Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.123.1
Not analysed yet
γίνονται οἱ ὅλοι κακοὶ ἓξ καὶ δέκα καὶ ἑκατόν. (Vers. 252.) ὁ δὲ Μέδων καὶ ὁ ἀοιδὸς συναριθμοῦνται μὲν, οὐκ εἰσὶ δὲ θανάτου ἄξιοι· ἀγαθοὶ γάρ εἰσι· διὸ καὶ περισωθήσονται. ὅθεν καὶ προοιμιάζεται τὸ μὴ θανεῖν τῷ Μέδοντι μὲν τὸ κῆρυξ· τίμιοι γὰρ οἱ τοιοῦτοι καὶ ἄσυλοι· τῷ ἀοιδῷ δὲ τὸ θεῖος· ὁ γὰρ τοιοῦτος οὐδὲν ἂν πάθοι ὅτι μηδὲ ποιήσοι κακόν. Ὅτι δὲ ὁ Μέδων ἀγαθὸς τῷ τοῦ Ὀδυσσέως οἴκῳ, μαρτυρήσει καὶ ἐν τοῖς ἑξῆς ὁ Τηλέμαχος, ὅτε καὶ περιποιηθήσεται. ὡς δὲ καὶ ὁ ἀοιδὸς ἀνάγκῃ ἄειδε τοῖς μνηστῆρσι, προϊστόρηται. τέως γε μὴν ἀρκεῖ αὐτοῖς ἡ ἐκ τοῦ υἱοῦ πρὸς τὸν Ὀδυσσέα σύστασις, φαῦλον μὲν περὶ αὐτῶν εἰπόντος οὐδὲν, σεμνύναντος δὲ τὸν μὲν διὰ τοῦ κῆρυξ, τὸν δὲ διὰ τοῦ θεῖος. (Vers. 247.) Ἐνδοξότερον δὲ φαίνεται τὸ ἐκ Δουλιχίου φῦλον. πλείους τε γάρ εἰσι κοῦροι ἔκκριτοι καὶ δρηστῆρας αὐτοὶ μόνοι ἔχειν λέγονται. (Vers. 235.) Ἰστέον δὲ ὅτι Ὅμηρος μὲν ὁ γλυκὺς ἀριθμεῖν καὶ νῦν καὶ ἀλλαχοῦ λέγει κοινότερον. καινολόγος δέ τις ποιητὴς μεταθεὶς ἀμιθρεῖν λέγει τὸ ἀριθμεῖν. (Vers. 236.) Ἐν δὲ τῷ, ὄφρ' εἰδέω, φυσικῶς ἔγκειται τὸ ε, ὡς ἐν τῷ ποιέω καὶ τοῖς ὁμοίοις. εἰδέω γὰρ εἰδῶ εἰδήσω, ὡς ποιέω ποιῶ ποιήσω, καὶ ἐκεῖθεν καὶ τὸ εἰδήσειν καὶ ἡ εἴδησις καὶ ὁ εἰδηκὼς, ἐξ οὗ κατὰ συγκοπὴν ὁ εἰδὼς, ὥς περ καὶ τὸ εἰδέναι ἐκ τοῦ εἰδηκέναι. Ἐν δὲ τῷ, ὅσσοι τε καὶ οἵ τινες, ποσοῦ μὲν τὸ ὅσσοι, ποιοῦ δὲ τὸ οἵ τινες. (Vers. 238.) Νῶϊ δὲ δίχα τοῦ ν ἀντὶ τοῦ ἡμεῖς, τὸ μέντοι νῶϊν μετὰ τοῦ ν γενικὴ καὶ δοτική ἐστι τῶν δυϊκῶν, κειμένη ἀντὶ τοῦ ἡμῖν. (Vers. 244.) Ἐν δὲ τῷ, πολλοῖσι καὶ ἰφθίμοισιν, ἀκρίβειά ἐστι λόγου. ἀνάνδροις μὲν γὰρ πολλοῖς μάχοιντο ἂν ἀνδρεῖοι δύο, ἤδη δέ που καὶ εἷς. πολλοῖς δὲ καὶ ἰφθίμοις οὐκ ἂν προσμίξοι ἀκινδύνως. (Vers. 254.) Ὅτι Τηλέμαχος μὲν ὀκνῶν τὴν κατὰ τῶν μνηστήρων μάχην φησίν· ὡς εἴ περ τῶν μνηστήρων πάντων ἀντήσομεν, ὅ ἐστιν ἄντην ἔλθωμεν, ἔνδον ἐόντων καὶ μὴ ἐσκεδασμένων που ἔξω, (Vers. 255.) μὴ πολύπικρα καὶ αἰνὰ, τουτέστι πολυπίκρως καὶ αἰνῶς, βίας ἀποτίσεαι ἐλθὼν, ἤγουν πειραθῇς ἀμυντικῶς ἐκδικῆσαι τὰς βίας αὐτῶν. ἀλλὰ σὺ εἰ δύνασαί τινα ἀμύντορα μερμηρίξαι, φράζευ, (Vers. 257.) ὃς ἂν νῶϊν ἀμύνοι πρόφρονι θυμῷ· ὅ περ ἑρμηνεία ἐστὶ τοῦ, ἀμύντορα. καὶ οὕτω μὲν ὁ Τηλέμαχος. (Vers. 259.) Ὀδυσσεὺς δὲ λύων τὸ ἄπορον φησὶ μεγαληγόρως καὶ σεμνῶς· τοιγὰρ ἐγὼν ἐρέω, σὺ δὲ σύνθεο καὶ φράσαι, εἴ κεν νῶϊν, ἤγουν ἡμῖν, Ἀθήνη σὺν Διῒ πατρὶ ἀρκέσει, ἠέ τιν' ἄλλον ἀμύντορα μερμηρίξω. (Vers. 263.) καὶ ὁ νεανίας φησίν· ἐσθλώ τοι τούτω γ' ἐπαμύντορε, τοὺς ἀγορεύεις, ὕψι περ ἐν νεφέεσσι καθημένω· ὥς τε καὶ ἄλλοις ἀνδράσι κρατέουσι καὶ ἑξῆς. πρέπει δὲ πάντως ἐπὶ ἐνδόξων βοηθῶν λέγεσθαι τὸ, ἐσθλοί τοι οὗτοί γε ἐπαμύντορες, οὓς ἀγορεύεις. εἰ δὲ καὶ εἰς ἑνικὸν σχῆμα παρῳδηθῇ, ἐπιπρέπει ὁ πᾶς λόγος θεῷ, οἷον· ἐσθλός τοι οὗτος ἐπαμύντωρ, ὃν ἀγορεύεις, ὕψι περ ἐν νεφέεσσι καθήμενος, ὅς τε καὶ ἄλλοις ἀνδράσι τε κρατέει καὶ ἀθανάτοισιν. (Vers. 255.) Ὅρα δὲ τὴν ἔλλειψιν ἐν τῷ, μὴ πολύπικρα καὶ ἑξῆς. λείπει γὰρ τὸ σκόπει, ἢ σκέπου, ἢ δέδοικα, ἤ τι τοιοῦτον· ἵνα λέγῃ, ὅτι δέος ἐστὶ μὴ τίσεσθαι τοὺς κακοὺς προθέμενος πικρανθῇς αὐτός. (Vers. 256.) Ὅρα δὲ καὶ ὅτι τὸ ἀμύντωρ, ὃ καὶ ἡρμήνευσεν, ὡς ἐῤῥέθη, τρὶς ἐνταῦθα κεῖται κατὰ σχῆμα ἐπιμονῆς, καὶ ὅτι πάνυ καὶ πιθανῶς καὶ, ὡς ἐῤῥέθη, σεμνῶς, κατέστησεν ὁ ποιητὴς οὐκ ἀπίθανον εἶναι τὴν τῶν μνηστήρων πανωλεθρίαν εἰ θεὸς ἐπαμύνῃ, οἷα τοῦ παιδὸς μὲν ἀπορήσαντος, τοῦ δὲ Ὀδυσσέως φιλοσόφως λύσαντος. εἰ δὲ καὶ ἀόπλοις ἐκείνοις ἔνοπλοι οὗτοι ἐμπέσοιεν, καὶ μεθύουσι νήφοντες καὶ πάντῃ ἀνελπίστως καὶ οὐδὲ μόνοι οὗτοι οἱ δύο ἀλλὰ σὺν ἑτέροις τισὶν, ἐπίτασίς τίς ἐστι ταῦτα τῆς πιθανότητος. ὅτι δὲ πλάσει ὁ ποιητὴς καὶ αὐτὴν τηνικαῦτα παρεῖναι τὴν Ἀθηνᾶν, ἐκεῖ φανεῖται. (Vers. 267.) Ὅτι ἐπικουρίας ὑποσχετικὸν τὸ, οὐ μέντοι κεῖνοί γε πολὺν χρόνον ἀμφὶς ἔσονται φυλόπιδος κρατερῆς, ὁπότε ἡμῖν μένος κρίνηται Ἄρηος, ἤγουν ὅτε πολεμοῦμεν. συμβολικὸς δὲ ὁ λόγος καὶ οἷον αἰνιγματώδης διὰ τὸ ἀσαφές. (Vers. 269.) Ἔστι δὲ κρίνεσθαι μένος Ἄρεος, ὅτε σύμμιξις πολέμου γένηται. τότε γὰρ διακρίνεται τὸ τῶν μερῶν μένος καί πως διακεκριμένως οἱ τοιοῦτοι μίγνυνται, τὴν ἀρχὴν μὲν συμπλεκόμενοι, τῷ δὲ τέλει τῆς μάχης διακρινόμενοι ὅτε νίκη ἑτεραλκὴς γένηται. (Vers. 267.) Τὸ δὲ ἀμφὶς φυλόπιδος, ἀντὶ τοῦ, ἰδίᾳ καὶ χωρὶς καὶ πόῤῥω τῆς μάχης. (Vers. 270.) Ὅτι προεκτιθεὶς ἐνταῦθα σαφέστερον τὰ ἐφεξῆς ὁ ποιητὴς καὶ προθεωρῶν, ὅπως μεθοδεύσοι αὐτὰ, ποιεῖ τὸν Ὀδυσσέα λέγοντα τῷ υἱῷ, ὡς σὺ μὲν ἕωθεν ἐλθὼν οἴκαδε μνηστῆρσιν ὑπερφιάλοισιν ὁμίλει. (Vers. 272. sqq.) ἐμὲ δὲ προτὶ ἄστυ συβώτης ὕστερον ἄξει, οὐκ ἐν τῷ νῦν σχήματι, ἀλλὰ πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι. εἶτα λαλεῖ τινὰ γυμναστικὰ εἰς