# Commentarii ad Homeri Odysseam 2.122.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.122.1

λότης τῆς λέξεως ἐν τῷ, τοὺς δὲ ἤγουν τοὺς μνηστῆρας Παλλὰς Ἀθηναίη θέλξει καὶ μητίετα Ζεύς. (Vers. 197.) Τὸ δὲ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν ῥᾳδίως μεταβαλεῖ τινὰ, ἐγκείμενον φυσικῶς τῇ τοῦ φρονίμου παιδὸς ψυχῇ, ποιεῖ αὐτὸν ἑτοίμως παραδεχόμενον τοὺς τοῦ πατρὸς λόγους ὅτε σεμναῖς ἐννοίαις χρώμενος, ὡς ἐῤῥέθη, δύνασθαι εἴπῃ τὸν θεὸν ἀλλοιοῦν ἀνθρώπους καὶ ἢ κυδαίνειν ἢ κακοποιεῖν· ὃ γνωμικῶς εἶπεν Ὀδυσσεὺς, δύνασθαι μέντοι αὐτὰ οὐχ' ἁπλῶς, ἀλλὰ ῥᾷον, ὡς καὶ ὁ Τηλέμαχος ἔφη καὶ μετ' αὐτὸν ὁ πατήρ. μή ποτε δὲ καὶ ἐνταῦθα τὸ ῥηθὲν νόημα ἐκ τοῦ υἱοῦ πορισάμενος ὁ Ὀδυσσεὺς ἐξ αὐτοῦ ἔπεισεν αὐτὸν κατὰ φιλόσοφον μέθοδον. ἐξ ὧν γὰρ οἶδε δοξάζειν τὸν Τηλέμαχον, ὅτι δηλαδὴ οὐκ ἂν θνητὸς ἀνὴρ τάδε μηχανόῳτο, ὅτε μὴ θεὸς αὐτὸς ποιεῖ αὐτὰ, ἐξ ἐκείνων αὐτῶν ὁ παλαιὸς ῥήτωρ τὸν νέον ἔπεισε τοῖς οἰκείοις, ὅ φασιν, ἑαλωκότα πτεροῖς. Τὸ δὲ ὅτε μὴ θεὸς αὐτὸς, ὅμοιόν ἐστι τῷ, ὅτι μὴ θεὸς αὐτὸς, καὶ τῷ, εἰ μὴ ἄρα θεὸς αὐτός. (Vers. 200.) Τὸ δὲ θεοῖσιν ἔοικας, κατὰ μὲν τὸ πληθυντικῶς εἰρῆσθαι σεμνότερόν ἐστι τοῦ, θεός ἐσσι, κατὰ δὲ τὸ ἔοικας ἐπιεικέστερον φαίνεται. σεμνότερον δὲ αὐτοῦ τὸ θεός ἐσσι διὰ τὸ ἀποφαντικῶς προενεχθῆναι. (Vers. 203.) Τὸ δὲ, οὔ σε ἔοικεν οὔτε τι θαυμάζειν περιώσιον οὔτ' ἀγάασθαι, παραινεθήσεται ὁ μὴ ῥᾳδίως πιστεύων τοῖς ἀληθῶς φαινομένοις. Ἔστι δὲ τὸ ἀγάασθαι, τουτέστιν ἐκπλήττεσθαι, ἐπίτασίς τις τοῦ θαυμάζειν. Τὸ δὲ περιώσιον ἤτοι μέγα, ὡς ἐκ τοῦ περιαύειν γίνεται, ἵνα δηλοῖ πως τὸ περιβόητον, ἐν τοῖς εἰς τὴν Ἰλιάδα δηλοῦται. (Vers. 227.) Ὅτι συγκεφαλαιούμενος ὁ ποιητὴς διὰ τοῦ Ὀδυσσέως τὸν ἐκ Φαιάκων εἰς Ἰθάκην πλοῦν, ὡς αὐτοὶ ἄγαγον αὐτὸν εἰς Ἰθάκην, καὶ ὅτι εὕδοντα ἐν νηῒ ἄγοντες, εἶτα κατέθεσαν εἰς Ἰθάκην, καὶ ὡς πολλὰ ἔδωκαν αὐτῷ, καὶ ὡς ἐν τῷ (Vers. 232.) κατὰ τὴν Ἰθάκην σπηλαίῳ ἐκεῖνα κεῖνται, ὃ καὶ πληθύνων ἐν σπήεσσι λέγει, στίχοις ἓξ ἐμπεριγράφει τὴν τοιαύτην κεφαλαίωσιν, οἷα μὴ θέλων μηδὲ νῦν τὰ ἀριζήλως εἰρημένα μακρολογεῖν, καὶ ταῦτα πρὸς ἀκροατὴν συνετόν. κεῖται δ' ἐνταῦθα καὶ τὸ, (Vers. 227.) Φαίηκές με ἄγαγον, οἵ τε καὶ ἄλλους ἀνθρώπους πέμπουσιν, ὅ τις σφέας εἰσαφίκηται. παρεσημειώθη δὲ τοῦτο εἰς μνήμην τοῦ καὶ ἐπὶ τῶν Ἰθακησίων πορθμέων ἐν τοῖς ἑξῆς ῥηθήσεσθαι τὸ, (Vers. 229.) οἳ πάντας ἀνθρώπους πέμπουσι καὶ ἑξῆς, ἁρμόζον ὡς ἴδιόν τι τοῖς πορθμεύουσιν ἐπιλέγεσθαι. ἐν ᾧ καὶ αὐτῷ ἔστιν ἰδεῖν ὅτι ἐκ τοῦ, οἳ καὶ ἄλλους ἀνθρώπους πέμπουσιν, εἰς τὸ ἑνικὸν κατέβη τὸ, ὅ τις σφέας εἰσαφίκηται, διὰ τὸ ἀκριβέστερον. οὐ γὰρ ἁπλῶς πάντας πέμπουσιν, ἀλλ' ὃς ἂν εἰς αὐτοὺς ἔλθῃ. Περὶ δὲ τοῦ ὅ τις ἤτοι ὅς τις προδεδήλωται. κεῖται δ' αὐτοῦ χρῆσις καὶ μετ' ὀλίγα ἐν τῷ, ἠδ' ὅ τις οὐκ ἀλέγει. (Vers. 235.) Ὅτι θέλων ὁ ποιητὴς πιθανολογῆσαι τὴν ὑποδύσκολον μνηστηροφονίαν ποιεῖ τὸν Ὀδυσσέα πολυπραγμοῦντα ἐκ τοῦ υἱοῦ τὸν ἀριθμὸν τῶν μνηστήρων, ὡς ἂν ἢ ἀξιόμαχος ὢν ἀποδύσηται εἰς τὸν ἀγῶνα, ὃ καὶ γενήσεται, ἢ μὴ δυνάμενος ἀντιστήσεσθαι διζήσεται καὶ ἑτέρους συμμάχους. φησὶ γοῦν· ἀλλ' ἄγε μοι μνηστῆρας ἀριθμήσας κατάλεξον, ὄφρ' εἰδέω ὅσσοι τε καὶ οἵ τινες ἀνέρες εἰσί. καί κεν ἐμὸν κατὰ θυμὸν ἀμύμονα μερμηρίξας φράσσομαι (Vers. 238.) εἴ κεν νῶϊ δυνησόμεθα ἀντιφέρεσθαι μόνω ἄνευθ' ἄλλων, ἢ καὶ διζησόμεθ' ἄλλους. ὁ δὲ ἀδύνατον κρίνων τὴν διὰ μόνων τῶν δύο τούτων ἄμυναν, φησίν· (Vers. 241.) ὦ πάτερ, ἤτοι σεῖο μέγα κλέος αἰὲν ἄκουον, χεῖράς τ' αἰχμητὴν ἔμεναι καὶ ἐπίφρονα βουλήν· ἃ δὴ χρήσιμα εἰς ἔπαινον ἀνδρείου καὶ φρονίμου τινός· ἀλλὰ λίην μέγα εἶπες. (Vers. 243.) ἄγη μ' ἔχει, οὐδέ κεν εἴη ἄνδρε δύω πολλοῖσι καὶ ἰφθίμοισι μάχεσθαι· ὃ δὴ παρῳδηθῆναι δύναται, ὅτε τις μικρᾷ δυνάμει μεγίστων κατεπιχειρεῖ. ἐφ' οἷς ὁ βασιλικὸς νεανίας τὸν τοῦ πατρὸς λόγον πληρῶν ἐπιφέρει· (Vers. 245.) μνηστήρων δ' οὔτ' ἂρ δεκὰς ἀτρεκὲς, ἤγουν ἀληθῶς καταμόνας, οὔτε δύω οἶαι, ἀλλὰ πολὺ πλέονες. τάχα δ' εἴσεαι ἐνθάδ' ἀριθμόν. (Vers. 247.) ἐκ μὲν Δουλιχίοιο δύο καὶ πεντήκοντα κοῦροι κεκριμένοι, ὅ ἐστιν ἔκκριτοι· τοίους γὰρ ἔδει τοὺς τὴν Πηνελόπην μνηστευομένους εἶναι· ἓξ δὲ δρηστῆρες, ὅ ἐστι θεράποντες ὑπουργοὶ ἕπονται. ἐκ δὲ Σάμης πίσυρές τε καὶ εἴκοσι φῶτες ἔασιν· ἐκ δὲ Ζακύνθου ἐείκοσιν· ἐκ δ' αὐτῆς Ἰθάκης δυοκαίδεκα πάντες ἄριστοι· καί σφιν ἅμα ἐστὶ Μέδων κῆρυξ καὶ θεῖος ἀοιδὸς, (Vers. 253.) καὶ δοιὼ θεράποντε εἴτουν δρηστῆρε δαήμονε δαιτροσυνάων. Καὶ σημείωσαι κἀνταῦθα τὸ ἡρωϊκὸν εὐτελές. τοῖς γὰρ τοσούτοις δύο ἦσαν δαιτροὶ, ὡς τῶν βρωμάτων οὐ πολυειδῶν ὄντων. ἀριθμὸς δὲ τῶν μνηστήρων μόνων, ὀκτὼ καὶ ἑκατόν· συναριθμουμένων δὲ καὶ τῶν ἓξ δρηστήρων καὶ τῶν δύο δαιτρῶν, οἳ οὐδ' αὐτοὶ ἐκφευξοῦνται τὸν θάνατον φαύλοις δεσπόταις συγκινδυνεύσαντες,

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
