# Commentarii ad Homeri Odysseam 2.14.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.14.1

δῆμος δᾶμος, μὴν μὰν, Ἴωνες δὲ εἰς βραχὺ καταστρέφουσιν, οἷον, λεληκυῖα λελακυῖα, μεμηκυῖα, μεμακυῖα. οὕτως Ἀφθόνιος. Ἡρακλείδης δὲ ἐν οἷς λέγει τὸ δάκνω, Δωρίδι καὶ Ἰάδι πεποιῆσθαι διαλέκτῳ, Δωριεῖς μὲν γάρ, φησιν, ἐντιθέασι τῷ υ, τὸ ν, θύω θύνω, δύω δύνω, Ἴωνες δὲ βραχύνουσι τὸ η διὰ τοῦ ἄλφα, ἐπάγει οὕτω· μεσημβρία μεσαμβρία, πήρη πάρη, λεληκυῖα λελακυῖα, μεμηκυῖα μεμακυῖα, συλλαλῶν οὕτω καὶ αὐτὸς τῷ Ἀφθονίῳ. Τὸ δὲ δεινὸν πρόσκειται εἰς τὸ λελακυῖα, ἵνα μεγεθύνει κατ' ἔννοιαν τὸ τῆς λέξεως ταπεινόν. ἄλλως γὰρ κατὰ νεογιλὴν σκύλακα ἡ Σκύλλα ὑλακτεῖ, ὡς ὁ ποιητὴς δηλοῖ τὸ πέλωρ κακόν. (Vers. 86.) τὸ δὲ σκύλακος δοκεῖ καθ' ὑποκορισμὸν ἐσχηματίσθαι ὁμοίως τῷ, λίθακι ποτὶ πέτρῃ. ἀφῄρηται δὲ τοῦ ἑνὸς λ, ὡς τῶν δύο τῇ Σκύλλῃ προσνενομημένων. Νεογιλὸν δὲ τὸ νεωστὶ γινόμενον. διὸ ἐτυμολογικῶς ἐῤῥέθη τὸ, φωνὴ ὅση σκύλακος νεογιλῆς γίνεται, ὅθεν καὶ ἐκτείνει τὴν παραλήγουσαν τὸ νεογιλῆς, ὁμοίως τῇ ἀρχούσῃ τοῦ γίνεσθαι. δῆλον δὲ ὅτι τε ἐκ τοῦ γίνω προϋπάρχει ἄῤῥητον ὄνομα τὸ νεογινὸν, ἐξ οὗ συγκέκοπται τὸ νεογνὸν, καὶ ὅτι τροπὴν ἔχει τοῦ ν εἰς λ, καὶ τὸ πνεύμων πλεύμων, καὶ τὸ νίτρον λίτρον, ἀφ' οὗ καὶ ψευδόλιτρος κονία παρὰ τῷ κωμικῷ. ἔτι δὲ καὶ ἄϊκνον εἰς ὅ τις λίαν ἱκνεῖται, καὶ ἄϊκλον, ὧν τὸ μὲν ἄϊκνον συναιρεθὲν αἶκνον γίνεται, τὸ δὲ ἄϊκλον παρονομάζει τὰ καλούμενα ἐπάϊκλα. τραγήματα δέ τινα δείπνου ἦσαν ἐκεῖνα κατὰ τὴν παρὰ τῷ Ἀθηναίῳ ἱστορίαν, ἃ καὶ ματτύη φησὶν ἐκαλεῖτο, θηλυκῷ δηλαδὴ γένει, εἰσφορά τις οὖσα χηνῶν καὶ τρυγόνων καὶ λοιπῶν. ἦν δὲ ὡς εἰκὸς ἡ ἀναλογία τοῦ ἐπάϊκλα κατὰ τὰ ἐπιδόρπια τὰ παρὰ τοῖς βαρβαρωτέροις ἀναδείπνια καλούμενα. Δωριέων δέ φασι δοκεῖ γλώσσης εἶναι τὸ ἄϊκλον. (Vers. 87.) Τὸ δὲ πέλωρ κακὸν ἀστείως ἀντίκειται πρὸς τὸ, σκύλακος νεογιλῆς. σπουδαῖον οὖν ἀντίθετον εἰπεῖν ὅτι τῇ Σκύλλῃ φωνὴ μὲν σκύλακος ὀλίγης, αὐτὴ δὲ μέγα κακόν. ἔστι δὲ τὸ φωνὴ μὲν ὅση σκύλακος καὶ τὸ ἑξῆς οἰκεῖον ποτὲ πρὸς τοὺς ἁπαλὰ μὲν ὑπολαλοῦντας, κακὰ δὲ ἐνεργοῦντας, ἁρμόσει δέ ποτε καὶ προσώπῳ λεπτοφώνῳ μὲν, κακούργῳ δέ. Ἰστέον δὲ καὶ ὡς κατὰ τοὺς παλαιοὺς Ὁμήρου εἰπόντος τὸ, ὅση φωνὴ σκύλακος προσέπλασαν τῇ Σκύλλῃ καὶ κυνῶν κεφαλὰς οἱ νεώτεροι. πιθανώτερον δέ φασι, δρακόντων νοεῖν κεφαλάς. (Vers. 89.) εἰπὼν γὰρ πόδας αὐτὴν ἔχειν δώδεκα, ἓξ δὲ δειρὰς, ἐν δὲ ἑκάστῃ κεφαλὴν, ἐπάγει· ἐν δὲ τρίστοιχοι ὀδόντες. δρακόντων δὲ οὐ μὴν κυνῶν ἡ τῶν ὀδόντων τριστοιχία. ἔστι δέ που καὶ ἑτέρων, οἷον μεγίστων κητῶν. (Vers. 88.) Τὸ δὲ οὐδ' εἰ θεὸς ἀντιάσειεν ὑπερβολή ἐστι πρὸς ἐκφόβησιν Ὀδυσσέως, εἰωθότος τοῦ ποιητοῦ παραλαμβάνειν ἔστιν ὅτε καί τι θεῖον πρόσωπον ἐν ταῖς ὑπερβολαῖς, οἷον, ἔνθα καὶ ἀθάνατος ἐπελθὼν θηήσαιτο, καὶ, οὐδ' ἂν Ἄρης ὀνόσαιτο μετελθὼν, καὶ, οὐκ ἄν σε ῥύσαιτο κακοῦ οὐδ' Ἐνοσίχθων, καὶ, οἵ τε μάλιστα νῆα διαῤῥαίσουσι θεῶν ἀέκητι ἀνάκτων. πιθανολογεῖ δὲ ὁ ποιητὴς ἐν τῷ, οὐδ' εἰ θεὸς ἀντιάσειε τὴν τῶν ἑταίρων τοῦ Ὀδυσσέως ἀπώλειαν ὑπὸ τῆς Σκύλλης, ὡς μὴ δυνατὸν ὂν μηχανῇ τινὶ περισωθῆναι αὐτούς. ὑπόκειται μὲν γὰρ μὴ εἶναι πλοῦν ἑτέρωθέν ποθεν. ὁμοίως δὲ ὑποτέθειται καὶ ἡ Σκύλλα κακὸν ἀκαταπολέμητον διὰ τὸ πάντῃ πάντως ἄφυκτον. ἐν ὑψίστῳ τε γὰρ σπηλαίῳ οἰκεῖ καὶ οἵῳ μὴ βέλος ἐκεῖ ἀφικνεῖσθαι, καὶ οὐδὲ θνήσκειν οἶδε, καὶ οὐ μόνον ἀνθρώπῳ ἀλλὰ καὶ θεῷ ἂν εἶναι δυσπρόσιτος. οὐ τεθνηξομένῳ μὲν ὑπ' αὐτῆς, οὐ γηθήσοντι δὲ ὅμως εἴ περ ἴδοι αὐτὴν τὸ πέλωρ κακὸν, καὶ ὅσα ἄλλα καταλαλεῖ αὐτῆς μετ' ὀλίγα ὁ ποιητής. (Vers. 89.) Πόδες δὲ ἄωροι κατὰ τοὺς παλαιοὺς ἢ λεπτοὶ ἢ παραιωρούμενοι καὶ ἀσθενεῖς, ἢ δυσφύλακτοι, οὓς οὐδεὶς ἂν ὠρήσηται, ὅ ἐστι φυλάξηται διὰ τὴν ἐν αὐτοῖς δεινότητα. ὠρεῖν γάρ φασι τὸ φυλάσσειν. ὅθεν καὶ ὁ πυλωρὸς, καὶ δυσωρεῖν ἐν Ἰλιάδι τὸ δυσχερῶς φυλάσσειν. ἔνιοι δέ, φασι, δασέως ἀναγινώσκουσιν, ἵνα εἶεν ἄωροι οἱ ὠμοὶ καὶ σκληροὶ καὶ ἄγριοι, ἐκ μεταφορᾶς τῶν ἀώρων καὶ μὴ πεπόνων ἤτοι πεπείρων καρπῶν. ἔνθα ὅρα τὸ, δασέως ἀναγινώσκουσιν, ὡς τοῦ ω μεγάλου ἐνταῦθα ἐν μὲν ταῖς ἄλλαις ἑρμηνείαις ψιλουμένου, ἐν δὲ τῇ ῥηθείσῃ δασυνομένου διὰ τὴν ὥραν, ἣ δηλοῖ τὸν καιρόν. ὅτι δὲ οἱ παλαιοὶ καὶ ἐν μέσῳ λέξεων ἐπνευμάτιζον τὰ φωνήεντα, καὶ ἡ Ἰλιὰς δηλοῖ. ἄλλοι δὲ ἀώρους τούτους πόδας εἶπον, ὧν πολλὴ φροντὶς κατ' ἐπίτασιν τοῦ α. εἰσὶ δὲ οἳ τοὺς ἐμπροσθίους πόδας ἀώρους φασὶ, φέροντες καὶ χρῆσιν τοῦ κωμικοῦ, εἰπόντος· οὐ τοὺς ἀώρους εἶπας πόδας κομίζειν; σὺ δὲ φέρεις ὀπισθίους; δοκεῖ δέ τισιν, ὡς καὶ Ἀριστάρχῳ ἀώρους εἰρῆσθαι καὶ τοὺς πλεκτανώδεις, καὶ διατοῦτο κωλῆν μὴ ἔχοντας. ὥρα γὰρ ἢ ὠρὴ ὀξυτόνως ἡ κωλῆ κατὰ Ἴωνας. εἰσὶ δὲ οἳ τὸ ἄωροι ταυτὸν εἶπον εἶναι τῷ ἀόριστοι διὰ μέγεθος, ἤγουν μεγάλοι, ἐκτάσει τοῦ ο εἰς ω. Ἀπολλώ-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
