# Commentarii ad Homeri Odysseam 2.134.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.134.1

ΟΔΥΣΣΕΙΑΣ Ρ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ. Ὅτι πολλὰ μὲν ἡ ῥαψῳδία λαλεῖ, ἐπιγράφεται δ' ὅμως ἐκ τοῦ κατ' ἀρχὴν εὐθὺς πράγματος· ἐπάνοδος δηλαδὴ Τηλεμάχου εἰς Ἰθάκην. (Vers. 6.) Ὅτι ἄττα καὶ ἐνταῦθα Τηλέμαχος προσφωνεῖ τὸν Εὔμαιον, περὶ οὗ ἱκανῶς προείρηται. Ὅτι μητρικὴν ὁ Τηλέμαχος ἀγάπην δηλοῖ περὶ αὐτὸν ἐν τῷ, εἶμ' ἐς πόλιν ὄφρα με μήτηρ ὄψεται. οὐ γάρ μιν πρόσθεν παύσασθαι ὀΐω κλαυθμοῦ τε στυγεροῖο γόοιό τε δακρυόεντος, πρίν γ' αὐτόν μ' ἐσίδηται. τοῦτο δὲ καὶ ἄλλως εἶχε φράσαι, πρίν γ' αὐτόν μ' ἐσιδέσθαι. (Vers. 10.) Ὅτι προεκτιθέμενος τὰ ἐφεξῆς ὁ Τηλέμαχος ἐπιτέλλει τῷ Εὐμαίῳ τὸν ξεῖνον δύστηνον ἄγειν ἐς πόλιν, ὄφρα, φησὶν, ἐκεῖθι δαῖτα πτωχεύῃ, τουτέστι, ζητῇ πτωχικῶς, ὡς καὶ προεδηλώθη· ὃ ἑρμηνεύων φησί· (Vers. 11.) δώσει δέ οἱ ἐπαιτοῦντι ὅς κ' ἐθέλῃσι πύρνον, περὶ οὗ προεγράφη, καὶ κοτύλην, οἴνου δηλαδή· ἐλλιπῶς γὰρ εἴρηται· ἐγράφη δὲ πρὸ ὀλίγων καὶ περὶ κοτύλης. εἶτα βεβαιῶν ξεῖνον εἶναι τὸν παρόντα φησίν· ἐμὲ δ' οὔ πως ἔστιν ἅπαντας ἀνθρώπους ἀνέχεσθαι ἔχοντά περ ἄλγεα θυμῷ. (Vers. 14.) ὁ ξεῖνος δ' εἴ περ μάλα μηνίει, ἄλγιον αὐτῷ ἔσσεται. ἦ γὰρ ἐμοὶ φίλ' ἀληθέα μυθήσασθαι. τοιαῦτα δὲ λέγοι ἂν ὁ ἀξιούμενος μὲν πολλὰ εὐεργετεῖν, μὴ δυνάμενος δὲ, εἰ καὶ γογγύζει ὁ ζητῶν. Ἔνθα ὅρα καὶ ὅτι, καθὰ πρὸ τούτων ἐῤῥέθη, μὴ χρῆναι τῷ ξεινοδόκῳ ἔριδα προφαίνειν, ἵνα μὴ ἑαυτοῦ πάντα κολούη, οὕτω κἀνταῦθα οὐκ ἀγαθὸν εἶναι λέγεται τὸν ξεῖνον μηνίειν τῷ ξεινοδόκῳ· ἄλγιον γὰρ αὐτῷ ἔσται οὕτω ποιοῦντι. δῆλον δ' ἐκ τούτου, ὅτι ὁπηνίκα ἔφη μόνον τὸ ἄλγιον, ἐνέλιπεν ἐκεῖ ῥῆμα ὑπαρκτικὸν, ὡς καὶ προδεδήλωται. Τὸ δὲ τὸν ξεῖνον δύστηνον, παρατεθειμένον ἀσυνήθως ἔχει τὸ ἄρθρον. τὸ γὰρ σύνηθες, τὸν δύστηνον ξεῖνον. (Vers. 12.) Τὸ δὲ ἅπαντας ἀνθρώπους ἀνέχεσθαι, εἴρηται μὲν ἀληθῶς· οὐ γὰρ ἄν τις δύνηται δεόντως ξενίζειν ἅπαντας, ὡς ἐκεῖνοι ζητοῦσιν. ἔχει δὲ τὸ ἀνέχεσθαι ἢ ἀντὶ τοῦ τιμᾶν ἢ ἀντὶ τοῦ ἀνέχειν ἤτοι ἀναβαστάζειν, ὡς ἐκ μεταφορᾶς τινὸς ὑπερείσματος. (Vers. 15.) Τὸ δὲ φίλ' ἀληθέα μυθήσασθαι, ἢ Ἀττικῶς ἀντὶ τοῦ φίλον ἐστὶ τἀληθῆ εἰπεῖν, ἢ φίλα τὰ ἀληθῆ, ὥστε εἰπεῖν αὐτά. (Vers. 17.) Ὅτι καὶ νῦν αἰτιολογῶν Ὀδυσσεὺς τὸ ἐθέλειν εἰς Ἰθάκην ἀπελθεῖν φησίν· ὦ φίλος, οὐδέ τοι αὐτὸς ἐρύκεσθαι μενεαίνω, ἐν τῷ ἀγρῷ δηλαδή· πτωχῷ βέλτερόν ἐστι κατὰ πτόλιν ἢ κατ' ἀγροὺς δαῖτα πτωχεύειν· ὃ καὶ ἀνωτέρω κεῖται· δώσει δέ μοι ὅς κ' ἐθέλῃσι, κατὰ τὸν τοῦ Τηλεμάχου λόγον. οὐ γὰρ ἐπὶ σταθμοῖσι μένειν ἔτι τηλίκος εἰμὶ, ὥστ' ἐπιτειλαμένῳ σημάντορι πάντα πιθέσθαι· ἤγουν οὐκ εἰμὶ τοιαύτης ἡλικίας, ὥστε εἰς πᾶν ἔργον πείθεσθαι τῷ κελεύοντί μοι κατ' ἀγροὺς, ὡς οἷα δηλαδὴ γέρων ὢν καὶ μὴ ἐξισχύων πονεῖν. σημάντορα δὲ συνήθως λέγει τὸν ἐπιτάσσοντα. (Vers. 22.) Ὅτι πτωχοῦ γέροντος γυμνίτου τὸ, ἐμὲ δ' ἄξει ἀνὴρ ὅδε τὸν σὺ κελεύεις αὐτίκα. εἰπεί κε πυρὸς θερέω, ἤγουν διὰ πυρὸς θερμανθῶ, ἀλέη τε γένηται, ἡ ἐκ τοῦ ἡλίου δηλονότι, αἰνῶς γὰρ τάδε εἵματα ἔχω κακὰ, μή με δαμάσσῃ στίβη ὑπηοίη ἤγουν ἡ ἑωθινὴ πάχνη, ὡς προγέγραπται. δῆλον δὲ καὶ ἐντεῦθεν, ὡς ψυχεινὸς ὁ τῆς ἐπανόδου τῷ Ὀδυσσεῖ καιρός. (Vers. 27.) Ὅτι κἀνταῦθα κακὰ φυτεύειν, ὡς καὶ ἀλλαχοῦ, τὸ βουλεύεσθαι κατά τινων. ᾧ σύμφωνον καὶ τὸ ὑπορύττειν κακά. τῆς δὲ αὐτῆς ἐννοίας καθ' ἕτερον λόγον καὶ τὸ ῥάπτειν κακά· (Vers. 32.) Ὅτι κώεα καταστορνῦσα θρόνοις ἐνὶ δαιδαλέοισι τοῖς τῶν μνηστήρων ἡ τοῦ Τηλεμάχου τροφὸς Εὐρύκλεια εἶδεν αὐτὸν πολὺ πρώτη ἐρχόμενον, καθά που καὶ Τηλέμαχος τὸν Μέντην πολὺ πρῶτος εἶδεν ἐλθόντα διὰ τὸ μεριμνᾶν καὶ διατοῦτο πρὸς ταῖς εἰσόδοις τοῦ οἴκου ἔχειν τὴν θέαν. Ὅρα δὲ ὡς εὐτελῶς κώεα ἐν τοῖς ῥηθεῖσι θρόνοις τίθενται. Τὸ δὲ στορνῦσα καθ' ὁμοιότητα παράγεται τοῦ ὄρνυσθαι καὶ τῶν ὁμοίων. ὡς γὰρ ὄρω ὄρνω ὀρνύω ὄρνυμι, οὕτω στορῶ στόρνω στορνύω στόρνυμι· ἐξ οὗ ὁ στορνύς· οὗ θηλυκὸν ἡ στορνῦσα. δῆλον δ' ὅτι ταυτόν ἐστι στορέσαι καὶ στόρνυσθαι. παρὰ δὲ τοῖς ὕστερον καὶ στρῶσαι, συγκοπὲν ἐκ τοῦ στορῶ καὶ μεταπεσὸν ἐκ πρώτης συζυγίας τῶν περισπωμένων εἰς τρίτην. ὅθεν καὶ τὸ στρῶμα καὶ τὸ τῆς νηὸς κατάστρωμα. (Vers. 33.) Ὅτι δακρύσασα, ὡς εἰκὸς, ἡ μαῖα ἰθὺς ἦλθε τοῦ Τηλεμάχου. ἀμφὶ δ' ἂρ ἄλλαι δμωαὶ Ὀδυσσῆος ἠγερέθεντο καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους. καὶ ἔστι δουλικὸν τὸ φίλημα τοῦτο. Πηνελόπη δὲ ἔκυσέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
