# Commentarii ad Homeri Odysseam 2.128.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.128.1

Τηλεμάχου ὑπεῖναι τισὶν, ἐκβάλλων ἐκείνων τὸ τοιοῦτον καλὸν, ἐπάγει· εἰ δ' ὑμῖν ὅδε μῦθος ἀφανδάνει, ἀλλὰ βούλεσθε αὐτόν τε ζώειν καὶ ἔχειν πατρώϊα πάντα, μή οἱ χρήματ' ἔπειτα ἅλις θυμηδέα ἔδωμεν ἐνθάδ' ἀγειρόμενοι, ἀλλ' ἐκ μεγάροιο ἕκαστος μνάσθω ἕδνοισι διζήμενοι. ἡ δ' ἂν ἔπειτα γήμαιτο ὃς ἂν πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι. (Vers. 380.) Ἔστι δὲ καὶ ἐν τούτοις ἰδεῖν, οἷόν τι χρῆμα ὁ κακός. ἰδοὺ γὰρ Ἀντίνοος εἰδὼς καὶ ὁμολογῶν κακὰ εἶναι τὰ τῶν μνηστήρων ἔργα, ὅμως καὶ αὐτὸς ποιεῖν ἐπιμόνως αὐτὰ βούλεται καὶ τοὺς ἄλλους προτρέπεται. ὁ δὲ ποιητὴς καὶ θεόμαχον αὐτὸν παρεμφαίνει. πῶς γὰρ οὐ τοιοῦτος, ὃς διαβεβαιωσάμενος ὅτι θεὸς κακότητος ἔλυσε τὸν Τηλέμαχον καὶ ἀπήγαγεν οἴκαδε, εἶτα πάλιν αὐτῷ ἐπιτίθεσθαι βούλεται; (Vers. 375.) Τὸ δὲ τοὺς λαοὺς μηδόλως ἦρα φέρειν τοῖς μνηστῆρσι, πιθανολογίαν τινὰ χορηγεῖ τῇ καθ' Ὅμηρον ἱστορίᾳ. οἱ γὰρ τοιοῦτοι οὐκ ἂν λυπηθεῖεν ὕστερον, οὐδ' ἀμύναιντο πεσόντων μνηστήρων. Ὅτι δὲ ἦρα τὴν χάριν λέγει, προδεδήλωται σαφῶς. Τὸ δὲ ὁμηγυρίζειν ὅμοιόν ἐστι τῷ σωφρονίζειν καὶ τοῖς τοιούτοις. ὁμηγυρέονται μὲν γάρ τινες αὐτοὶ, ὁμηγυρίζονται δὲ ὑπ' ἄλλων. (Vers. 378.) Τὸ δὲ ἀπομηνίσει περιττὴν κἀνταῦθα ὡς καὶ ἐν Ἰλιάδι ἔχει τὴν πρόθεσιν. ἄλλως γὰρ κυρίως ἀπομηνῖσαι τὸ ἀποθέσθαι μῆνιν. τοῦτο δὲ καὶ ἐσχημάτισται. τὸ γὰρ ἀκόλουθον ἦν κοινότερον οὕτω· οὐ γάρ μιν μεθήσειν ὀΐω, ἀλλ' ἀπομηνίσειν, ἐρέειν τε ἀναστάντα. (Vers. 379.) Τὸ δὲ ῥάπτειν φόνον ποιητῇ μὲν χρήσιμον, κακόζηλον δὲ ἐν λόγῳ πεζῷ διὰ τὸ μὴ προσκεῖσθαι καὶ ἑτέραν τινὰ λέξιν σύστοιχον πρὸς τὸ ῥάπτειν. ἀνάττικον δὲ τὸ ἐράπτομεν δι' ἑνὸς ῥῶ, φυσικὸν δὲ ὅμως καὶ κοινόν. Τὸ δὲ ἐκίχημεν παρατατικός ἐστι τοῦ κίχημι· ἐξ οὗ τὸ κιχῆναι, ὡς καὶ πρὸ βραχέων εἴρηται. (Vers. 381.) Τὸ δὲ μή τι κακὸν ῥέξωσιν ἐλλειπτικῶς ἔχει. λείπει γὰρ τὸ, διὸ δέδοικα ἢ ἄλλο τι ὅμοιον. θυμοῦ δὲ σχῆμα τοῦ πολλοῦ μὴ ἐῶντος λαλεῖν ἀνελλιπῶς, ὁποῖόν τι καὶ τὸ, ἀλλ' ἄγετε πρὶν κεῖνον ὁμηγυρίσασθαι εἰς ἀγορὴν Ἀχαιούς. (Vers. 376.) ἐν γὰρ τῷ ἄγετε λείπει ῥῆμα πληθυντικὸν, οἷον τὸ, ὀλοθρεύσωμεν ἢ ἀνέλωμεν ἢ ἑτεροῖόν τι τοιοῦτον πρὸς ἀκολουθίαν τοῦ, φραζώμεθα λυγρὸν ὄλεθρον. οὕτω δὲ καὶ τὸ, εἰ δ' ὑμῖν ὅδε μῦθος ἀφανδάνει, ἀλλὰ βούλεσθε αὐτὸν ζῆν, ἄρσεώς τινος λείπεται, οἷον· εἰ δὲ ἀφανδάνει, καὶ οὐ δοκεῖ καλὸν ὁ φόνος ἀλλὰ βούλεσθε αὐτὸν ζῆν. τοῦτο μέντοι δύναται καὶ ἀνελλιπῶς ἔχειν, εἴ τις νοήσει τὸν ἀλλα σύνδεσμον ἀντὶ τοῦ δε, ἵνα λέγῃ, ὡς εἴ περ ὑμῖν τάδε ἀφανδάνει, βούλεσθε δὲ αὐτὸν ζῆν. (Vers. 383.) Τὸ δὲ ἐπ' ἀγροῦ ἐπιθέσθαι τῷ Τηλεμάχῳ ἢ ἐν ὁδῷ πάνυ δυνατῶς καὶ ἀσφαλῶς ὁ κακὸς Ἀντίνοος ὑποτίθησι, καὶ εἰ ἐξενίκησεν ἡ τοιαύτη βουλὴ, ἦν ἂν ἄφυκτον τὸ κακόν. αὐξήσας οὖν οὕτω τὸ δεινὸν ὁ ποιητὴς καὶ τὸν ἀκροατὴν θέμενος ἐναγώνιον λύσει τὴν ἀγωνίαν ταύτην καὶ τὸ ἄπορον πιθανῶς διὰ τοῦ Ἀμφινόμου. (Vers. 389.) Τὸ δὲ θυμηδὲς ὁμοίως παρῆκται τῷ μελιηδές. ἐναντίον δὲ πρὸς τὸ θυμηδὲς τὸ θυμαλγές. (Vers. 392.) Τὸ δὲ πλεῖστα πόροι, πρὸς τὴν τῆς Πηνελόπης ἀξίαν ἐῤῥέθη, ὡς πλείστων ἀξιουμένης. Τὸ δὲ μόρσιμος ἔλθοι, τὸν Ὀδυσσέα ἐθέλει προκαλεῖσθαι ἀστείως, ὃς καὶ πλεῖστα τῇ Πηνελόπῃ πάλαι ποτὲ χρόνου ἔπορε. καὶ ἔστι τοῦτο οἷόν τις φήμη μαντευομένη τὰ ὑπὲρ Ὀδυσσέως, λελοξευμένου τοῦ πόροι, καὶ νοουμένου ἐπὶ Ὀδυσσέως ἀντὶ τοῦ, ἔπορε, σχήματι Ἀττικῷ. (Vers. 394.) Ὅτι Ἀντινόου συμβουλευσαμένου κτεῖναι Τηλέμαχον, Ἀμφίνομος Νίσου φαίδιμος υἱὸς, ὃς ἐκ Δουλιχίου ἡγεῖτο μνηστῆρσι, μάλιστα δὲ Πηνελοπείῃ ἥνδανε μύθοισι, φρεσὶ γὰρ κέχρητ' ἀγαθῇσιν. ὁ τοίνυν Ἀμφίνομος μόνος οὗτος ἀντειπὼν, ὦ φίλοι, φησὶν, οὐκ ἂν ἔγωγε κατακτείνειν ἐθέλοιμι Τηλέμαχον. δεινὸν δὲ γένος βασιλήϊόν ἐστι κτείνειν· ἀλλὰ πρῶτα θεῶν εἰρώμεθα βουλάς. Εἰ μέν κ' αἰνήσωσι Διὸς μεγάλοιο θέμιστες, αὐτός τε κτενέω, τούς τ' ἄλλους (Vers. 404.) πάντας ἀνώξω· οὗ θέμα ἀνώγω τὸ κελεύω. (Vers. 405.) εἰ δέ κ' ἀποτρωπῶσιν ἤτοι ἀποτρέπωσιν αἱ ῥηθεῖσαι θέμιστες, παύσασθαι ἄνωγα. (Vers. 402.) καὶ οὕτω προθέσει μαντείας ἐκφεύγει προφανῆ κίνδυνον ὁ Τηλέμαχος. καὶ οὐκ ἔστιν ἄλλως λῦσαι πιθανώτερον τὴν ἀπορίαν τοῦ πῶς ὁ Τηλέμαχος οὐκ ἐπεβουλεύθη ἐπ' ἀγροῦ ἢ ἐν ὁδῷ. (Vers. 397.) οὐχ' ἁπλῶς δὲ ἁνδάνει τῇ Πηνελόπῃ ὁ Ἀμφίνομος, ἀλλὰ μάλιστα τῶν λοιπῶν μνηστήρων. καὶ οὐδ' ὡς ἀνδρεῖος, τοιοῦτοι γὰρ μάλιστα Ἀντίνοος καὶ Εὐρύμαχος, οἳ ἀρετῇ πάντων ἦσαν ἔξοχοι, (Vers. 398.) ἀλλ' ὡς φρεσὶ κεχρημένος ἀγαθαῖς· χαίροι γὰρ ἂν ἡ περίφρων τῷ ὁμοίῳ. οὐκ ἔσται δὲ ὄφελος τῷ Ἀμφινόμῳ, εἰ μόνον φρεσὶ κέχρηται ἀγαθαῖς· καὶ κλέπτης γὰρ ἄν ποτε ἢ καὶ μοιχὸς φρεσὶ χρώμενοι ἀγαθαῖς, ὡς μὲν τοιοῦτοι, ἐπαινοῖντο ἂν, ὡς δὲ φαῦλοι κολάζοιντο· οὕτω καὶ Ἀμφίνομος ὡς μὲν

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
