# Commentarii ad Homeri Odysseam 2.144.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.144.1

μέγα δ' εὔξατο χεῖρας ἀνασχών· νύμφαι κρηναῖαι, κοῦραι Διὸς, περὶ ὧν καὶ ἐν ἄλλοις λέλεκται, εἴ ποτ' Ὀδυσσεὺς ὑμῖν ἐπὶ μηρία ἔκηε καλύψας πίονι δημῷ, τουτέστι λίπει, ὅ περ ὅμοιον ἔχει νοῦν τῷ, κατά σε κνίσσῃ ἐκάλυψε, δημῷ δὲ ἀρνῶν ἠδ' ἐρίφων, τοιαῦτα γὰρ νύμφαις ἐθύοντο ὡς θαλεραῖς νεαρὰ, ἔλθοι μὲν κεῖνος ἀνὴρ, ὃ κατ' ἐξοχὴν ἄρτι τὸν Ὀδυσσέα δηλοῖ, ἀγάγοι δέ ἑ θεὸς, τῷ κέ τοι, τουτέστιν οὕτως ἄν σοι, ἀγλαΐας γε διασκεδάσειεν ἁπάσας, ἃς νῦν ὑβρίζων φορέεις, ἀλαλήμενος αἰεὶ κατὰ ἄστυ. αὐτὰρ μῆλα, τουτέστι τὰ ὑπὸ σὲ θρέμματα, τὰς αἶγας δηλαδὴ, κακοὶ φθείρουσι νομῆες. (Vers. 244.) Καὶ ὅρα ὅπως ὁ εὔνους Εὔμαιος αἰτιᾶται Μελανθίου τὸ αἰπόλον ὄντα, ἀγλαΐας φέρειν καὶ θέλειν ἀστικὸν εἶναι ἀεὶ, ὥς περ ἄν τις ἐξ ἀντιστρόφου ποτὲ καὶ τὸν ἀστικὸν αἰτιάσηται ἀεὶ πλανώμενον κατ' ἀγροὺς, πλάνης ἐνταῦθα νοουμένης τῆς ἔξω τῶν οἰκείων ἔργων διατριβῆς. ἡ δὲ ῥηθεῖσα τοῦ Εὐμαίου εὐχὴ ἔσται ποτὲ οἰκεία ῥηθῆναι ἐπὶ ὑπηρέτου, ὃς ἀφραίνει τοῦ δεσπότου ἀπόντος. καὶ οὕτω μὲν ὁ Εὔμαιος, πορισάμενος τὴν εὐχὴν εὐφυῶς ἀπὸ τοῦ ἱεροῦ ἄλσους, ἔνθα Μελάνθιος ἠφρονεύσατο. ὁ δὲ Μελάνθιος οὐκέτι ὡς μόνον ἀγλαὸς, ἀλλ' ὡς καὶ δεσπότης προσενεχθεὶς τῷ Εὐμαίῳ καὶ σκώψας πρῶτον, εἶτα καὶ ἀπειλησάμενος, εὔχεται καὶ αὐτὸς ὡς αὐτῷ ἐδόκει. φησὶ γοῦν· ὦ πόποι, οἷον ἔειπε κύων ὀλοφώϊα εἰδὼς, ὅν ποτ' ἐγὼν ἐπὶ νηὸς ἄξω τῆλε Ἰθάκης, ἵνα μοι, ὡς οἷα δοῦλος, ἀλλὰ μὴ σύνδουλος, βίοτον πολὺν ἄλφοι, τουτέστιν εὑρήσοι. αἲ γὰρ Τηλέμαχον βάλοι ἀργυρότοξος Ἀπόλλων σήμερον ἐν μεγάροις, ἢ ὑπὸ μνηστῆρσι δαμείη, ὡς Ὀδυσσῆΐ γε τηλοῦ ἀπώλετο νόστιμον ἦμαρ. (Vers. 253.) Καὶ ὅρα ὡς ταχὺ ὁ κακὸς Μελάνθιος τοῦ θείου Ὀδυσσέως ἐπελάθετο. ἴσως γὰρ ὡς ἤδη τεθνεῶτι ἥρωϊ ἐκείνῳ ἐπιλέγει τὸ θεῖον. εἰ γὰρ ἐπίστατο ζῆν, ἠρᾶτο ἂν καὶ κατ' ἐκείνου. Ἰστέον δὲ ὅτι ἔστι τὸν σοφὸν Ὀδυσσέα ἐν τῇ τοῦ Μελανθίου εὐχῇ χαρῆναι, πορισάμενον μαντικῶς φήμην ὑπὲρ ἑαυτοῦ ἀγαθὴν ἐν τῷ, αἲ γὰρ Τηλέμαχον βάλοι Ἀπόλλων σήμερον, ὡς Ὀδυσσεὺς τηλοῦ ὤλετο. ἐρεῖ γὰρ ἀκούων δεξιῶς, ὡς ἀλλὰ μὴν οὐκ ὤλετο Ὀδυσσεὺς, οὐδ' ἄρα ἡ τοῦ Μελανθίου κατὰ τοῦ Τηλεμάχου εὐχὴ ἐντελὴς ἔσται. Κύνα δὲ τὸν Εὔμαιον καλεῖ ὁ Μελάνθιος, οἷα δυσανασχετῶν εἰ τολμᾷ τὸν οὕτως ἀγλαὸν ὑβρίζειν. (Vers. 250.) Τὸ δὲ βίοτον πολὺν ἄλφοι, ταυτόν ἐστι τῷ, ὦνον μυρίον ἄλφοι, ὃ πρὸ ὀλίγων ἐῤῥέθη διὰ τὸν μικρὸν Εὔμαιον. Ἡ δὲ τοῦ Ἀπόλλωνος βολὴ κατὰ τοῦ Τηλεμάχου αἰφνίδιον δηλοῖ θάνατον, ὡς δῆλον καὶ ἐκ τοῦ σήμερον. Ἰστέον δὲ ὅτι τὴν τοῦ Μελανθίου ἀγλαΐαν αὐτίκα δηλώσει εὐθὺς, καὶ τὸ μετὰ μνηστῆρσι καθίζειν αὐτὸν ἀντίον Εὐρυμάχου, τὸν γὰρ φιλέεσκε μάλιστα, καὶ μοῖραν δὲ αὐτῷ ἐξαίρετον τίθεσθαι. ὡς δὲ καὶ ὁρμητίας ἦν, δῆλον ἐκ τοῦ τὸν μὲν Εὔμαιον καὶ τὸν ξένον ἡσυχῇ προϊέναι, τὸν δὲ μάλα ὦκα βαίνοντα δόμους ἱκάνειν ἄνακτος. (Vers. 260.) Ὅτι ἐγγίσας Ὀδυσσεὺς τοῖς αὐτοῦ δώμασι γνωρίζει μὲν, ἄλλως αὐτὰ ὡς ἤδη πάλαι πεπειραμένος, πρὸς μέντοι τὸν Εὔμαιον γινώσκειν αὐτά φησιν ἐκ τοῦ πολλοὺς ἐκεῖ δαίνυσθαι, ὅ περ ἡ ἀναδιδομένη κνίσσα δηλοῖ, καὶ ἐκ τῆς τῶν δόμων δὲ καλλονῆς, καὶ ἐκ τῆς φόρμιγγος δέ. φησὶ γὰρ ὁ ποιητὴς οὕτω· (Vers. 261.) περὶ δὲ σφέας ἤλυθεν ἰωὴ φόρμιγγος γλαφυρῆς, τουτέστιν ἠκούσθη ἡ φόρμιγξ· τοῦτο γὰρ δηλοῖ τὸ περιελθεῖν αὐτοὺς τῆς φόρμιγγος βοήν. ἀνὰ δὲ σφίσι βάλλετ' ἀείδειν Φήμιος. (Vers. 262.) τί δέ ἐστι τὸ ἀναβάλλεσθαι, προγέγραπται. (Vers. 264.) Ὀδυσσεὺς δὲ χειρὸς ἑλὼν συβώτην προσέειπεν· Εὔμαιε, ἦ μάλα δὴ τάδε δώματα κάλ' Ὀδυσῆος, ῥεῖα δ' ἀρίγνωτ' ἐστὶ καὶ ἐν πολλοῖσιν ἰδέσθαι. ἐξ ἑτέρων ἕτερά ἐστιν· ὅ ἐστιν, οὐ μονόστεγα, ἀλλ' ὑπερῷα, ὁποῖοι καὶ οἱ πρὸ βραχέων ὑψηλοὶ δόμοι τοῦ Νέστορος· ἐπήσκηται δέ οἱ αὐλὴ τοίχῳ καὶ θριγκοῖσι. (Vers. 267.) θύραι δ' εὐεργέες ἢ εὐερκέες εἰσὶ, δικλίδες, ὅ ἐστι δύο. οὐκ ἄν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο, τουτέστιν οὐδεὶς τὸν τοῖχον ὑπερηφανήσῃ, ὡς οἱ παλαιοί φασιν, ἢ δι' ὑπεροπλίαν βλάψῃ. ἔπαινος δὲ ταῦτα οἴκου ὡς ἐν ἐκφράσει. Δύναται δὲ τὸ μιν ἐνταῦθα καὶ ἐπὶ τοῦ οἴκου συνήθως νοηθῆναι, καὶ ἐπὶ τῶν θυρῶν δὲ, εἰ καὶ μὴ πάνυ συνήθως. εἰσὶ γὰρ καὶ τοιαῦται πληθυντικαὶ χρήσεις, καὶ μάλιστα τῆς νιν ἀντωνυμίας. εἶτα ἐπάγει πιθανῶς Ὀδυσσεὺς, ὅτι γινώσκω δὲ, διότι πολλοὶ ἐν αὐτῷ δαῖτα τίθενται ἄνδρες. (Vers. 270.) ἐπεὶ κνίσση μὲν ἀνήνοθεν ἢ ἐνήνοθε, τουτέστιν ἀναβαίνει, ἀνέρχεται. ἐν δέ τε φόρμιγξ ἠπύει, ἣν ἄρα δαιτὶ θεὸς ποίησεν ἑταίρην. καὶ τοῦτο μὲν ἐνταῦθα. ἐν δὲ ἑτέροις συνήορον λέγει αὐτὴν τῇ δαιτὶ, ὅ ἐστιν συνεζευγμένην. ἀλλαχοῦ δὲ τὴν μολπὴν καὶ τὴν φόρμιγγα δαιτὸς ἀναθήματα φησίν. Ὁ δὲ τοῖχος καὶ ἕρκος λέγεται. Περὶ δὲ θριγκῶν προείρηται, οὓς ἐνταῦθα πληθύνει διὰ τὸ τοῦ τοίχου μέγεθος. Περὶ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
