# Commentarii ad Homeri Odysseam 2.143.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.143.1

ἔμαθε. δυσαπόβλητοι γὰρ, ἔστι δ' ὅτε καὶ ἀναπόβλητοι, ὥς περ αἱ ἀγαθαὶ ἕξεις, οὕτω δὴ καὶ αἱ φαῦλαι. (Vers. 227.) Ὅρα δὲ ὅτι ἔργον ἐποίχεσθαι λέγει ἁπλῶς, τὸ ἀγαθὸν δηλαδή. ὡς τό γε μὴ τοιοῦτον οὐκ ἂν δίχα προσθήκης ἔργον λέγοιτ' ἂν, ἀλλὰ δηλονότι κακὸν ἔργον. διὸ καὶ παρ' Ἡσιόδῳ τὸ, ἔργον δ' οὐδὲν ὄνειδος, ἐπ' ἀγαθοῦ νοητέον, ἀκολούθως τῷ σοφῷ Σωκράτῃ, ὃς ἔχαιρε τῇ τοιαύτῃ τοῦ Ἡσιόδου γνώμῃ καὶ θαμὰ ἐξελάλει αὐτήν· εἰ καὶ οἱ κατήγοροι πονηροδιδάσκαλον ἐντεῦθεν αὐτὸν ἔσκωψαν, ὡς μηδενὸς ἔργου ἀπείργοντα τοὺς μαθητὰς, μήτε ἀγαθοῦ, φασὶ, μήτε κακοῦ. Ἰστέον δὲ ὅτι καὶ δι' ἑνὸς μῦ γραφὲν τὸ ἔμαθεν ἐκτείνοι ἂν τὴν ἄρχουσαν διὰ τῆς ὀξείας κατὰ λόγον κοινῆς συλλαβῆς. Τὸ δὲ πτώσσων ἑρμηνεύων εὐθὺς αἰτίζων ἔφη. ἔστι δὲ πτώσσειν τὸ, ὡς πρὸ ὀλίγων ἔφη, πτωχεύειν. (Vers. 228.) Τὸ δὲ βώσκειν ὡς ἐπὶ ἀλόγου ζῴου ἔφη, σκώπτων καὶ οὕτως. Γαστὴρ δὲ ἄναλτος ἡ ἀπλήρωτος καὶ μηδέ ποτε ἅλις ἔχουσα, ἢ ἀεὶ ἐν ταπεινώσει οὖσα καὶ μὴ ἀλδαινομένη, ὅ ἐστιν αὐξομένη ἐν τῷ κορέννυσθαι. (Vers. 230.) Θεῖον δὲ τὸν Ὀδυσσέα ὁ Μελανθεὺς κατὰ συναρπαγὴν ἔοικε λέγειν. ἄλλως γὰρ σεμνὸν αὐτὸς οὐδὲν ὡς εἰς θεῖον ἄνδρα ἐκεῖνον ποιεῖ, μισῶν τοὺς τῷ υἱῷ Τηλεμάχῳ εὐνοοῦντας δούλους. ἴσως δὲ καὶ χρηστολογεῖ πρὸς δεῖξιν τοῦ μὴ λοίδορος εἰς τὸ πᾶν εἶναι. (Vers. 231.) Σφέλα δὲ ἢ βελῶν ἐντινάγματα δυνάμενα σφῆλαι, ὅ ἐστιν ἐμποδίσαι καὶ μετακινῆσαι, ἢ τὰ ἁπλῶς ὑποπόδια, παρὰ τὸ ἐσφηνῶσθαι, ὥς φασιν οἱ παλαιοί. καὶ τοῦτο οὕτω νοοῦντες φασὶ τὸ, πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάων πλευραὶ ἀποτρίψουσι βαλλόμενοι, δηλοῦν, ὅτι πολλὰ σφέλα κατὰ σκοπὸν μὲν ἀμφὶ τὸ τοῦ Ὀδυσσέως κάρη πεμπόμενα, τῇ δὲ τοῦ Ὀδυσσέως παρεκκλίσει ἐνσκήπτοντα ταῖς αὐτοῦ πλευραῖς, ἀποτρίψουσιν αἱ οὕτω πληττόμεναι πλευραί. ἀστείως δὲ ἔφρασεν ὡς τὰ σφέλα αἱ πλευραὶ ἀποτρίψουσι καὶ οὐχὶ αὐτὰ τὰς πλευρὰς, διὰ τὸ δῆθεν στερεωτέρας εἶναι τὰς πλευράς. ὡς εἴ τίς, φασιν, εἴπῃ, πολλὰς μάστιγας ὁ νῶτος κατέτριψεν. ἔτι δὲ καὶ ἄλλως ἑρμηνεύουσιν, ὅτι πολλὰ σφέλα, τουτέστιν ὑποπόδια ἢ καὶ ἁπλῶς βέλη τὰ δι' ὀστῶν ἢ ξύλων ἢ τοιούτων τινῶν, ἀμφὶ κάρη αἰρόμενα, τὸ τῶν βαλλόντων δηλαδὴ, ἀποτρίψουσιν αἱ τοῦ ξένου πλευραὶ, ὡς τῶν βαλλόντων ὑπὲρ κεφαλῆς αἴρειν εἰωθότων τὰς χεῖρας διὰ τὸ τῆς βολῆς ὑψόθεν γενναιότερον ὅτε πέμπειν εἰσβολὴν αὐτὰ μέλλοιεν. ἕτεροι δὲ ἀμφικαρῆ γράφουσιν ἐν ἑνὶ μέρει λόγου καὶ περισπωμένως, ἵνα ᾖ σφέλα, τουτέστιν ὑποπόδια ἀμφικαρῆ, τὰ ἀμφικέφαλα, ὡς οἷον κεφαλὰς ἀμφοτέρωθεν ἔχοντα τὰς ἐν αὐτοῖς ἐξοχὰς καὶ λαβάς. οἱ δ' αὐτοὶ γράφουσι καὶ (Vers. 232.) πλευρὰς ἀποτρίψουσι, σαφέστερον μὲν οὕτω ποιοῦντες κατὰ πᾶσαν σύνταξιν, πλὴν ταπεινότερον καὶ μὴ ἐμφαντικῶς, ἵνα νοῇ ἡ τοιαύτη γραφὴ, ὅτι πολλὰ σφέλα ἀμφικαρῆ τρίψουσι τὰς τοῦ πτωχοῦ πλευράς. Ἰστέον δὲ ὅτι σφέλας καὶ ἐπὶ νηὸς λέγεται. φησὶ γοῦν Παυσανίας, ὅτι ἐπισφελίτης ὁ θρανίτης. σφέλας γὰρ τὸ ὑποπόδιον. ἔχει δέ, φησιν οὗτος, τὴν ἄνω ἕδραν, τὴν δευτέραν ζύγιος, τὴν τρίτην θαλάμιος, ὃ καὶ θαλάμαξ παρὰ τῷ κωμικῷ. Τὸ δὲ βαλλομένοιο ἀντὶ δοτικῆς κεῖται, ὀρθότερον βαλλομένῳ εἶναι πρὸς τὸ, πολλά οἱ σφέλα πλευρὰς ἀποτρίψουσι. πέφρασται δὲ οὕτως διά τε τὴν τῆς γενικῆς καὶ δοτικῆς συγγένειαν, καὶ διότι, ὡς καὶ ἐν ἄλλοις φαίνεται, οὐκ οἶδε σολοικισμὸν ποιεῖν γενική. (Vers. 233.) Τὸ δὲ λὰξ ἔνθορεν ἰσχίῳ, ἀντὶ τοῦ τῷ λήγοντι τοῦ ποδὸς μέρει τῷ πρὸς τοῖς δακτύλοις ἔκρουσε τὸ ἰσχίον πρὸς τῷ γλουτῷ, ἵνα ἡ ποιητικὴ πλάσις ἄκραν ἀπαιδευσίαν οὕτω καὶ ὡς αὐτή φησιν ἀφραδίαν κατηγορήσῃ τοῦ Μελανθέως. τὸ δὲ τοιοῦτον καὶ ῥαθαπυγίζειν λέγεται παρὰ τῷ κωμικῷ. ἔστι γάρ, φασι, ῥαθαπυγίζειν τὸ πλατεῖ ποδὶ εἰς τὴν ἰσχία ῥαπίζειν, ἴσως δὲ καὶ τὸ, ποτὶ πυγὰν ἅλλεσθαι, τοιοῦτόν τι δηλοῖ, κείμενον παρὰ τῷ κωμικῷ· εἰ καὶ ἄλλως ὡς γυμνάσματος εἶδός τι ἐκεῖνο αὐτὸ παραλαλεῖ. (Vers. 236.) Τὸ δὲ ἐκ θυμὸν ἕλοιτο, περίφρασίς ἐστι τοῦ φονεύσοι. Τὸ δὲ ἀμφουδὶς, οὐδὲν διαφέρει τοῦ, ἄμφ' οὖδας, πλὴν ὡς αὐτὸ ἐπίῤῥημά ἐστιν ἐκεῖθεν παραχθέν. λέγει δὲ ἀμφουδὶς ἐρεῖσαι τὸ πρὸς τῇ γῇ ῥῖψαι, καὶ ἔστι ταυτὸν τῷ πρὸς γῆν ἐλάσαι. εἰ δὲ γράφεται ἀείρας, εἴη ἂν ὁ νοῦς τοιοῦτος, ὡς ἐβουλεύσατο Ὀδυσσεὺς ἢ ἀνέλοι τὸν κακὸν, ἢ ἀείρας ἀμφουδὶς, τουτέστιν ἐκ γῆς, πρὸς γῆν αὖθις ἐλάσειε τὴν ἐκείνου κεφαλὴν, ἢ καὶ ἄλλως· ἀείρας βάλῃ τὴν κεφαλὴν πρὸς γῆν ἀμφουδὶς, κατὰ μίαν ἀμφοῖν τῶν λέξεων ἐκ παραλλήλου ἔννοιαν. (Vers. 238.) Τοῦ δὲ ἐπετόλμησεν ἑρμηνεία τὸ, φρεσὶ δ' ἔσχετο. καὶ ἔστι ταυτὸν τῷ, ἔτλη καὶ ἔμεινεν. (Vers. 239.) Ὅτι Ὀδυσσεὺς μὲν καὶ παιχθεὶς καὶ λὰξ ἐμποδηθεὶς, ὡς ἐῤῥέθη, τὸ ἰσχίον ἔτλη, μηδὲν μηδὲ εἰπὼν, οἷα διόλου τλήμων, ὁ δὲ συβώτης ὑπερπαθῶν τοῦ ξένου νείκεσσεν ἐσάντα ἰδὼν,

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
