# Commentarii ad Homeri Odysseam 2.131.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.131.1

σοντος τῷ Τηλεμάχῳ ῥευσεῖται περὶ τῷ ἐμῷ δόρατι. ἄλλως δὲ δηλοῖ, ὅτι τῷ Τηλεμάχῳ τὸ αἷμα ἐρωήσει περὶ τῷ τῶν μνηστήρων δόρατι. οὐ γὰρ εἶπε περὶ δουρὶ ἐμῷ, ἀλλὰ ἡμετέρῳ κοινῶς. (Vers. 447.) καὶ μὴν καὶ ἐν τῷ, θεόθεν δ' οὐκ ἔστ' ἀλέασθαι, φαίνεται μὲν λέγειν, ὅτι τὸν φυσικὸν θάνατον οὐκ ἐκφευξεῖται ὁ Τηλέμαχος. λέγει δὲ ἄλλως αὐτὸ ἐκεῖνο τὸ ἤδη προβεβουλευμένον, ὅτι δηλαδὴ τεθνήξεται ὑφ' ἡμῶν αὐτῶν, ἐὰν αἱ τοῦ Διὸς ὡς προείρηται αἰνήσωσι θέμιστες ἤγουν συγκαταινέσωσι προτρέπουσαι ἡμᾶς· ὁποῖον καὶ τὸ ἐν ἄλλοις τεθὲν πρὸς Τηλέμαχον, ἤ σέ γε λαοὶ ἐχθαίρουσιν ἐπισπόμενοι θεοῦ ὀμφῇ, ἤγουν θεόθεν ὀτρυνθέντες. ἐπεὶ δὲ ἦν εἰκὸς ἐμβαθῦναι τὴν δαΐφρονα Πηνελόπην τῷ σχηματισμῷ τοῦ νοήματος καὶ φανερῶς αὐτὰ δύσνοιαν κατὰ τὴν τραγῳδίαν ἡγήσασθαι, ἀχρειοῖ δῆθεν τὴν ἔμφασιν ὁ Εὐρύμαχος εἰπών· ἐπεὶ καὶ ἐμὲ πολλάκις ὁ Ὀδυσσεὺς γούνασιν ἐπικαθίσας κρέας ὀπτὸν ἐχείρισε καὶ οἶνον ἐπέσχε. (Vers. 445.) διό μοι Τηλέμαχος οὐχ' ἁπλῶς φίλος οὐδὲ φίλτατος, ἀλλὰ πάντων πολὺ φίλτατός ἐστιν, ὡς εἰ καὶ ἀδελφὸς διὰ τὴν ἐξ Ὀδυσσέως κηδεμονίαν, ὃ δὴ καὶ αὐτὸ ἐπίτηδες γελοιάζων φησίν· εἴ περ διὰ μὲν τὸ δίκαιον, οὐκ ἐδεῖται τόν ποτε βασιλέα Ὀδυσσέα. (Vers. 443.) διὰ δὲ κρέας ὀπτὸν καὶ οἴνου ῥόφημα πολὺ φίλτατον αὐτῷ εἶναι φησὶ τὸν ἐκείνου υἱὸν Τηλέμαχον, αἰτίαν θεὶς παιγνιώδη, ὡς εἰ καί τις πολλῶν τινὶ ὀφειλέτης ὢν, εἶτα καὶ ὀβολὸν ἐξ ἐκείνου παραῤῥιφέντα σχὼν, ἐκεῖνα μὲν ἐν καιρῷ σιωπᾷ, προφέρει δὲ εἰς μνήμην τοῦ ὀβολοῦ σμικροδωρεάν. (Vers. 448.) ἐπὶ δὲ τούτοις θεωρῶν ὁ ποιητὴς αὐτὸς ἑαυτὸν, τουτέστι τὴν οἰκείαν ἑρμηνεύων μέθοδον καὶ δηλῶν ὡς ἐσχηματισμένως ἐνταῦθα ἔγραψε, φησίν· ὣς φάτο θαρσύνων, τὴν Πηνελόπην δηλαδὴ Εὐρύμαχος, τῷ δ' ἤρτυεν αὐτὸς ὄλεθρον, ὃν καὶ τοῖς λόγοις ἐνέφηνεν, εἰ καὶ ἡ Πηνελόπη ἁπλοϊκῶς ἤκουσε. καὶ ὅρα ὡς καὶ τῶν ἐσχηματισμένων ὁμιλιῶν ἀρχὰς ὁ ποιητὴς ἐνδέδωκεν. (Vers. 436.) Ὅτι δὲ τὸ μελόντων ἀντὶ τοῦ μελέτωσαν κεῖται, οὐκ ἔστιν ἀμφιβαλεῖν. δῆλον δὲ καὶ ὅτι ἔχει τι ἐσχηματισμένης ἐννοίας καὶ τὸ, μή τοι ταῦτα μελόντων. μονονουχὶ γάρ, φησιν, ὅτι οὐ σοί γε ἀλλ' ἡμῖν ἔσται μέλησις, ὅπως ἂν διαχειρισώμεθα τὸν Τηλέμαχον. ὅλως γὰρ ὀργίλου μὲν ἤθους τὰ τοῦ Ἀντινόου καὶ βαρέος, εἰρωνικοῦ δὲ τὰ τοῦ Εὐρυμάχου. (Vers. 439.) Τὸ δὲ ζώοντος ἐμοῦ καὶ ἐπὶ χθονὶ δερκομένοιο, ἐκ τῆς Ἰλιάδος παρειλκύσθαι δοκεῖ. (Vers. 437.) Τὸ δὲ ἔσσεται καὶ τὸ γένηται δοκεῖ τοῖς φιλοσοφοῦσι διαφορὰν ἔχειν τινά. ἔσεσθαι μὲν γὰρ ἐπὶ τῶν ἐξανάγκης φασὶν, ἐπὶ τῶν ἐνδεχομένων δὲ τὸ γενήσεσθαι, οἷον, ἔσεται μετὰ χειμῶνα ἔαρ ἀναγκαίως, τὸ δὲ βρέφος τόδε γενήσεται γραμματικὸν, ἐνδεχομένως· οὐ γὰρ ἐξανάγκης τοῦτό γε. (Vers. 443.) Τὸ δὲ πολλάκι γούνασιν ἐφέζεσθαι καὶ τὰ ἑξῆς, μέγα εἰς φιλοστοργίαν εἶναι δοκεῖ τοῖς φρονοῦσι διὰ τὴν εἰς αὐτοὺς βρεφικήν ποθεν ἐπιμέλειαν. διὸ καὶ ὁ ἐν Ἰλιάδι Φοῖνιξ ἀναμιμνήσκων τὸν Ἀχιλλέα, ὅτι πολλάκις μοι τὸ στῆθος κατέδευσας οἴνου ἀποβλύζων, ἐνδείκνυται δυσωπητικὸν εἶναι τὴν τοιαύτην βρεφοκομίαν καὶ παιδοτροφίαν. ὅ περ καὶ ὁ Εὐρύμαχος ἐνταῦθα ἐφ' ἑαυτῷ προσποιεῖται, λαλῶν μὲν τὸ δέον, οὐ φρονῶν δὲ ὡς δέον. Κρέας δὲ ὀπτὸν καὶ ταῦτα νηπίῳ δίδοται, ὅτι σπανίως ἀνάβραστα κρέα οἱ ἥρωες προσεφέροντο. δῆλον δὲ ὅτι ἐκ τοῦ ὀπτητὸν, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, συγκέκοπται τὸ ὀπτόν. Ἐπισχεῖν δὲ οἶνον τὸ ἐγγὺς σχεῖν, οὗ ἐναντίον τὸ ἀποσχεῖν. (Vers. 446.) Τὸ δὲ ἄνωγα μέσος ἐστὶ παρακείμενος τοῦ ἀνώγω ἐνεστῶτος, καθὰ καὶ τοῦ ἀνοίγω τὸ ἠνέωγα. (Vers. 449.) Ὅτι ἐν ἄλλοις ἠχήεντα λέγων δώματα, ὡς ἐκεῖ ἐφάνη, νῦν ὑπερώϊα σιγαλόεντα λέγει ἀντιθετικῶς, κατ' ἄλλον μέντοι λόγον, οὐ τὰ σιγῶντα· οὐ γὰρ ἂν ἔχοι τοῦτο λόγον, ἀλλὰ τὰ ἐμποιοῦντα σιγὴν τῷ βλέποντι διὰ τὸ θαυμαστὰ εἶναι. (Vers. 450.) Ὅτι καὶ ἐνταῦθα, ὡς καὶ πρὸ τούτων, ἔκλαιε τὸν Ὀδυσσέα ἡ γυνὴ, ὄφρα οἱ ὕπνον ἡδὺν ἐπὶ βλεφάροισι βάλεν Ἀθήνη. (Vers. 454.) Ὅτι Εὔμαιος μὲν φθάσας πενταέτηρον σῦν ἱέρευσε, πανηγυρίσας οἷον ἐπὶ ἐνδημίᾳ ξένου ἀγαθοῦ, Ὀδυσσεὺς δὲ καὶ Τηλέμαχος ἐνιαύσιον, φειδωλότερον μὲν διατεθέντες, τρυφώτερον δὲ, οὓς καὶ εὗρεν ὁ Εὔμαιος δόρπον ἐπισταδὸν ὁπλιζομένους· ὃ καὶ ἀλλαχοῦ κεῖται. Ὅτι πλατύνας ἤδη τὴν μεταβολὴν τῆς τοῦ Ὀδυσσέως μορφῆς ὁ ποιητὴς συντέμνει αὐτὴν ἐνταῦθα καιρίως οὕτως. Ἀθηνᾶ δὲ ἄγχι παρισταμένη ῥάβδῳ πεπληγυῖα πάλιν ποίησε γέροντα, (Vers. 457.) λυγρὰ δὲ εἵματα ἕσσε περὶ χροΐ. καὶ τὴν αἰτίαν ἐπάγων φησί· μή ἑ συβώτης γνοίη ἑσάντα ἰδὼν καὶ τῇ γυναικὶ ἔλθοι ἀπαγγέλλων. (Vers. 459.) μηδὲ φρεσὶν εἰρύσαιτο, τουτέστι μὴ οὐ φυλάξοι καὶ κρύψοι κατὰ νοῦν. οὐ βούλεται γὰρ γνωσθῆναι Ὀδυσσεὺς οὐδενὶ διὰ τὰ προῤῥηθέντα. διὸ καὶ πᾶσα ἐπίκρυψις ἐπ' αὐτῷ γίνεται. (Vers. 461.) Ὅτι Τηλέ-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
