Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.130.1
Not analysed yet
προστρόπαιος ὁ ἱκέτης, ὁ πρός τινα δηλαδὴ δεητικῶς τρεπόμενος. τοιόν δε τι καὶ ὁ χρήστης ὁ δανείσας τε γὰρ οὕτω καλεῖται καὶ ὁ ὀφείλων. (Vers. 419.) Τὸ δὲ μεθ' ὁμήλικας ἀντὶ τοῦ καθ' ὁμήλικας, ἤγουν ἐν ὁμήλιξι. (Vers. 422.) Τὸ δὲ ἐμπάζεαι νῦν μὲν αἰτιατικῇ συντέτακται καὶ λαμβάνεται ἀντὶ τοῦ, δι' ἐπιστροφῆς ἔχεις· ὡς ταπολλὰ δὲ μετὰ γενικῆς. οἷον καὶ τὸ, ὁ δ' οὐκ ἐμπάζετο ἱρῶν ἤγουν ἐπεστρέφετο. καὶ, οὔτε θεοπροπίης ἐμπάζομαι. (Vers. 423.) Τὸ δὲ μάρτυρος πρωτότυπόν φασιν εἶναι τοῦ μάρτυς, ποιῆσαν ἐκεῖνο διὰ συγκοπῆς· ὅθεν εὐλόγως οὐδὲ ἔχει κλίσιν ὁ μάρτυς. ἀλλὰ τοῦτο μὲν ἕτεροι. ἐν δέ γε τοῖς ὀνοματικοῖς τοῦ Ἡρῳδιανοῦ φέρεται ὡς ἐκ τοῦ μάρτυς γίνεται κατά τινα διάλεκτον τροπῇ τοῦ σ εἰς ρ ὁ μάρτυρ, οὗ ἡ γενικὴ ἀναδραμοῦσα εἰς εὐθεῖαν κινεῖ τὸν μάρτυρον. Δωρικὴ δέ τις ἡ ῥηθεῖσα ἐν ταῖς εὐθείαις τροπὴ τοῦ σ εἰς ρ, ὡς ἔστι καὶ παρὰ Ἰαμβλίχῳ εὑρεῖν ἐν οἷς εἰς τὸν Πυθαγόραν ἔγραψεν. Ἰστέον δὲ ὅτι μάρτυς λέγεται τοῖς ἱκέταις ὁ Ζεὺς καθὰ καὶ τοῖς ξένοις καὶ τοῖς ἑταίροις, ἵνα ὡς εὖ εἰδὼς καὶ ἐπιτιμήτωρ ποιητικῶς εἰπεῖν ὕστερον τοῖς ἁμαρτάνουσι γίνοιτο. Τὸ δὲ οὐδ' ὁσίη ἀντὶ τοῦ οὐδ' ὅσιον ἐλλελεῖφθαι δοκεῖ. λείπει γὰρ τὸ, βουλὴ ἢ τοιόνδε τι, ἵνα λέγῃ, ὡς οὐκ ἔστιν ὁσία δίκη ἢ βουλὴ ἢ πρᾶξις τὸ τοὺς ἱκέτας ῥάπτειν ἀλλήλοις κακά· ὃ γνωμικῶς ῥηθὲν ἐντρέπει τὸν Ἀντίνοον, εἴ περ ὀφειλέτης ὢν σωτηρίας τῷ Τηλεμάχῳ διὰ τὴν πατρῷαν ἱκεσίαν, ὁ δὲ βούλεται τὰ πρὸς ὄλεθρον αὐτοῦ. Ἰστέον δὲ ὅτι καθάπερ ἐλλιπὲς, ὡς ἐῤῥέθη, τὸ οὐχ' ὁσίη, οὕτω καὶ ἡ αὐτοῦ ἑρμηνεία τὸ οὐχ' ὅσιον. νοεῖται γὰρ ἀντὶ τοῦ οὐχ' ὅσιον πρᾶγμα ἐστί. Τὸ δὲ ῥάπτειν φίλη τροπή ἐστι τῷ ποιητῇ ἐπὶ τῶν κατὰ δόλον· φθάσας τε οὖν ἔφη, φόνον αἰπὺν ἐράπτομεν. καὶ νῦν δὲ θάνατον ῥάπτεις φησὶ, καὶ, κακὰ ῥάπτειν ἀλλήλοις. (Vers. 425.) Τὸ δὲ δῆμον ὑποδδείσας παρηχεῖ μέν πως κατὰ τὸ, τὸν, καὶ ὑπέδδεισαν μάκαρες θεοὶ οὐδέ τ' ἔδησαν· δηλοῖ δὲ τὸ ἄσχετον τῆς δημοτικῆς ὁρμῆς, ἣ κρεῖσσον πυρὸς κατὰ τὴν τραγῳδίαν ἀκολάστως ἐπινέμεται τὰ καθ' ὧν ὁρμήσει. μέγα οὖν τι ὠφέλησεν Ὀδυσσεὺς τὸν Εὐπείθην ἀπαλλάξας αὐτὸν τοῦ κατὰ τὸν δῆμον δέους. (Vers. 426.) Τοὺς δὲ Ταφίους ληϊστῆρας κἀνταῦθα ὁ ποιητὴς ἱστορεῖ. (Vers. 427.) ἄρθμιοι δὲ οἱ κατὰ φιλίαν ἡρμοσμένοι. ἀρθμὸς γὰρ ἡ φιλία, ὡς καὶ ἀλλαχοῦ ἐφάνη. (Vers. 428.) Τὸ δὲ φθῖσαι καὶ τὸ ἀποῤῥαῖσαι ταυτὰ νοοῦσι, καθὰ καὶ τὸ, θάνατόν τε μόρον τε, καὶ τὸ, μενοεικέα πολλήν. ζωὴν δὲ καὶ νῦν τὸν βίον λέγει, τουτέστι πάντα τὰ εἰς τὸ ζῆν ἐπιτήδεια. (Vers. 431.) Ἐν δὲ τῷ, οἶκον ἄτιμον, οἶκον μὲν λέγει τὰ ἐν τῷ οἴκῳ, ἀπὸ τοῦ τόπου τὰ ἐν τόπῳ δηλῶν ἤγουν ἐκ τοῦ περιέχοντος τὸ περιεχόμενον, ἄτιμον δὲ τὸν ἀτιμώρητον, ἢ καὶ ἐπιῤῥηματικῶς ἀντὶ τοῦ ἀτίμως, προῖκα, δωρεάν· μὴ καταβαλὼν τιμὴν ὅ ἐστι τίμημα τῶν ἐσθιομένων. Ἐνταῦθα δὲ ὅρα καὶ πυκνότητα καὶ γοργότητα νοημάτων μετὰ κάλλους ἐν τῷ, τοῦ, ἤτοι τοῦ ἱκέτου, οἶκον ἄτιμον ἔδεις οὗ ὁ πατὴρ Ὀδυσσεὺς μενοεικέα περιεσώσατό σε ζωήν. μνάᾳ δὲ γυναῖκα οὐ δικαίως, τὴν τοῦ εὐεργέτου. παῖδά τ' ἀποκτείνεις, τὸν πατρῷον δηλαδὴ ἱκέτην. ἐμέ τε οὐχ' ἁπλῶς ἀλλὰ μεγάλως ἀκαχίζεις, ἣν μεγάλως ἔδει εὐφραίνειν διὰ τὴν μνηστείαν. τέσσαρες οὖν ἔννοιαι αὐτοτελεῖς δυσὶ στίχοις ἔγκεινται μετὰ παρίσων τριῶν, τοῦ ἔδεις, κτείνεις, ἀκαχίζεις. ὧν τὸ κτείνεις δριμέως ἐῤῥέθη, ὡς εἰ καὶ ἤδη ἐνηργεῖτο εἰς τὸν παῖδα ὁ φόνος. θυμοῦ δὲ συγκοπαὶ τὰ ῥηθέντα κόμματα. διὸ καὶ παύει τὸν λόγον εὐθὺς ἡ φιλόσοφος γυνὴ, μηδὲν ἀγεννὲς ἀξιώσασα, ἀλλὰ βασιλικῶς εἰποῦσα τὸ, ἀλλά σε παύσασθαι κέλομαι, εἶτα καὶ οἱονεὶ θεραπεύσασα κολακευτικῶς ἐν τῷ, καὶ ἀνωγέμεν ἄλλους. (Vers. 436.) Ὅτι Ἀντίνοος μὲν εἰ καὶ θρασὺς καὶ ὕβριν ἔχων ὡς προσεχῶς ὠνείδισται, ἀλλ' οὖν σιγᾷ ἐφ' οἷς ἡ Πηνελόπη καταφορικῶς αὐτῷ προσήνεκται. Εὐρύμαχος δὲ οἷα κρυψίνους ὑπούλως καὶ ἐσχηματισμένως ἀμειβόμενος τοιαῦτα φησί· θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων. οὐκ ἔσθ' οὗτος ἀνὴρ οὐδ' ἔσσεται οὐδὲ γένηται, ὅς κεν Τηλεμάχῳ σῷ υἱέϊ χεῖρας ἐποίσει ζώοντός γ' ἐμέθεν καὶ ἐπὶ χθονὶ δερκομένοιο. ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται. αἶψά οἱ αἷμα κελαινὸν ἐρωήσει περὶ δουρὶ ἡμετέρῳ. ἐπειὴ καὶ ἐμὲ πτολίπορθος Ὀδυσσεὺς πολλάκι γούνασιν οἷσιν ἐφεσσάμενος κρέας ὀπτὸν ἐν χείρεσσιν ἔθηκεν, ἐπέσχε τε οἶνον ἐρυθρόν. τῷ μοι Τηλέμαχος πάντων πολὺ φίλτατός ἐστιν ἀνδρῶν. οὐδέ τί μιν θάνατον τρομέεσθαι ἄνωγα ἔκ γε μνηστήρων. θεόθεν δ' οὐκ ἔστ' ἀλέασθαι. καὶ τοιαῦτα μὲν ὁ ὕπουλος Εὐρύμαχος κατά γε σχῆμα· βούλεται δὲ τῇ ἀληθείᾳ λέγειν, ὅτι ἐμοῦ ζῶντος οὐδεὶς ἔσται, ὃς πρὸ ἐμοῦ ἢ δίχα ἐμοῦ ἐπιβουλεύεται τῷ Τηλεμάχῳ. (Vers. 441.) οὕτω δὲ καὶ τὸ, αἶψά οἱ αἷμα κελαινὸν ἐρωήσει, δοκεῖ μὲν λέγειν ὅτι τὸ αἷμα τοῦ ἐπιβουλεύ-