ' ὅτε τῶν φίλων τέκνων ἀποστερηθεῖεν. (Vers. 194.) Ὅτι οὐκ ἔχων ῥᾷον συγκαταθέσθαι ὁ Τηλέμαχος πατέρα εἶναι τὸν φανέντα ἢ ἁπλῶς ἄνδρα τινὰ, οὐ γάρ πω ἐπείθετο ὃν πατέρα εἶναι, φησίν· οὐ σύ γ' Ὀδυσσεύς ἐσσι πατὴρ ἐμὸς, ἀλλά με δαίμων θέλγει, ὄφρ' ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω. οὐ γάρ πως ἂν θνητὸς ἀνὴρ τάδε μηχανόῳτο ᾧ αὐτοῦ νόῳ, ἤγουν κατὰ ἴδιον αὐτοῦ νοῦν, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν ῥηϊδίως ἐθέλων θείη νέον ἠὲ γέροντα. ἦ γάρ τοι νέον ἦσθα γέρων καὶ ἀεικέα ἕσσο· νῦν δὲ θεοῖς ἔοικας, οἳ οὐρανὸν εὐρὺν ἔχουσι· ὅ περ ἄλλος πρὸ τούτων ἔφρασεν ἐν τῷ, μάλα τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι. καὶ ταῦτα μὲν ὁ Τηλέμαχος. ἐν οἷς τὸ, οὐ γάρ πως ἂν θνητὸς ἀνὴρ καὶ ὁ ἐφεξῆς αὐτῷ στίχος ἁρμόσοι ἂν εἰς ἔπαινον μεγαλουργοῦ τινὸς ἀνδρός. (Vers. 202. sqq.) Ὀδυσσεὺς δὲ, οὔ σε ἔοικε, φησὶ, φίλον πατέρα ἔνδον ἐόντα, οὔτε τι θαυμάζειν περιώσιον οὔτ' ἀγάασθαι. οὐ μὲν γάρ τοι ἔτι ἄλλος ἐλεύσεται ἐνθάδ' Ὀδυσσεὺς, ἀλλ' ὅδ' ἐγὼ τοιόσδε παθὼν καὶ πολλὰ δ' ἀνατλὰς ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν· ὅ περ ἐπιτομή ἐστι τῆς εἰκοσαετοῦς ἀποδημίας τοῦ Ὀδυσσέως. τοῦτο δέ, φησι, τὸ ἔργον Ἀθηνᾶς ἐστὶν, ἥ τέ με τοῖον ἔθηκε ὅπως ἐθέλει· δύναται γάρ· ἄλλοτε μὲν πτωχῷ ἐναλίγκιον, ὡς πρὸ τούτου, ἄλλοτε δ' αὖτε, ὡς νῦν, ἀνδρὶ νέῳ, καὶ καλὰ περὶ χροῒ εἵματ' ἔχοντι. ῥηΐδιον δὲ θεῷ, ὃς οὐρανὸν εὐρὺν ἔχει, ἠμὲν κυδῆναι θνητὸν βροτὸν ἠδὲ κακῶσαι, οἷον, τὸ μὲν διὰ κάλλους, τὸ δὲ διὰ τοῦ κατ' εἶδος αἴσχους. καὶ ἰδοὺ σεμνὴ αὕτη λύσις τῆς τε παρὰ τῷ Τηλεμάχῳ εὐλόγου ἀπορίας καὶ τῆς ἐπὶ τῷ πλάσματι τῷ κατὰ τὴν Ἀθηνᾶν. διὸ καὶ οὐκέτι ἀπορεῖ ἐπὶ πλέον ὁ Τηλέμαχος. (Vers. 195.) Ὅρα δ' ἐν τοῖς ῥηθεῖσι τὸ, ἀλλά με δαίμων θέλγει, οὐδ' ἐνταῦθα ἐπὶ καλῷ ῥηθέν. ἀπάτην γὰρ νῦν τὸ θέλγειν δηλοῖ καὶ ἐπίτασιν ὀδυρμοῦ, ὡς δηλοῖ προσκείμενον τὸ, ὄφρ' ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω. ἐκφανεστάτη δὲ καὶ μετ' ὀλίγα ἡ φαυ-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
