# Commentarii ad Homeri Odysseam 2.136.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.136.1

κατο, ἀλλ' ἀφῆκε παρὰ τῷ Πειραίῳ αὐτὰ εἶναι, τὸν δὲ ξεῖνον Θεοκλύμενον ἦγεν ἐς οἶκον χρησιμεύοντά τι καὶ αὐτὸν ἐν τοῖς ἑξῆς. (Vers. 101.) Ὅτι φθάσασα Πηνελόπη ἀξιῶσαι τὸν υἱὸν καταλέξαι αὐτῇ τὰ τῆς ὁδοῦ καὶ εὑροῦσα μὴ πεισθέντα ἐν τῷ εἰπεῖν μὴ θέλειν γόον αὐτῷ ἀνεγεῖραι, καὶ ὑποθέσθαι δὲ αὐτῇ τὴν προῤῥηθεῖσαν εὐχὴν, φανερῶς μὲν οὐ δυσχεραίνει κατὰ τοῦ παιδὸς, ἄλλως δὲ ὀνειδίζει ὅτι ὤκνησε τὸν λόγον. καὶ ὁ Τηλέμαχος τὸ ἐντεῦθεν δυσωπηθεὶς λαλεῖ τὰ δηλωθησόμενα. τέως γε μὴν τὰ τῆς Πηνελόπης φράζει οὕτω πως ὁ ποιητής· μήτηρ δ' ἀντίον ἷζε παρὰ σταθμὸν μεγάροιο, κλισμῷ κεκλιμένη, λέπτ' ἠλάκατα στρωφῶσα. καὶ οἱ μὲν περὶ τὸν παῖδα ἤσθιον· αὐτὴ δὲ περιπαθῶς λαλήσασα, ἤτοι ἐγὼν, ἔφη, ὑπερώϊον εἰσαναβᾶσα λέξομαι εἰς εὐνὴν, ἥ μοι στονόεσσα τέτυκται, αἰεὶ δάκρυσιν ἐμοῖς πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς ᾤχετο εἰς Ἴλιον. οὐ δέ μοι ἔτλης πρὶν ἐλθεῖν μνηστῆρας ἀγήνορας ἐς τόδε δῶμα, νόστον σοῦ πατρὸς σάφα εἰπέμεν εἴ που ἄκουσας. καὶ ὁ Τηλέμαχος οὐκέτι ἔχων μὴ λαλεῖν ἐρεῖ τῇ μητρὶ περὶ ὧν ζητεῖται. ἐν τούτοις δὲ τὸ, (Vers. 97.) κλισμῷ κεκλιμένη, ἐτυμολογικοῦ τρόπου ἐστί. τοῦ δὲ αἰεὶ δάκρυσι πεφυρμένη ἑρμηνεία τὸ, ἐξ οὗ Ὀδυσσεὺς ᾤχετο. οὐ γὰρ διὰ βίου ἔκλαιεν ἡ Πηνελόπη, ἀλλ' ἐξ οὗ ἐστερήθη τοῦ ἀνδρός. (Vers. 108.) Ὅτι κεφαλαιούμενος πρὸς τὴν μητέρα τὰ φθάσαντα τεχνικῶς ὁ Τηλέμαχος ἐκ τῶν πρώτων μέχρι καὶ τῶν ὑστάτων φησίν· ᾠχόμεθα ἔς τε Πύλον καὶ Νέστορα. δεξάμενος δέ με κεῖνος ἐν ὑψηλοῖσι δόμοισιν ἐνδυκέως ἐφίλει. ὡσεί τε πατὴρ ἑὸν υἷα ἐλθόντα χρόνιον νέον ἄλλοθεν· (Vers. 113.) ὣς ἐμὲ κεῖνος ἐνδυκέως ἐκόμιζε. καὶ εἰκότως. εἰ γὰρ ὁ φίλος ἄλλος αὐτὸς, φίλος δὲ τῷ Ὀδυσσεῖ ὁ Νέστωρ, ἄλλος ἄρα ἐκεῖνος ἐστί· διὸ καὶ ὡς οἰκείῳ υἱῷ τῷ τοῦ φίλου Ὀδυσσέως παιδὶ προσφέρεται. φιλόφρονος δὲ ὑποδοχῆς φράσις ἐνταῦθα τὸ, δεξάμενος δέ με κεῖνος καὶ τὰ ἑξῆς. (Vers. 114.) εἶτα λέγει ὁ νεανίας καὶ ὡς ὁ Νέστωρ μὲν οὔ ποτε ἔφη Ὀδυσσέως ζωοῦ οὐδὲ θανόντος ποθὲν ἀκοῦσαι, ἀλλά με ἐς Μενέλαον ἵπποισι προὔπεμψε καὶ ἅρμασι κολλητοῖσιν, ἔνθ' ἴδον Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν. εἴρετο δέ με ὁ Μενέλαος ὅ του χρῄζων ἱκόμην εἰς Λακεδαίμονα. αὐτὰρ ἐγὼ τῷ πᾶσαν ἀληθείην κατέλεξα, καθὰ δηλαδὴ καὶ τῷ Νέστορι, πάνυ ἐπελευστικῶς ἐνταῦθα συντεμὼν τὴν διήγησιν. καὶ τότε δή, φησιν, ἀμειβόμενος προσεῖπεν ὁ Μενέλαος· (Vers. 124.) ὦ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ ἤθελον εὐνηθῆναι, οἱ μνηστῆρες δηλαδὴ, ἀνάλκιδες αὐτοὶ ἐόντες, καὶ ἑξῆς ἀπαραλλάκτως τὰ γραφέντα κατὰ τὴν δέλτα ῥαψῳδίαν ἐν στίχοις ὀκτὼ καὶ δέκα συναπτῶς ἕως τοῦ, τῶν οὐδέν τι ἐγὼ κρύψω ἔπος οὐδ' ἐπικεύσω. (Vers. 126.) ἐν οἷς κεῖται ἥ τε τοῦ λέοντος παραβολὴ, ὃς ὦκα διὰ τὸ φιλότεκνον εἰς τὴν ἑαυτοῦ εὐνὴν ἐλθὼν ἀεικέα πότμον ἐφῆκε τοῖς νεβροῖς καὶ τὰ κατὰ τὸν Λέσβιον Φιλομηλείδην, ὃν καταπαλαίσας Ὀδυσσεὺς χαίρειν δέδωκε τοῖς Ἀχαιοῖς. (Vers. 137.) καὶ ὡς ὠκύμοροι ἂν πικρόγαμοί τε γένοιντο οἱ μνηστῆρες ἐπανελθόντος τοῦ Ὀδυσσέως, καὶ ὡς ὑπέσχετο εἰπεῖν ὁ Πρωτεὺς αὐτῷ περὶ Ὀδυσσέως τἀληθές. (Vers. 142.) εἶτα ὑπερπηδήσας, ὅσα ἐφεξῆς ὁ Μενέλαος ὡς ἐκ τοῦ Πρωτέως ἀφηγήσατο, συγκολλᾷ τῇ ἀνακεφαλαιώσει μόνον ἐκ τῶν ἑξῆς τὸ τοῦ Ὀδυσσέως, εἰπών· φῆ μιν ὅ γε ἤγουν ἔφη αὐτὸν ὁ Πρωτεὺς, ἐν νήσῳ ἰδέειν κρατέρ' ἄλγεα πάσχοντα ἢ θαλερὸν κατὰ δάκρυ χέοντα, νύμφης ἐν μεγάροισι Καλυψοῦς, (Vers. 143.) καὶ τὰ ἐφεξῆς τρία ἔπη· ὧν ἔννοια τὸ μὴ δύνασθαι τὸν Ὀδυσσέα οἴκαδε ἱκέσθαι διὰ τὸ μὴ ἔχειν νῆάς τε καὶ ἑταίρους. κἀνταῦθα στήσας τὴν ἀνακεφαλαίωσιν, ὅτι μηδὲ ἐχρῆν περαιτέρω προβῆναι, μὴ καὶ μαθοῦσά τι περὶ τοῦ Ὀδυσσέως ἀγαθὸν ἡ γυνὴ βλάψῃ τὰ ἐφεξῆς, ὡς καὶ προδεδήλωται, ἐπάγει συμπληρωτικῶς· (Vers. 148.) ταῦτα τελευτήσας νεόμην. ἔδωκε δέ μοι οὖρον θεὸς ἀθάνατος, ὅς με ὦκα φίλην ἐς πατρίδ' ἔπεμψε. καὶ οὕτω μὲν αὐτῇ οὐδὲν εἶπε σαφὲς ἀγαθὸν περὶ τοῦ πατρὸς, ἀλλ' ἢ μόνον ὅτι ζῇ, ἀδύνατον ἔχων τὴν ἐπάνοδον. ὁ μέντοι Θεοκλύμενος ἀναπληρῶν τὸ τοῦ παιδὸς ἔλλειμα ἀγαθὰ τῇ Πηνελόπῃ μαντεύσεται, ὡς ἐφεξῆς εἰρήσεται. (Vers. 125.) Σημείωσαι δὲ, ὅτι πολλῶν παρὰ Μενελάῳ λαληθέντων περὶ Ὀδυσσέως εἰς ἔπαινον τὰ ἀνθηρότερα ὁ νεανίας ῥήτωρ ἐν τῇ ἀνακεφαλαιώσει ἐκλεξάμενος εἶπε, τήν τε ῥηθεῖσαν δηλαδὴ παραβολὴν καὶ τὸ κατὰ τὸν Φιλομηλείδην, περὶ ὧν ἤδη προγέγραπται ἱκανῶς. (Vers. 118.) Ὅρα δὲ ὅτι τε καὶ πρὸς τὴν Ἑλένην φιλοφρόνως ἔσχε διὰ τὴν ξενίαν ὁ Τηλέμαχος· διὸ οὐδενὸς ἄλλου τῶν ἐν τῇ ἀποδημίᾳ γνωσθέντων προσώπων κατ' ἐξαίρετον ἐμνήσθη, ἀλλὰ μόνης αὐτῆς ὡς μέγιστόν τι ἰδών· καὶ οὐδὲ φορτικόν τι περὶ αὐτῆς εἶπεν, (Vers. 119.) ἀλλὰ καὶ μᾶλλον ὑπεραπελογήσατο ἐν τῷ εἰπεῖν,

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
