# Commentarii ad Homeri Odysseam 2.129.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.129.1

φρεσὶ κεχρημένος ἀγαθαῖς ἁνδάνει τῇ Πηνελόπῃ, ὡς δὲ μνηστὴρ ἀφανδάνει. ἐπίτηδες δὲ καὶ τοὺς τοιούτους ὁ ποιητὴς συμπαραλαμβάνει τοῖς ἀτασθάλοις μνηστῆρσιν, ὡς ἂν βραχύ τι ἀνασειράζοιτο ἡ τῶν πλειόνων ὕβρις. Ὅρα δὲ καὶ τὸ, φρεσὶ κέχρητο, ἐξ οὗ παρὰ τῷ ῥήτορι τὸ, κέχρηται συμφορᾷ, καὶ ὅσα τοιαῦτα. καὶ ὡς θεῖον τὸ βασιλικόν ἐστι γένος, καὶ οἷον δεινὸν εἶναι κτείνεσθαι διὰ τὴν θειότητα. καιρία δὲ λέξις τὸ κτείνειν, διὸ καὶ ἐπιμένει αὐτῇ. (Vers. 402.) Τὸ δὲ θεῶν εἰρώμεθα βουλὰς, ὅμοιον ὡς εἰ καὶ εἶπεν ὅτι κτείνωμεν Τηλέμαχον θεοῦ ἐπισπόμενοι ὀμφῇ. (Vers. 403.) Τὸ δὲ θέμιστες Διὸς φασί τινες μὴ δεῖν ἐπὶ μαντείας τίθεσθαι· ἀγορᾶς γὰρ καὶ βουλῆς λέξιν εἶναι τὴν θέμιν· διὸ ἀντὶ τοῦ θέμιστες τόμουραι γράφουσιν, ὅ ἐστι μαντεῖαι, ὡς καὶ προγέγραπται. ὄρος γὰρ κατὰ τὸν γεωγράφον Τόμουρος, ὑφ' ὃ κεῖται ἱερὸν τὸ ἐν Δωδώνῃ κατὰ Θεσπρωτίαν. ἐξ οὗ τόμουροι, οἱ ὑπὸ τοῦ ποιητοῦ λεγόμενοι ὑποφῆται Διὸς ἀνιπτόποδες χαμαιεῦναι, καὶ αἱ μαντεῖαι τόμουραι. βέλτιον γάρ, φησι, τομούρους ἢ θέμιστας γράφειν. θέμιστες γὰρ οὐ τὰ μαντεῖα ἀλλ' αἱ βουλαὶ καὶ τὰ βουλεύματα καὶ τὰ νομοθετήματα. Τοῖς δὲ ῥηθεῖσι τομούροις καὶ ὁ παρὰ τῷ Λυκόφρονι συνονομάζεται τόμουρος νημερτέστατος, ἤγουν ὁ τὸ μὴ ὂν ὁρῶν μαντικῶς. (Vers. 412.) Ὅτι εἰ καὶ καταμόνας οἱ μνηστῆρες ἐβουλεύσαντο κατὰ Τηλεμάχου, ἀλλ' ὅμως ὁ προδηλωθεὶς κῆρυξ Μέδων μαθὼν κατεμήνυσε τῇ Πηνελόπῃ. καὶ αὐτὴ γνοῦσα ἐνόησε φανῆναι τοῖς μνηστῆρσιν, ὡς καὶ ἄλλοτε ποιεῖν εἴωθε κατὰ ποσὰ χρονικὰ διαστήματα, καὶ δὴ ἐμφανισθεῖσα τοὺς μὲν ἄλλους ἀφίησι καθῆσθαι ἐπὶ ξεστοῖσι θρόνοισιν, (Vers. 418.) Ἀντινόῳ δέ φησιν ἐπιπλήττουσα· Ἀντίνοε ὕβριν ἔχων κακομήχανε, καὶ δὲ ἤγουν δή σέ φασιν ἐν Ἰθάκῃ μεθ' ὁμήλικας εἶναι ἄριστον βουλῇ καὶ μύθοισι· σὺ δ' οὐκ ἄρα τοῖος ἔησθα· (Vers. 421.) μάργε, τουτέστι μαινόμενε, τί δὲ σὺ Τηλεμάχῳ θάνατόν τε μόρον τε ῥάπτεις, οὐδ' ἱκέτας ἐμπάζεαι οἷσιν ἄρα Ζεὺς μάρτυρος; οὐδ' ὁσίη κακὰ ῥάπτειν ἀλλήλοισιν. (Vers. 424.) εἶτα ἑρμηνεύουσα τὸ, οὐδ' ἱκέτας ἐμπάζεαι, καὶ εἰς ἀχρηστίαν δὲ ὀνειδίζουσα ἐρωτᾷ λόγους ἀναμνηστικοὺς, ὧν Ὀδυσσεὺς ὠφελήσας Εὐπείθην τὸν Ἀντινόου πατέρα εἰποῦσα· ἢ οὐκ οἶσθα ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο, τουτέστιν ἱκέτευε φεύγων, (Vers. 425.) δῆμον ὑποδδείσας τὸν τῶν Ἰθακησίων. δὴ γὰρ κεχολώατο λίην, οὕνεκα ληϊστῆρσιν ἐπισπόμενος Ταφίοισιν ὁ Εὐπείθης ἤκαχε Θεσπρωτούς. (Vers. 427.) οἱ δὲ, τουτέστιν οἱ Θεσπρωτοὶ, ἡμῖν ἄρθμιοι ἦσαν, ἤγουν φίλοι. καὶ οἱ μὲν Ἰθακήσιοι ἔθελον φθῖσαι τὸν Εὐπείθην καὶ ἀποῤῥαῖσαι φίλον ἦτορ, ἠδὲ κατὰ ζωὴν φαγέειν μενοεικέα πολλήν. ἀλλ' Ὀδυσσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένους περ. τοῦ νῦν οἶκον ἄτιμον ἔδεις, μνάᾳ δὲ γυναῖκα, παῖδά τ' ἀποκτείνεις, (Vers. 432.) ἐμέ τε μεγάλως ἀκαχίζεις, ἣν δηλαδὴ ἐχρῆν ὡς μνηστὴν θεραπεύειν. (Vers. 433.) ἀλλά σε παύσασθαι κέλομαι καὶ ἀνωγέμεν ἄλλους. τοῦτο δὲ λέγει ἐμφαίνουσα, διατί πρὸς μόνον αὐτὸν ἀπετείνατο τοὺς λόγους, ὡς πάντων δηλαδὴ αἴτιον καὶ πείθοντα καὶ τοὺς ἄλλους ἕπεσθαι οἷς αὐτὸς ἐθέλει. (Vers. 409.) Σημείωσαι δὲ, ὡς οὐ πρὸς τρυφὴν ἡ Πηνελόπη τοῖς μνηστῆρσιν ἐπεφαίνετο, ἀλλ' ὅτε τι τυχὸν κατήπειγεν, ὡς καὶ ἐνταῦθα ἡ κατὰ τοῦ παιδὸς ἐπιβουλὴ ἐμφανίζει αὐτὴν παύσουσαν τὸ μελετώμενον κακόν. Ὕβριν δὲ ἔχων ὁ ὑβριστὴς ὡς ἐν περιφράσει. (Vers. 418.) Κακομήχανον δὲ καλεῖ τὸν Ἀντίνοον, ὅ περ ὅμοιόν ἐστι πρὸς τὸ ἀμήχανος Ἥρη, ὡς ἀεί τε τοιοῦτον καὶ πρὸς διαστολὴν ἴσως τοῦ μὴ τοιούτου Ἀμφινόμου, ὃς ἀεὶ ἁνδάνων αὐτῇ μύθοις οἷα φρεσὶ κεχρημένος ἀγαθαῖς, ὅ ἐστιν οὐ διὰ καλλιέπειαν ἀλλ' ὅτι νοῦν αὐτῷ εἶχον οἱ λόγοι φρενήρει ὄντι, καὶ νῦν αὐτῇ μάλιστα ἤρεσεν ἂν ὑπὲρ τοῦ παιδὸς λαλήσας. (Vers. 420.) ῥητορικῶς δὲ ἡ Πηνελόπη τὸ ἄριστον εἶναι βουλῇ καὶ μύθοις τὸν Ἀντίνοον ἀνατρέπει, ἐξ ὧν ἀδίκως ποιεῖ ὁ ἁμαρτάνων εἰς αὐτὸν τὸν ἱκέσιον. ὡς γὰρ Διομήδης καὶ Γλαῦκος, ξένοι πατρῷοι, ἤδη δὲ καὶ Μέντης καὶ Τηλέμαχος, οὕτω καὶ νῦν Τηλέμαχος καὶ Ἀντίνοος ἱκέται πατρῷοι ἀλλήλοις συνάγονται. (Vers. 422.) καὶ ἔστιν οὐ μόνον Εὐπείθης ἱκέτης τῷ Ὀδυσσεῖ καὶ δι' ἐκεῖνον καὶ Ἀντίνοος ἱκέτης πατρῷος τῷ Τηλεμάχῳ, ἀλλὰ καὶ ἀνάπαλιν Ὀδυσσεύς τε ἱκέτης τῷ Εὐπείθει, οὐχ' ὡς ἱκετεύσας μέντοι, ἀλλ' ὡς ἱκετευθείς. καὶ Τηλέμαχος δὲ ἱκέτης ὁμοίως τῷ Ἀντινόῳ, ἵνα ᾖ μέση λέξις τὸ ἱκέτης καὶ ὁμώνυμος, καθὰ καὶ ὁ ξένος, ὃς καὶ τὸν ξενισθέντα δηλοῖ καὶ τὸν ξενίσαντα· ξένοι γὰρ ἄμφω ἀλλήλοιν, καθὰ καὶ ὁ ἱκετεύσας καὶ ὁ τὴν ἱκετείαν δεξάμενος ἤτοι κατὰ τοὺς παλαιοὺς εἰπεῖν ἱκετοδόχος ἱκέται εἰσὶν ἀλλήλοις. τοιοῦτον καὶ ὁ προστρόπαιος, ἐπεὶ μέσως ἔχει καὶ αὐτός. προστρόπαιός τε γὰρ Ζεὺς ἐν ῥητορικῷ λεξικῷ, ᾧ ἄν τις, φασὶ, προστρέποιτο δεόμενος. καὶ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
