# Commentarii ad Homeri Odysseam 2.146.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.146.1

ἄλλως, ἐπεὶ ἀνθρώποις Ἀθηνᾶ τὸν Ὀδυσσέα ἐπέκρυψεν, ἀλλοιώσασα οὐ μὴν καὶ ἀλόγοις ζῴοις· ἄγε γάρ, φησιν, ἄγνωστόν σε τεύξω πᾶσι βροτοῖς· οὕτω δὲ ἡ αὐτὴ Ἀθηνᾶ Τηλεμάχῳ μὲν ἐπικρύπτει ἐν τοῖς ἀγροῖς αὐτὴν, οἱ δὲ κύνες εἶδον. (Vers. 302.) ὡς τοίνυν ὁ κύων ἔγνω τὸν Ὀδυσσέα, οὐρῇ μὲν ἔσῃνε καὶ οὔατα κάββαλεν ἄμφω· ὃ δὴ χαρακτὴρ τοῖς τοιούτοις φιλίας ἐστίν· ἆσσον δ' οὐκέτ' ἔπειτα δυνήσατο οἷο ἄνακτος ἐλθέμεν, αὐτὰρ ὃ νόσφιν ἰδὼν ἀπομόρξατο δάκρυ, ῥεῖα λαθὼν Εὔμαιον· ἄφαρ δ' ἐρεείνετο μῦθον, ἢ μύθῳ, ὡς οἷον δῆθεν ἀγνοῶν· (Vers. 305.) Εὔμαιε, ἦ μάλα θαῦμα, κύων ὅδε κεῖτ' ἐνὶ κόπρῳ. καλὸς μὲν δέμας ἐστὶν, ἀτὰρ τόδε γ' οὐ σάφα οἶδα, εἰ δὴ καὶ ταχὺς ἔσκε θέειν ἐπὶ εἴδεϊ τῷδε, ἢ αὕτως οἷοί τε τραπεζῆες κύνες ἀνδρῶν γίνονται, ἀγλαΐης δ' ἕνεκεν κομέουσιν ἄνακτες. (Vers. 313.) ὁ δὲ συβώτης, εἰ τοιόσδε, φησὶν, εἴη ἠμὲν δέμας ἠδὲ καὶ ἔργα, οἷόν μιν Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεὺς, αἶψά κεν θηήσαιο ἰδὼν ταχυτῆτα καὶ ἀλκήν. οὐ μὲν γάρ τι φύγεσκε βαθείης βένθεσιν ὕλης κνώδαλον, ὅ,ττι ἴδοιτο· καὶ ἴχνεσι γὰρ περιῄδη· νῦν δ' ἔχεται κακότητι, ἄναξ δέ οἱ ἄλλοθι πάτρης ὤλετο· τὸν δὲ γυναῖκες ἀκηδέες οὐ κομέουσι, διὸ καὶ ἀπόθεστος ἐῤῥέθη. (Vers. 320.) εἶτα ἐπιπλέκων γνωμικὸν περὶ δούλων φησί· δμῶες δ', εὖτ' ἂν μηκέτι ἐπικρατέωσιν ἄνακτες, οὐκέτ' ἔπειτα ἐθέλουσιν αἰνέσιμα ἐργάζεσθαι· ἥμισυ γάρ τ' ἀρετῆς ἀποαίνυται θεὸς ἀνέρος, εὖτ' ἄν μιν κατὰ δούλιον ἦμαρ ἕλῃσιν, ἀρετὴν λέγων ἄρτι τὴν εἰς τὰ ἔργα σπουδὴν μετὰ προαιρέσεως, ἧς δοῦλοι στέρονται ἀφαιρουμένου αὐτὴν θεοῦ τοῦ δουλώσαντος, οἵ τε ἄλλοι κοινῶς καὶ μάλιστα ὧν οὐκ ἐπικρατέουσιν ἄνακτες· ὃ καὶ ἐπὶ Τηλεμάχου γίνεται, ὃς οὔτε ἀνδρῶν ἐπικρατεῖ διὰ νεότητα, οὔτε γυναικῶν ἄρχει, ἐπεί περ ἡ μήτηρ οὐκ εἴα σημαίνειν αὐτὸν γυναιξίν. ἐν οἷς συλλογιστέον, ὅση καὶ οἵα ἡ τῶν δούλων ἀμέλεια, ὅτε μὴ καλῶς ἐπικρατοῦνται. εἰ γὰρ τῷ ἁπλῶς δούλῳ τὸ ἥμισυ τῆς ἀρετῆς ἀφαιρεῖται, πολὺ πλέον ἀφαιρεῖται τοῦ μὴ ἔχοντος ἄρχοντα καλῶς ἐπιστατοῦντα. καὶ οὕτω μὲν ὁ Εὔμαιος εἰπὼν εἰσῆλθεν. Ἄργον δ' αὖ κατὰ μοῖρα ἔλαβε μέλανος θανάτοιο αὐτίκ' ἰδόντ' Ὀδυσῆα ἐεικοστῷ ἐνιαυτῷ. (Vers. 327.) Καὶ ὅρα τὴν ἱστορίαν ἐπὶ πόσον ὁ Ἄργος ἐξήρκεσε ζῶν. ὑπὲρ εἴκοσι γὰρ ἔτη, ὡς ὁ ποιητὴς ἐπίτηδες παρεσημῄνατο. Ὅτι δὲ καὶ εἰκοσιτέσσαρα ζῶσιν ἔτη κύνες, ἱστόρησαν οἱ μεθ' Ὅμηρον. φασὶ δὲ οἱ παλαιοὶ ὡς τέθνηκεν οὕτω ταχὺ ὁ Ἄργος ὑφ' ἡδονῆς τῆς ἐπὶ τῷ ἀναγνωρισμῷ, σμικρὰ γάρ τοι ῥοπὴ εὐνάζει κατὰ Σοφοκλῆν τὰ παλαιὰ σώματα, ὅπου γε καὶ τῶν ἰσχυρῶν πολλάκις περιγίνονται ὥς περ σφοδραὶ λῦπαι, οὕτω καὶ ἡδοναί. τὸ δὲ πρᾶγμα καὶ σύμβολον ἦν, ὡς ἐῤῥέθη, αἴσιον τῷ Ὀδυσσεῖ. λευκὸς μὲν γὰρ ἴσως ἦν ὁ κύων, ὡς καὶ προεγράφη. πᾶν δὲ λευκὸν χρηστὸν σύμβολον. ὡς δὲ καὶ κύων καὶ ἀσθενὴς διὰ γῆρας καὶ ἅμα τῇ τοῦ Ὀδυσσέως θέᾳ θανὼν, τὸ τῶν μνηστήρων ἐδήλου ἀναιδὲς καὶ ἀσθενὲς καὶ ὠκύμορον, εἰ καὶ ἄλλως χρησταῖς ἐλπίσιν ἔσαινον ἑαυτούς. τρεῖς δέ ποτε ἀρεταὶ κυνὸς εἶναι δηλοῦνται τῷ Ἄργῳ, ταχυτὴς καὶ ἀλκὴ καὶ τὸ ἴχνεσι περιειδέναι. (Vers. 304.) Δακρύειν δὲ τὸν Ὀδυσσέα πλάττει οὐκ ἀπιθάνως ὁ ποιητὴς ἐν τοιούτῳ τόπῳ τῆς κατὰ τὸν Ἄργον διηγήσεως, ἐπεὶ καὶ ἄλλως ἑτοιμόδακρυ τὸ ἡρωϊκὸν φῦλον. καὶ ἡ παροιμία δὲ, ἀγαθοὶ δ' ἀριδάκρυες ἄνδρες, φησίν. (Vers. 292.) Ἰστέον δὲ ὅτι κύων Ὀδυσσέως κοινότερον ὁ Ἄργος λέγεται, ὡς εἰ καὶ κτῆμά τι, οἷον, ἂν δὲ κύων Ἄργος Ὀδυσσῆος· καὶ μετ' ὀλίγα, καὶ λίην ἀνδρός γε κύων ὅδε τῆλε θανόντος. οὕτω καὶ βόες Γηρυόνου λέγονται καὶ Ἀχιλλέως ἵπποι καὶ ὅσα τοιαῦτα. ὅθεν λαβόντες οἱ πολλοὶ καὶ ἄνθρωπόν τινα τοῦ δεῖνος φασί. (Vers. 291.) Τὸ δὲ ἀνέσχε κεφαλὴν ἐγρηγόρσεως σημεῖον, ὥς περ αὖ πάλιν ἀνέσεως φιλικῆς τὸ οὔατα καββαλεῖν ἄμφω, καθὰ εἴρηται. (Vers. 293.) Τὸ δὲ ἀπόνητο, καθὰ καὶ ἀλλαχοῦ ἐδηλώθη, ἀρχαῖον ἐστὶν Ἀττικόν. τὸ γὰρ ἀπώνατο ὕστερον. (Vers. 295.) Αἶγας δὲ ἀγροτέρας πρὸς διαστολὴν τῶν ἡμέρων φησὶν, ἵνα εἶεν, ὡς ἐκ τοῦ ἀγρὸς ὁ ἄγριος κατὰ τὸ Αἰτωλὸς Αἰτώλιος, οὕτω καὶ ἀγρότεραι ἀγριώτεραι. οὐκ ἄδηλον δὲ ὅτι καὶ ἐλάφους ἀγροτέρας οἶδεν ὁ ποιητὴς, καὶ ἡμιόνους δὲ, ὡς ἡ Ἰλιὰς δηλοῖ. ἡ δὲ Ἀττικὴ ἱστορία καὶ Ἄρτεμιν ἀγροτέραν παραδίδωσιν, ὡς καὶ ἡ κωμῳδία δεδήλωκε. Πρόκες δέ, φασι, δορκάδων εἶδος, ἢ ἐλάφων ἔκγονα νεογνὰ παρὰ τὸ προκίειν, ἢ παρὰ τὸ προΐξεσθαι. ὅθεν ἡ πρόξ· ταχεῖα γάρ. ὁ δὲ λαγωὸς εἰ μὲν ἐκ τοῦ λαγὼς ἐκτεταμένου δισυλλάβου γίνεται, πλεονασμὸν ἔχει τοῦ ο μικροῦ· εἰ δ' ἐκ τοῦ ἑτέρου τοῦ συστέλλοντος τὴν λήγουσαν, ἐπεντεθῆναι δοκεῖ τὸ μέγα ω πρὸς ἀναλογίαν τοῦ κολωὸς καὶ τῶν ὁμοίων. φασὶ δὲ Ἰωνικὸν εἶναι τὸ λαγὼς δισύλλαβον μακροκατάληκτον, οἱ δ' ἄλλοι λαγὸν, δηλαδὴ διὰ τοῦ ο μικροῦ, ὡς ἀπὸ τοῦ λάω τὸ βλέπω. καὶ εἰσὶ καὶ πληθυντικὰ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
