# Commentarii ad Homeri Odysseam 2.147.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.147.1

τούτου, ὡς δηλοῖ Ἀθήναιος. ἐκ δὲ τοῦ τοιούτου καὶ Λάγος τὸ κύριον, ὁμοίως τῷ, ἀργὸς Ἄργος. Ὅμηρος δέ, φασι, λαγωὸν λέγει ἴσως διὰ τὸ μέτρον. ἔστι δὲ καὶ θαλάσσιος λαγώς. λέγεται δὲ καὶ κρέα λαγῷα μὲν παρὰ τὸν ἐκτεταμένον λαγὼν, λάγεια δὲ παρὰ τὸν ἕτερον. οὐ γίνεσθαι δέ φασιν ἐν Ἰθάκῃ λαγωόν. διὸ καὶ τὴν ῥηθεῖσαν θήραν αἰγῶν καὶ προκῶν καὶ λαγωῶν κατὰ τὴν ἀντικρὺ ἤπειρον ἐθέλουσι γίνεσθαι οἱ παλαιοί. συντρέχει δὲ τῷ τοιούτῳ λόγῳ καὶ Ἀριστοτέλης ἱστορήσας, ὡς ἐν Ἰθάκῃ οἱ δασύποδες κομισθέντες καὶ ἀφέντες οὐ δύνανται ζῆν, ἀλλὰ φαίνονται τεθνεῶτες πρὸς τῇ θαλάσσῃ, ἐστραμμένοι ὅπου ἂν εἰσαχθῶσι. καὶ εἴη ἂν ἡ τῆς Ἰθάκης γῆ ἄλλως ἔχουσα ἤ περ ἡ κατὰ τὴν Κάρπαθον. ἐκείνη γὰρ λαγωτροφεῖ, ὡς δηλοῖ καὶ παροιμία ἡ λέγουσα, ὁ Καρπάθιος τὸν λαγωὸν, ἐλλιπῶς αὐτὴ προηγμένη· βούλεται γὰρ εἰπεῖν, ὅτι ὁ Καρπάθιος ἐπὶ κακῷ οἰκείῳ λαγωοὺς τῇ κατ' αὐτὸν ἐπεισήγαγε νήσῳ, καθάπερ ἡ ἱστορία λέγει. Ὅτι δὲ ὁ λαγὼς οὐ μόνον καὶ πτὼξ καὶ δασύπους λέγεται κοινῶς, ἀλλὰ καὶ ταχίνας εὕρηται παρὰ Λακεδαιμονίοις ἀπὸ τοῦ φυσικοῦ, οἱ παλαιοὶ γράφουσι. παρ' οἷς καὶ ὡς οἷον πατρωνυμικὸν ὁ λαγιδὴς, ὡς καὶ πελαργιδὴς ὁ τοῦ πελαργοῦ γόνος, καὶ λυκιδὴς ὁ τοῦ λύκου. οὕτω δὲ καὶ ἀλεκτοριδής, φασι, καὶ χηνιδὴς, καὶ περδικιδὴς, καὶ ἄλλα. εἰς λαγὸν δὲ μέγαν ἑψημένον ἔπαιξέ, φασι, Σιμωνίδης τὸ, οὐδὲ γὰρ οὐδ' εὐρύς περ ἐὼν ἐξίκετο δεῦρο· οἷα μὴ φθάσαντα παρατεθῆναι αὐτῷ ἐν τῷ δειπνεῖν παρὰ Ἱέρωνι. ἦν δὲ ἡ παρῳδία ἐξ Ὁμήρου, εἰπόντος τὸ, οὐδὲ γὰρ οὐδ' εὐρύς περ ἐὼν, ὁ αἰγιαλὸς δηλαδὴ, πάσας ἐχώρησε τὰς νῆας. (Vers. 296.) Ἀπόθεστος δὲ ὁ ἀφίλητος καὶ ἀτημέλητος, ἐκ τοῦ ποθῶ ποθέσω, περὶ οὗ προδεδήλωται. (Vers. 297.) Κόπρος δὲ ἐπὶ ἄλλων ζῴων δίχα συῶν; ὡς δηλοῖ ὁ γράψας· ὑπέλεθρος, ὑὸς ἀπόπατος. (Vers. 298.) Τὸ δὲ, ὄφρ' ἂν ἄγοιεν ἀντὶ τοῦ φέροιεν. Τέμενος δὲ ἀνθρώπινον συνήθως κἀνταῦθα. οὐ γὰρ δή που θεῖον τὸ κοπρούμενον διὰ καρποτρόφον πιότητα. ἡ δὲ τῆς κόπρου ἀπόθεσις τῆς τε τῶν ἡμιόνων καὶ τῶν βοῶν, ἤδη δέ που καὶ ἑτέρων ζῴων, ὡς δι' αὐτῆς κοπρῆσαι, ὅ ἐστι κοπρεῦσαι ἤτοι κόπρον ἐπιβαλεῖν τοῖς τοῦ Ὀδυσσέως χωρίοις, κατὰ βιωτικὴν οἰκονομίαν παρέῤῥιπται, εἰωθότος τοῦ ποιητοῦ πολλαχοῦ καὶ τοιαῦτα ποιεῖν. (Vers. 300.) Κυνοραισταὶ δὲ δι' ἑνὸς ῥῶ κατά τε φύσιν καὶ διὰ μέτρον οἳ τοὺς κύνας ῥαίοντες· ἐξ οὗ κατὰ διάλυσιν καὶ παραγωγὴν τὸ ῥαΐζειν γίνεται· ἀφ' οὗ καὶ θυμοραϊστὴς ἀναλόγως τῷ κυνοραϊστής. λέγονται δὲ οὗτοι καὶ κρότωνες παρὰ τοῖς ὕστερον. ὅθεν καὶ παροιμία κατά τινας τὸ, ὑγιέστερος κρότωνος· περὶ ἧς ἀκριβέστερον ἐν τοῖς τοῦ περιηγητοῦ κεῖται. (Vers. 302.) Τὸ δὲ σαίνειν καιρία λέξις ἐπὶ κυνῶν, ὡς καὶ πρὸ ὀλίγων δεδήλωται. (Vers. 303.) Σημείωσαι δὲ καὶ ὅτι ὁ ποιητὴς ἐπίτηδες πλάττει μὴ ἔχειν τὸν Ἄργον ἐγγὺς τοῦ Ὀδυσσέως ἐλθεῖν, ἵνα μὴ ἐπιγνωσθῇ παρὰ καιρὸν τῷ Εὐμαίῳ. τὸ μὲν γὰρ σαίνειν καὶ τὰ ὦτα καταβάλλειν οἰηθείη ἂν Εὔμαιος δι' αὐτὸν γίνεσθαι· εἰ δὲ καὶ ἐγερθεὶς ἐγγίσει τῷ Ὀδυσσεῖ, ἀνακαλύπτεται ἡ κατὰ τὸν Ὀδυσσέα σκηνή. (Vers. 302.) Ὅτι δὲ ἐκ τοῦ, οὐρῇ σαίνειν, τὸ σαίνουρον συντέθειται ζῷον πρὸς ἀναλογίαν τοῦ, λόφουρον, δῆλον ἐστί. παλαιὰ δὲ χρῆσις οὐρὰν παίζει καὶ τὸ ἀνδρεῖον αἰδοῖον· ὅθεν καὶ γυνὴ μύζουρις ἡ αἰσχροποιὸς παρὰ τὸ μυζοῦν οὐρὰν, ὅ ἐστι θηλάζειν. ὡς δὲ καὶ κύων ἐπὶ μορίου θήλεος κεῖται, ἡ εἰρησομένη κύνειρα δηλοῖ. Εἰς δὲ τὸ οὔατα σημείωσαι, ὅτι καὶ εἶδος ὀστρέου τροφιμώτατον ἐλέγετο οὖς, κατὰ τὸν εἰπόντα, ὅτι τὸ ὠτάριον ὄστρεον, ὃ καλεῖται παρ' Αἰολέων οὖς Ἀφροδίτης, ἐν τῇ κατ' Ἀλεξάνδριαν Φάρῳ γίνεται. (Vers. 305.) Τὸ δὲ ἐρεείνετο ἐνεργητικῶς τὰ πλείω ἐρέεινε λέγεται. (Vers. 307.) Τὸ δὲ, οὐ σάφα οἶδα, μέσως εἶπεν ὁ ῥήτωρ ξένος· ἢ γὰρ φαινομένως ὅτι ὁ μὲν τοῦ εἴδους χαρακτὴρ σημαίνει καὶ ταχὺν εἶναι τοῦτον, ἐγὼ δὲ οὐκ οἶδα σαφῶς, ἢ καὶ ἀληθῶς ὅτι οὐ μέμνημαι σαφῶς, εἴ περ ἀγαθὸς ἦν θηρεύειν· φθάσας γὰρ ἀπῆλθον εἰς Ἴλιον μηδὲν τοῦ Ἄργου ἀπονάμενος. (Vers. 308.) Τὸ δὲ ἐπὶ εἴδεϊ τῷδε, δηλοῖ καλὸν εἶναι τῷ ἀγαθῷ εἴδει παρεῖναι καὶ ἐνέργειαν. διὸ καὶ ἐν τοῖς ἑξῆς σκώπτεται ἀνὴρ, ᾧ ἐπ' εἴδεϊ μὴ καὶ φρένες εἰσί. (Vers. 309.) Τραπεζεὺς δὲ κύων καὶ νῦν ὁ μὴ ἐκ τοῦ ἀγρεύειν ζῶν, ἀλλ' ἐκ τῶν περὶ τράπεζαν. ἔθος δὲ τοῖς εὐπόροις καὶ τοιούτους τρέφειν ἀγλαΐης φησὶν ἕνεκα κατά τι καὶ αὐτὸ μεγαλοπρεπές. τοιοῦτοι δὲ ἴσως καὶ τῷ Τηλεμάχῳ ἦσαν ἀκολουθοῦντες ἐν τοῖς πρὸ τούτων. (Vers. 310.) Τὸ δὲ κομέουσι καὶ ὅλως τὸ κομεῖν πολλαχοῦ φαίνεται ὅτι καὶ κομίζειν λέγεται· ὅθεν καὶ κομιδὴ ἡ ἐπιμέλεια. (Vers. 313.) Ὅρα δὲ καὶ ὅτι ἐν τῷ, δέμας ἠδὲ καὶ ἔργα, ἐπὶ κυνὸς ἔφη ἔργα, οὐ συνήθως εἰπών. κυρίως γὰρ ἐπὶ ἀνθρώπων τὸ ἔργον ὥς περ καὶ ἡ πρᾶξις· διὸ καὶ ἐπὶ γυναικὸς κεῖται ἐν τῷ, οὐ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
