Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.145.1
Not analysed yet
δὲ δικλίδων δηλοῖ σαφῶς ἡ Ἰλιάς. Ἡ δὲ κνίσσα κοινότερον μὲν διὰ δύο σίγμα γράφεται· Ἡρῳδιανὸς δὲ ἐθέλει ἀπὸ μέλλοντος αὐτὴν γενομένην τοῦ κνίζω κνίσω, δι' ἑνός τε γράφεσθαι σ καὶ ἔκτασιν λαβεῖν τοῦ ι. δηλοῖ δέ, φησιν, ἡ κνῖσα τὴν κατ' ὀλίγον ἀπὸ τοῦ ὀπτωμένου ἀναφορὰν τῇ ὀσφρήσει, ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη, προσίζουσαν. προσηγόρευται δὲ καὶ ἐπίπλους, εὖ μάλα, φησὶ, καὶ αὐτὸς εὐανάδοτος ὢν πρὸς ὄσφρησιν, οὐκ αὐτοτελὴς δὲ περιτεθειμένος τοῖς μηρίοις. Τοῦ δὲ ἀνενήνοθεν ἡ παραγωγὴ ἐν τῇ Ἰλιάδι κεῖται ἐν τῷ, ψεδνὴ δ' ἐπενήνοθε λάχνη. (Vers. 273.) Ὅτι φρονίμῳ ἀνδρὶ ἐπιλεχθήσεται καὶ ἀγχίνῳ τὸ, ῥεῖ ἔγνως, ἐπεὶ οὐδὲ τά τ' ἄλλα πέρ ἐσσι ἀνοήμων. (Vers. 274.) βουλῆς δὲ ἴδιον τὸ, ἀλλ' ἄγε δὴ φραζώμεθα, ὅπως ἔσται τάδε ἔργα. Εὐμαίου δὲ τοῦτο λόγος, ἐθέλοντος βουλὴν θέσθαι τοῦ ποιητοῦ ὡς ἐν λόγῳ προκατασκευῆς, ἢ πρῶτος Ὀδυσσεὺς εἰσελθὼν δύσεται μνηστῆρας κατὰ τὸ, ἀνδρῶν δυσμενέων δύσετο πόλιν, αὐτὸς δὲ ὑπολείψεται αὐτοῦ, ἢ Ὀδυσσεὺς μὲν ἐπιμενεῖ, αὐτὸς δὲ εἶσι προπάροιθεν, ὃ καὶ ποιήσει ὁ Εὔμαιος, εἰπὼν μὴ χρῆναι βραδύνειν μηδὲ τὸν Ὀδυσσέα. ἐρεῖ γάρ· (Vers. 278.) μηδὲ σὺ δηθύνειν, ὅ ἐστι βράδυνε, μή τίς σε ἔκτοσθε νοήσας ἢ βάλῃ ἢ ἐλάσῃ· τάδε σε φράζεσθαι ἄνωγα. (Vers. 281.) καὶ Ὀδυσσεὺς εἰπὼν, ὡς καὶ ἀλλαχοῦ κεῖται, γινώσκω, φρονέω, τάδε δὴ νοέοντι κελεύεις, καὶ ἐπικρίνας τὸν Εὔμαιον προεισελθεῖν, αὐτὸς ὑπολείψεσθαί φησιν αὐτοῦ. (Vers. 275.) Ἰστέον δὲ ὅτι τὸ, ἠὲ σὺ πρῶτος εἴσελθε δόμους εὖ ναιετάοντας, ἐγὼ δ' ὑπολείψομαι αὐτοῦ, εἰ δ' ἐθέλεις ἐπίμεινον, ἐγὼ δ' εἶμι προπάροιθεν, οἰκεῖον ὅτε τινὲς μὴ ὁμοῦ κρίνοιεν εἰσελθεῖν που, ὡς δέον ὂν καθ' ἕνα τοῦτο γενέσθαι. (Vers. 279.) Τὸ δὲ ἢ βάλῃ ἢ ἐλάσῃ, τουτέστιν ἐγγὺς τύψῃ, διαφορὰν συνήθη δηλοῦσι· δῆλον δὲ ὅτι τὸ βαλεῖν οὐ μόνον τοῦ ἐλάσαι διαφέρει, ἀλλὰ καὶ τοῦ τύψαι καὶ τρῶσαι καὶ οὐτάσαι καὶ πλῆξαι. (Vers. 283.) διὸ καὶ Ὀδυσσεὺς ὡς ἶσον τιθεὶς τὴν πληγὴν τῇ ἐλάσει ἐπάγει εὐθὺς, ὅ περ ἄν τις εἴπῃ ἀνὴρ πολυπαθὴς, εἰπών· οὐ γάρ τι πληγέων ἀδαήμων οὐδὲ βολάων. τολμήεις μοι θυμὸς, ἐπεὶ κακὰ πολλὰ πέπονθα κύμασι καὶ πολέμῳ. μετὰ καὶ τόδε τοῖσι γενέσθω. διὸ καὶ τλήμων καὶ ταλασίφρων καὶ πολύτλας λέγεται. (Vers. 286.) εἶτα, ὡς πτωχῷ πρέπον, λαλεῖ γνωμικῶς περὶ γαστρὸς οὕτω· γαστέρα δ' οὔ πως ἔστιν ἀποκρύψαι μεμαυῖαν, τουτέστιν, οὐκ ἔστιν ἀνεξέλεγκτον σχεῖν, ἐκφαίνει γὰρ ἑαυτὴν, (Vers. 287.) οὐλομένην, ἣ πολλὰ κάκ' ἀνθρώποισι δίδωσιν, ὁποία δή τις καὶ ἐν Ἰλιάδι ἑρμηνεία τοῦ, μῆνιν οὐλομένην, ἣ μυρία ἔθηκεν ἄλγεα. (Vers. 288.) εἶτα καὶ ὡρισμένον μέγα κακὸν τῆς γαστρὸς ἐπάγων φησί· τῆς ἕνεκεν καὶ νῆες ἐΰζυγοι ὁπλίζονται πόντον ἐπ' ἀτρύγετον κακὰ δυσμενέεσσι φέρουσαι, πειρατικαὶ δηλαδὴ αὗται, κακὸν μέγα γαστρὸς ἕνεκα ἐπινοηθέν. τὸ γὰρ ἑτέρως ναυτίλλεσθαι οὐκ ἂν εἴη ψεκτέον κατὰ κοινωνίαν ἀνθρωπίνην ἐπινοηθέν. δυσμενεῖς δὲ οὐ μόνον τοὺς πολεμουμένους δηλοῖ, ἀλλὰ καὶ τοὺς πειρατὰς, οἳ τὰς ψυχὰς, ὡς ἀλλαχοῦ ἐῤῥέθη, οὐ μόνον φάγοιεν. λέγει δὲ καὶ μετ' ὀλίγα· γαστρὸς ἕνεκα λυγρῆς, οὐλομένης, ἣ πολλὰ κακὰ ἀνθρώποις δίδωσι. καὶ ἐν ἄλλοις· οὕνεκα οὐλομένης γαστρὸς ἄλγε' ἔχουσι. καί· ἀλλά με γαστὴρ ὀτρύνει κακοεργός. καὶ ἐν τῇ η ῥαψῳδίᾳ· οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον καὶ τὰ ἑξῆς. (Vers. 290.) Ὅτι ποικιλίαν τινὰ γλαφυρὰν Ὅμηρος ἐνταῦθα καὶ διὰ τοῦ Ἄργου κυνὸς ἐπινοεῖται. ἀνομοειδής τε γὰρ τοῖς φθάσασιν ἡ περὶ αὐτοῦ γραφὴ, καί τινα ζωϊκὴν ἱστορίαν ἔχει, καὶ κυνὸς ἔπαινον, καὶ σημείου δὲ ἀγαθοῦ τῷ Ὀδυσσεῖ ἔμφασιν. εἰ δέ τι καὶ πάθους ἔχει πρὸς τῇ γλυκύτητι, αὐτὸ δηλώσει, ἔνθα Ὀδυσσεὺς εἰς δάκρυον προκληθήσεται διὰ τὸν κύνα· οὗ περ καθά τι κύριον τὸ Ἄργος, ὁμωνύμως τῷ παλαιῷ ἥρωϊ, λεχθὲν παρὰ τὸ ἀργὸν ἐν διαφορᾷ τόνου διὰ τὴν διάφορον σημασίαν, ἵνα ἢ κατ' εὐφημισμὸν Ἄργος κληθείη ὁ ἄλλως ταχὺς, ἢ διὰ χρῶμα λευκὸν, ἐφ' ὧν τὸ ὀξύτονον ὁ ἀργὸς λαμβάνεται. φράζει δὲ ὁ ποιητὴς οὕτως· ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον. ἂν δὲ κύων κεφαλήν τε καὶ οὔατα κείμενος ἔσχεν, ἤγουν ἀνέσχεν, ἀνήγειρεν, ὤρθωσεν, Ἄργος Ὀδυσσῆος ταλασίφρονος, ὅν ῥά ποτ' αὐτὸς θρέψε μὲν οὐδ' ἀπόνητο, πάρος δ' εἰς Ἴλιον ἱρὴν ᾤχετο. (Vers. 294.) τὸν δὲ πάροιθεν ἀγίνεσκον, τουτέστιν ἦγον, νέοι ἄνδρες, αἶγας ἐπ' ἀγροτέρας ἠδὲ πρόκας ἠδὲ λαγωούς. δὴ τότε κεῖτ' ἀπόθεστος ἀποιχομένοιο ἄνακτος ἐν πολλῇ κόπρῳ, ἥ οἱ προπάροιθε θυράων ἡμιόνων τε βοῶν τε ἅλις κέχυτ', ὄφρ' ἂν ἄγοιεν δμῶες Ὀδυσσῆος τέμενος μέγα κοπρήσοντες. ἔνθα κύων κεῖτ' Ἄργος, ἐνίπλειος κυνοραϊστέων. δὴ τότε γ' ὡς ἐνόησεν Ὀδυσσέα ἐγγὺς ἐόντα, οὐκ ἐκ τῆς θέας ὡς εἰκὸς, ἠλλοίωτο γὰρ τὴν μορφὴν, ἀλλ' ὡς ἰχνευτὴς ὀξύτητι ὀσφρήσεως, ᾗ, φασὶ, καὶ ἐν νυκτὶ διακρίνει τὸ οἰκεῖον τοῦ ἀλλοτρίου· ἢ καὶ