# Commentarii ad Homeri Odysseam 2.124.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.124.1

καρτερίαν καὶ τληπάθειαν, εἰπών· εἰ δέ μ' ἀτιμήσουσι δόμον κάτα, σὸν δὲ φίλον κῆρ τετλάτω ἐν στήθεσσιν, ὅ πέρ ἐστι περίφρασις τοῦ, σὺ δὲ τλῆθι κακῶς πάσχοντος ἐμοῖο, ἤν περ καὶ διὰ δῶμα ποδῶν ἕλκωσι θύραζε, ἢ βέλεσι βάλλωσι, σὺ δ' εἰσορόων ἀνέχεσθαι, ἤτοι ἀνέχου. παύεσθαι μέντοι ἄνωγε ἀφροσυνάων μειλιχίοις ἐπέεσσι παραυδῶν, ὅ ἐστι παραινῶν. οἱ δέ τοι οὐχὶ πείσονται, δὴ γάρ σφι παρίσταται αἴσιμον ἦμαρ· τουτέστιν ἐγγὺς αὐτῶν ἵσταται ὄλεθρος ὁ ἀποκείμενος. εἶτα προσεπιβάλλει προεκθετικῶς καὶ ἑτέραν παραγγελίαν χρησίμην εἰς τὰ ἑξῆς, εἰπών· ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν· ὅ περ καὶ μετ' ὀλίγα ἐν ἑτέρᾳ παραινέσει ἀπαραποιήτως λέγει· ὁππότε ἂν πολύβουλος ἐνὶ φρεσὶ θήσει Ἀθήνη, νεύσω μέντοι ἐγὼ κεφαλῇ, σὺ δ' ἔπειτα νοήσας, ὅσσα τοι ἐν μεγάροισιν Ἀρήϊα τεύχεα κεῖται, ἐς μυχὸν ὑψηλοῦ θαλάμου κατάθες ἀείρας πάντα μάλα. μνηστῆρας δὲ μαλακοῖς ἐπέεσσι παρφάσθαι, ἤτοι παράφαθι, παραλόγισαι, εἴ πέρ σε μεταλλῶσι ποθέοντες· ἐκ καπνοῦ κατέθηκα, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει οἷα ποτὲ Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς. ἀλλὰ κατῄκισται ὅσον πυρὸς ἵκετ' ἀϋτμή. πρὸς δ' ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ θῆκε θεὸς, μή πως οἰνωθέντες ἔριν στήσαντες ἐν ὑμῖν ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα καὶ μνηστὺν, ἤγουν τὴν τῆς Πηνελόπης μνηστείαν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος. ἡμῖν δέ, φησι, μόνοις, δύο φάσγανα καὶ δύο δοῦρε καλλιπέειν ἤτοι κατάλιπε, καὶ δοιὰ βοάγρια χερσὶν ἑλέσθαι, ἤγουν ὥστε ἑλεῖν αὐτὰ χερσὶ καὶ ἀντικαταστῆναι τοῖς μνηστῆρσι. τοὺς δὲ Παλλὰς Ἀθηναίη θέλξει, ὡς ἐῤῥέθη πρὸ μικροῦ, καὶ Ζεὺς, τουτέστιν ὁ ἐν ἡμῖν νοῦς καὶ ἡ φρόνησις. (Vers. 288.) Καὶ ὅρα τὸ τοῦ Ὀδυσσέως βαθὺ καὶ ἐπιχειρηματικόν. συμβουλεύει μὲν γὰρ τῷ υἱῷ· συστεῖλαι τὰ Ἀρεϊκὰ ὅπλα· ὑποβάλλει δὲ αἰτίαν εἰπεῖν τῆς πράξεως εἴ τίς που αὐτὸν ἐρωτήσει, μίαν μὲν ὑπὲρ τῶν ὅπλων, ἵνα δῆθεν μὴ ἀχρειῶνται καπνῷ πρόχειρα κείμενα, (Vers. 292.) ἑτέραν δὲ ὑπὲρ τῶν μνηστήρων, μή πως οἴνῳ κατασχεθέντες ἐπεγερθῶσιν ἀλλήλοις ὡς ἀντερασταί. τοῦτο δὲ ἔχει τι καὶ σκώμματος, εἴ γε λεληθότως ἐν τῷ δοκεῖν ὑπὲρ αὐτῶν λέγειν σκώπτει αὐτοὺς καὶ ὡς μεθύσους. (Vers. 294.) ἐν δὲ τούτοις καὶ γνωμικὸν ἀστείως ὡς ῥήτωρ χορηγεῖ πρὸς ἀπολογίαν τῷ υἱῷ τὸ, αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος, ἤγουν πρόχειρος εἰς μάχην ἀνὴρ κατὰ τοὺς παλαιοὺς παρακειμένου σιδήρου, ἵνα ὥς περ σίδηρον ἡ μαγνῆτις, οὕτως αὐτὸς ἐπάγηται τὸν θυμούμενον καὶ ἀληθῶς ὅπλον ἀχορηγήτου θυμοῦ κατὰ τὸν εἰπόντα πᾶν τὸ παρατυχόν. (Vers. 287.) Ἰστέον δὲ ὅτι εἰ καὶ ἐν ἄλλοις ταυτὸν τὸ παραυδᾶν καὶ τὸ παρφάσθαι, ἀλλ' ἐνταῦθα, ὡς ἐφάνη, ἀγαθὸν μὲν τὸ παραυδᾶν, τὸ δὲ παρφάσθαι, ὃ σύστοιχόν ἐστι τῷ παραιφάσκειν καὶ τῇ παραιφάσει, ἔχει τι ψόγου διὰ τὸ δηλοῦν ἀπάτην καὶ παραλογισμόν. (Vers. 282.) Τὸ δὲ πολύβουλος Ἀθήνη, πάνυ συντελεῖ πρὸς τὸ ἀλληγορικῶς Ἀθηνᾶν τὴν φρόνησιν λέγεσθαι. (Vers. 284.) Ἀρήϊα δὲ τεύχεα πρὸς διαστολὴν τῶν ἐν ἄλλαις τέχναις ὅπλων. (Vers. 288.) Τὸ δὲ ἐκ καπνοῦ κατέθηκα, ἀντὶ τοῦ ἔξω καπνοῦ. καὶ ἔστιν ἀνάπαλιν πρὸς τὸ ὑπὲρ καπνοῦ. ἐκεῖνο μὲν γὰρ ὡς ἐπὶ πολὺ ἐπὶ τῶν ἀμελουμένων παροιμιάζεται, οἷα τῶν ὑπὲρ καπνοῦ τιθεμένων ἤδη πως καὶ ἀμελουμένων. τὸ δὲ ἐκ καπνοῦ ἐπιμέλειαν δηλοῖ, ἐπεὶ μὴ ἐῶνται τὰ τοιαῦτα σώματα καπνίζεσθαι, ἀλλὰ δηλαδὴ ἐκτὸς καπνοῦ τίθενται, ἵνα λαμπρὰ ὦσι καὶ οὕτως ἐκπληκτικά. ὅτι δὲ τὸ μὴ ἐκ καπνοῦ τὰ ὅπλα τεθεῖσθαι ἀμέλειαν αὐτῶν ἐμφαίνει, δηλοῖ ὁ γράψας τὸ, ἡ δ' ἀσπὶς ἐν τῷ φεψάλῳ κρεμήσεται, ἀμεληθεῖσα δηλονότι διὰ τὸ εἰρήνην εἶναι. παράφρασις δὲ πάντως τοῦ καπνοῦ προκεῖσθαί τι τὸ ἐν φεψάλῳ κρέμασθαι. φέψαλοι γάρ, φασι, καὶ φεψάλυγες, ὧν χρῆσις καὶ παρὰ Λυκόφρονι, σπινθῆρες ἀναφερόμενοι ἐκ τῶν καιομένων ξύλων, οἷς οὐκ ἂν εἴη μὴ καὶ καπνὸν συναναφέρεσθαι. οὐ πάρεργον δ' ἐνταῦθα εἰπεῖν καὶ ὅτι ἐκ τοῦ φέβω φέψω εἴη ἂν ὁ φέψαλος, οὗ δηλαδὴ φέβεταί τις τὸ ἅλμα ἤγουν φεύγει. (Vers. 290.) Τὸ δὲ κατῄκισται ἀντὶ τοῦ κακῶς ἔπαθεν, ἐκ μεταφορᾶς τῶν αἰκιζομένων σωμάτων· ἢ ἀεικῶς καὶ ἀεικελίως ἔχει τῆς προτέρας καταστάσεως. Ἀϋτμὴ δὲ πυρὸς ὁ καπνὸς, ὡς ἀναθυμίασις, παρὰ τὸ ἄω καὶ ἀΰω τὸ πνέω· ἐπεὶ πνευμάτων ἡ ἀναθυμίασις γεννητικόν. (Vers. 293.) Τὸ δὲ τρώσητε ἀντὶ τοῦ βλάψητε· ἐξ οὗ καὶ τρώμη, ἡ τρῶσις Ἰωνικῶς. (Vers. 296.) Βοάγρια δὲ, ὡς καὶ ἐν Ἰλιάδι, ἀσπίδες ἐκ βοῶν ἀγρίων καὶ ὅσα ἄλλα ἐῤῥέθη ἐκεῖ. Ἰστέον δὲ καὶ ὅτι ἡ περὶ τῶν ὅπλων ἐνταῦθα παραγγελία τῇ τῆς τ μάλιστα ῥαψῳδίᾳ ᾠκείωται κατὰ τοὺς παλαιούς· ὧδε γὰρ ὀβελίζονταί, φασι, τὰ τοιαῦτα ἔπη μετὰ καὶ ἀστερίσκων· ἐκεῖ δὲ καιριώτατα κεῖνται ὅπου καὶ εἶδεν Ὀδυσσεὺς τὰ ὅπλα. νῦν γάρ, φησιν, ἐν ἀγροῖς ὢν πῶς οἶδεν ὅτι πρόχειρα κεῖνται ὅπλα ἐν τῷ οἴκῳ; Σημείωσαι

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
