# Commentarii ad Homeri Odysseam 2.135.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.135.1

καλά. καὶ Εὔμαιος δὲ πρὸ ταύτης ὁμοίως ὡς οἷά τις ἀδελφὸς, καθὰ δηλοῖ τὸ ἄττα προσφώνημα, ᾧ δεξιοῦται αὐτὸν ὁ Τηλέμαχος. στόμα μέντοι οὐδεὶς ἐφίλει. καὶ ἴσως ὁρμηθείς τις ἐντεῦθεν εἴποι ἂν κυρίως φιλεῖν τὸ ἐμφῦναι ἴλλοις, εἴ γε καὶ ἄμφω φάεα καλὰ ἐφιλοῦντο. ἡ Πηνελόπη δὲ καὶ ἀμφὶ παιδὶ φίλῳ βάλε πήχεε δακρύσασα καὶ ὀλοφυρομένη δὲ λαλεῖ. ἔργα δὲ ταῦτα γινόμενα ἐπὶ φίλοις ἐξ ἀποδημίας ἥκουσιν, ὥς περ καὶ λόγος πρέπων τοιούτῳ καιρῷ τό· ἦλθες Τηλέμαχε γλυκερὸν φάος καὶ ἑξῆς, καθὰ προεγράφη. ἐπαινῶν δὲ ὁ ποιητὴς κἀνταῦθα ὡς ἑτέρωθι τὴν Πηνελόπην, φησὶν ὡς ἦλθεν ἐκ θαλάμοιο Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσῇ Ἀφροδίτῃ· τοῦτο μὲν, ὡς καλή· ἐκεῖνο δὲ, ὡς περίφρων καὶ σώφρων. (Vers. 38.) Τὸ δὲ ἀμφὶ παιδὶ βάλε πήχεε, ἀντὶ τοῦ ἀμφέβαλε τὸν υἱὸν τοῖς πήχεσι. καλῶς δὲ τὸ, πήχεε· βραχίονες γὰρ οὐκ ἔχουσι περιπλέκεσθαι. (Vers. 35.) Ἰστέον δὲ ὅτι τοῦ κυνεῖν, ὅ ἐστι φιλεῖν, πρωτότυπόν ἐστι τὸ κύειν. διὸ ἀμφοῖν ἐνταῦθα χρῆται ὁ ποιητὴς, ὡς προέκκειται. ἐκ τούτων δὲ κατά τινα σχέσιν καὶ κυνεῖν τὸ προσκυνεῖν καὶ κύειν τὸ γεννᾶν. ἐν τούτοις δὲ κεῖται καὶ ὁ κίων ἀρσενικῶς ἐν τῷ, (Vers. 29.) ἔγχος μὲν στῆσε πρὸς κίονα μακρὸν ἐρείσας, κοινότερον· ἄλλως μέντοι θηλυκῶς προήχθη, ἐν τῷ, ἔγχος ἔστησε φέρων πρὸς κίονα μακρήν. (Vers. 38.) Ἰστέον δὲ καὶ ὅτι ἐν τῷ, ἀμφὶ παιδὶ φίλῳ βάλε πήχεε, δύναται τὸ φίλῳ, καὶ τῷ παιδὶ προσκεῖσθαι καὶ δυϊκῶς λέγεσθαι πρὸς τὸ πήχεε, καθότι καὶ φίλαι που χεῖρες καὶ φίλη χεὶρ λέγεται. (Vers. 46.) Ὅτι ὄκνον δηλοῖ ἐπὶ σκυθρωπῷ λόγῳ τὸ, μή τοι γόον ὄρνυθι, μηδέ μοι ἦτορ ἐν στήθεσσιν ὄρινε φυγόντι περ αἰπὺν ὄλεθρον. Τηλέμαχος δὲ τῇ μητρὶ τοῦτο φησίν· (Vers. 48.) ἣν καὶ παραινεῖ ὑδρηναμένην καθαρὰ χροῒ εἵματα ἑλοῦσαν εὔχεσθαι, εἴ ποθι θεὸς ἄντιτα ἔργα τελέσσει· ὃ καὶ πρὸ τούτων ἡ μαῖα παρῄνεσε. (Vers. 57.) καὶ αὐτὸς μὲν οὕτω λαλεῖ. τῇ δέ φησιν ἄπτερος ἔπλετο μῦθος. καὶ ἐποίησεν ἡ γυνὴ οὕτω. κεῖται δὲ τὸ, ἄπτερος ἔπλετο μῦθος εἰς ἶσον τῷ, ταχέως προσήκατό, φασι, τὸν λόγον. ἄπτερος δὲ ὁ παράμονος καὶ μὴ πτερόεις κατὰ τὸ κοινὸν τοῦ λόγου ἐπίθετον, ἤγουν ὁ μὴ ἀποπτὰς, ἀλλ' ἐπιμείνας τῇ γυναικί. τινὲς δὲ καὶ ἀντὶ τοῦ ταχὺ καὶ ἰσόπτερος νοοῦσι τὴν λέξιν, ἵνα λέγῃ, ὅτι ταχὺ ἐς ψυχὴν εἰσέδυ τῇ Πηνελόπῃ. (Vers. 44.) Ὅτι περίφρασις τοῦ, τί εἶδες, τὸ, ὅπως ἤντησας ὀπωπῆς. ἔστι δὲ ἀντῆσαι μὲν τὸ τυχεῖν, ὀπωπὴ δὲ ἡ θέα, ὡς καὶ ἀλλαχοῦ. (Vers. 61.) Ὅτι καὶ νῦν, ὥς που καὶ ἐν καταρχαῖς τοῦ βιβλίου, ὁ Τηλέμαχος εἰς ἀγορὰν ἄπεισι κατὰ ὅμοιον σχῆμα· ἔγχος τε γὰρ ἔχει, καὶ κύνες πόδας ἀργοὶ ἕπονται αὐτῷ, καὶ θεσπεσία χάρις αὐτῷ θεόθεν καταχεύεται. καὶ πάντες λαοὶ ἐπερχόμενον αὐτὸν θηεῦντο. ἀγείρονται δὲ ἀμφ' αὐτὸν καὶ οἱ μνηστῆρες ἔσθλ' ἀγορεύοντες, κακὰ δὲ φρεσὶ βυσσοδόμευον· ὅ περ δολίοις προσφωνεῖσθαι πρέπει ἀνδράσιν. ἐν δὲ τῷ βυσσοδόμευον ἐξαλλαγὴν σχήματος ἔχει. ἦν γὰρ κοινότερον βυσσοδομεύοντες εἰπεῖν πρὸς τὸ ἀγορεύοντες. (Vers. 69.) Ἐνταῦθα δὲ κεῖται καὶ βιωτικὴ παραίνεσις τὸ δεῖν εἶναι προτιμᾶσθαι τοὺς φίλους τῶν μὴ τοιούτων. Τηλέμαχος γὰρ τὸν τῶν μνηστήρων ἀλευάμενος ὅμιλον καθέξεται ἰὼν εἰς ἀγορὰν, ἵνα Μέντωρ ἧστο καὶ Ἄντιφος καὶ Ἀλιθέρσης, οἵ τέ οἱ ἐξ ἀρχῆς πατρώϊοι ἦσαν ἑταῖροι. (Vers. 70.) Ὅτι καὶ ἐν τῷ τόπῳ τούτῳ δυνάμενος ὁ ποιητὴς πολυλογῆσαι παραιτεῖται αὐτὸ διὰ τὸ μὴ καίριον. ὡς μὲν γὰρ οἱ φίλοι ἐξερέεινον ἕκαστα, λέγει· τί δὲ πρὸς αὐτοὺς ὁ Τηλέμαχος ἔφη, οὐ λέγει. (Vers. 78.) Ὅτι τοῦ προῤῥηθέντος Πειραίου ἀποκαθιστῶντος τῷ Τηλεμάχῳ τόν τε ξένον Θεοκλύμενον καὶ τὰ ἐκ Μενελάου δῶρα τὰ φθάσαντα παρατεθῆναι αὐτῷ Τηλέμαχος πάντων ἀκουόντων φησὶν ἀνεμεσήτως πρὸς Πείραιον ἀρξάμενος ἀπὸ τοῦ γαρ συνδέσμου συνήθως· Πείραιε, οὐ γάρ τ' ἴδμεν ὅπως ἔσται τάδε ἔργα· εἴ κεν ἐμὲ μνηστῆρες ἀγήνορες ἐν μεγάροισι λάθρη κτείναντες πατρώϊα πάντα δάσονται, αὐτὸν ἔχοντά σε βούλομαι ἐπαυρέμεν ἤτοι ἐπαπολαύειν κληρονομικῷ δικαίῳ, ἤ τινα τῶνδε. εἰ δὲ ἐγὼ τούτοισι φόνον καὶ κῆρα φυτεύσω, δὴ τότε μοι χαίροντι φέρειν πρὸς δώματα χαίρων. ὡς νῦν γε οὔτε σὺ χαίρεις οὔτ' ἐγώ. (Vers. 80.) Καὶ ὅρα τὸ, λάθρη κτείναντες, ὡς μὴ ὂν ἐξ ἐμφανοῦς τοῦτο γενέσθαι. οὕτω καὶ παῤῥησιάζεται καὶ θαῤῥεῖ ὁ νεανίας τὸν πατέρα ἰδών· ὃς καὶ τὴν ἀγορὰν παρ' ἐλπίδα ποιεῖ, καταπλήττων τοὺς μνηστῆρας διὰ τὸ ἐμφαινόμενον αὐτῷ ἄτρεστον. κεῖται δ' ἐν τούτοις (Vers. 73.) καὶ φίλου τιμὴ, ἔνθα τὸν Πείραιον ἰδὼν ἐγγύθεν ἐλθόντα ὁ Τηλέμαχος οὐκέτι ἐκάθητο βασιλικῶς, ἀλλὰ παρέστη φιλικῶς. (Vers. 78.) Σημείωσαι δὲ καὶ ὅτι ὁ τοῦ Τηλεμάχου πρὸς τὸν Πείραιον λόγος παῤῥησίαν τε, ὡς ἐῤῥέθη, ἔχει, καὶ φιλίας ἀμοιβὴν, καὶ ἀπάτην δὲ μνηστήρων, διὰ τὸν ῥηθέντα δισταγμόν· καὶ ὅτι δῶμα μὲν οἰκονομικῶς οὐ προσή-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
