# Commentarii ad Homeri Odysseam 2.133.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.133.1

λόφος σωρὸς λίθων ἐστὶν ἐνόδιος ἢ βωμὸς ἢ λόφος ὑποκείμενος Ἑρμοῦ ἀνδριάντι. ἄλλοι δὲ νοοῦσιν Ἑρμαίους κοινῶς λόφους σημεῖα ὁδῶν κατὰ ποσήν τινα διάστασιν μιλιασμοῦ τυχὸν ἢ σταδιασμοῦ. Ἑρμῆς γάρ, φασι, πρῶτος οἷα κῆρυξ καὶ διάκτορος καθήρας τὰς ὁδοὺς, εἴ που λίθους εὗρεν, ἀπετίθει ἔξω ὁδοῦ. ὅθεν τοὺς τοιοῦτόν τι ποιοῦντας καὶ τὰς ὁδοὺς τῷ Ἑρμῇ ὡς διακτόρῳ ἐκκαθαίροντας εἰς τιμὴν Ἑρμοῦ τοὺς τῶν τοιούτων λίθων σωροὺς Ἕρμαια ἢ Ἑρμαίους λόφους καλεῖν. τινὲς δέ φασιν, Ἑρμοῦ τοῦ εἰς λόγον ἀλληγορουμένου σύμβολον εἶναι τὸ τοιοῦτον ἔργον. ὡς γὰρ σωρὸς λίθων ἐκ μικρῶν εἰς μέγαν ὀγκοῦται κολωνὸν, οὕτω καὶ Ἑρμῆς λόγος ἀποτάδην διεξοδικῶς ἐκ βραχυτάτων στοιχείων τε καὶ συλλαβῶν καὶ λέξεων συσσωρευόμενος εἰς πολὺ κορυφοῦται. ἄλλοι δὲ εἶπον, Ἑρμῇ ἀνελόντι τὸν Ἄργον, ἐξ οὗ καὶ ἀργειφόντης ἐκλήθη, ἀνάγκην γενέσθαι δοῦναι δίκας τοῦ φόνου· ἐπεὶ δὲ Διῒ πεισθεὶς ἐπλημέλησε τὸ κακὸν καὶ ὤκνουν αὐτὸν τίσασθαι, προσέῤῥιψαν τὰς ψήφους ὁ καθένα τῶν κρειττόνων ἠρέμα τῷ Ἑρμῇ, βάλλοντος οἷον ἐκεῖνον λίθους, καὶ οὕτω τὴν τοῦ φόνου ποινὴν ἀφωσιώσαντο. καὶ οἱ τῶν ψήφων ἐκείνων λίθοι ἀναβάντες τῇ σωρείᾳ εἰς λόφον εἰς τιμὴν ὕστερον ἔπεσον τῷ Ἑρμῇ· ἐντεῦθεν γὰρ οἱ σωρευόμενοί που λίθοι τῷ Ἑρμῇ κατὰ τὴν ἐνταῦθα Ὁμηρικὴν φράσιν ἐπωνομάζοντο. Ἰστέον δὲ καὶ ὅτι οὐ καινὸν, εἴ περ ἐκ τοῦ Ἑρμοῦ ὁ μὲν Ἑρμαῖος λόφος προπερισπᾶται, τὸ δὲ Ἕρμαιον εἴτε τοπικῶς ὡς ἐῤῥέθη νοεῖται, εἴτε ἐπὶ εὑρήματος τυχηροῦ, προπαροξύνεται. ἀναλογίαν γὰρ ταῦτα σώζει. οὕτω γὰρ καὶ ὀγκαῖος μὲν προπερισπᾶται ὁ παρὰ Λυκόφρονι, ὄγκαιον δὲ τὸ καὶ ὄγκιον ἐν τοῖς ἑξῆς παρ' Ὁμήρῳ προπαροξύνεται. τὸ δ' ἀνάλογον καὶ ἐπὶ τοῦ, τροπὴ τροπαῖος Ζεύς· τρόπαιον δὲ ἄλλως τὸ οὐδέτερον, εἰ καὶ οἱ Ἀττικοὶ προπερισπῶσιν αὐτὸ, καθὰ καὶ τὸ ἑτοῖμον καὶ τὸ ἐρῆμον. ὅτι δὲ Ἕρμαιον τὸ εὕρημα Ἑρμῇ καὶ αὐτὸ παρωνόμασται, κερδώῳ δηλαδὴ, ὅθεν καὶ εὐερμεῖν ῥῆμα τὸ εὐτυχεῖν καὶ εὐερμία ἡ εὐτυχία, ἐν ἄλλοις δεδήλωται σαφῶς. τῆς δὲ κατὰ τὸ Ἕρμαιον, ὅ πέρ ἐστιν εὕρημα προπαροξυτονήσεως, παραπήγματα κείσθω παρώνυμα προπαροξύτονα καὶ τὸ Σκύλλαιον, τόπου ὄνομα, καὶ τὸ Ἀθήναιον, ἔτι δὲ καὶ τὸ Νύμφαιον καὶ Τύχαιον, ἃ παρεσημειώσαντο οἱ παλαιοὶ, παρ' οἷς καὶ ἡ τοῦ εὑρήματος λέξις διφορεῖται. λέγεται γὰρ αὐτὸ καὶ εὕρεμα διὰ τοῦ ε. καὶ εἰσὶ μὲν καὶ ἀμφοτέρων χρήσεις, ἐπικρίνει δὲ μᾶλλον Ἡρῳδιανὸς τὴν διὰ τοῦ η, ὡς ἀπὸ περισπωμένου τοῦ εὑρῶ, οὗ τὴν περίσπασιν ἐλέγχει ὁ εὑρήσω μέλλων, περιττεύων τοῦ ἐνεστῶτος μιᾷ συλλαβῇ. (Vers. 473.) Τὸ δὲ πολλοὶ ἔσαν ἄνδρες ἐν αὐτῇ καὶ ἑξῆς, νῆα φράζει πολεμικήν. διαγελᾷ δὲ ἡ τοῦ πράγματος σοβαρότης παρίσοις, τῷ σάκεσσιν, ἔγχεσιν, ἀμφιγύοισιν. (Vers. 474.) ἔχει δέ τι καὶ ἀστειότητος τὸ οὕτω βεβριθέναι τὴν ναῦν, ὡς εἴ γε φόρτον εἶχεν ὅπλα πολεμικά. τίνα δὲ τὰ ἀμφίγυα ἔγχεα, ἡ Ἰλιὰς δηλοῖ. (Vers. 476.) Τὸ δὲ ἱερὴ ἲς Τηλεμάχοιο ἐς πατέρα ἰδὼν, ὅμοιόν ἐστι τῷ, ψυχὴ Τειρεσίου χρύσεον σκῆπτρον ἔχων. (Vers. 481.) Ἐν τούτοις δὲ τερματοῦται ἡ ῥαψῳδία εἰς τὸ, δὴ τότε κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο, ἤγουν ὕπνωσαν, ὡς καὶ ἐν Ἰλιάδι κεῖται. ἀστεῖος δὲ ὁ νοῦς τοῦ ῥητοῦ· ὡς γὰρ ὁ ἐπὶ τῷ φαγεῖν ἀνακλιθεὶς λαμβάνει δῶρον βρώσεως, οὕτω καὶ ὁ κοιμηθεὶς ἤγουν ἀναπεσὼν, ὥστε ὑπνῶσαι, λαμβάνει ὡς ἀπὸ τοῦ σωματικοῦ δαιμονίου τοῦ ὕπνου ὃ δίδωσιν αὐτὸς δῶρον, τὴν ἐκ τοῦ ὑπνῶσαι δηλαδὴ χάριν. ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ρ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. Εἰς τὴν πόλιν ἐλθὼν Τηλέμαχος διηγεῖται τῇ μητρὶ Πηνελόπῃ τῆς ἀποδημίας τὰ κεφάλαια, ὕστερον δὲ Ὀδυσσεὺς ἀχθεὶς ὑπὸ τοῦ Εὐμαίου εἰς Ἰθάκην ἀπὸ τῶν ἀγρῶν εἰς τὸ συμπόσιον τῶν μνηστήρων εἰσέρχεται. ὁ δὲ ποιητὴς ἀπαγγέλλει, πῶς ὁ κύων ἀναγνωρίζει τὸν δεσπότην, καὶ ὡς Εὔμαιος μὲν εἰς τοὺς ἀγροὺς ὑποστρέφει, Ὀδυσσεὺς δὲ ἐν αὐτοῖς μένει.

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
