# Commentarii ad Homeri Odysseam 2.149.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.149.1

πόλιν εὐρυάγυιαν. ἐπὶ βάθους γὰρ τὸ καταδῦναι. (Vers. 317.) Κνώδαλον δὲ νῦν τὸ χερσαῖον παρὰ τὸ ὑπὸ κυνῶν ἁλίσκεσθαι. ὅτε δὲ καὶ ἐπὶ θαλασσίου θηρίου κνώσσοντος ἐν τῇ ἁλῒ λέγεται ἡ λέξις, κοινὸν τότε τὸ βένθεσιν· ἐν βένθεσι γὰρ τὰ κνώδαλα. Τὸ δὲ ὅ,ττι ἴδοιτο, κρεῖττον φασὶ γράφειν δίοιτο, ἵνα λέγῃ, ὡς οὐκ ἐξέφευγεν αὐτὸν θηρίον, ὅ περ ἂν δίοιτο, τουτέστι διώκοι· οὗ καὶ ἀπαρέμφατον ἐν τοῖς ἑξῆς τὸ δίεσθαι. τὸ γὰρ ἴδοιτο περιαιρεῖ κυνὸς τὴν ἰχνευτικήν, φασιν, αἴσθησιν· ὁ γὰρ τοιοῦτος ῥινηλατῶν ἐνεργεῖ. Ἰστέον δὲ ὅτι ἐκ τοῦ τοιούτου ῥινηλατεῖν τοῦ ἀπορθοῦντος τοὺς κύνας δοκεῖ ῥινᾶν, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, λέγεσθαι τὸ ἐξαπατᾶν, ὅτε δηλαδὴ αἱ ῥῖνες ἀπατήσουσι κύνα. φέρει δὲ χρῆσιν τῆς λέξεως ταύτης ἐκ Μενάνδρου Αἴλιος Διονύσιος, τὸ, ἔγω γ' ἐπίσταμαι ῥινᾶν. (Vers. 319.) Γυναῖκες δὲ ἀκηδέες αἱ ἀφρόντιδες, ἢ καὶ δυσφρόντιδες, κατὰ τὸ, ἀκηδέα νύκτα φυλάξω. (Vers. 322.) Τὸ δὲ ἥμισυ ἀρετῆς ἁπλοϊκῶς ἐῤῥέθη. οὐ γὰρ ἂν μετροῖτο κατ' αἴσθησιν ἀκριβῶς ἀρετή. τοιοῦτον δέ τι ἴσως καὶ τὸ, ὅσῳ πλέον ἥμισυ παντὸς, παρ' Ἡσιόδῳ. Δούλιον δὲ ἦμαρ ἡ δουλεία περιφραστικῶς. οὗ πρὸς ὁμοιότητα καὶ ἦμαρ ἐλεύθερον, ὡς τὸ, ἐλεύθερον ἦμαρ ἀπούρας. περίφρασις δὲ ἄμφω, τὸ μὲν δουλείας, τὸ δὲ ἐλευθερίας. (Vers. 321.) Σημείωσαι δὲ, ὅτι τὸ μὴ ἐργάζεσθαι τοὺς δούλους ἐναίσιμα ὅτε μὴ ἐπικρατέουσιν ἄνακτες, πιθανῶς ἐῤῥέθη ἐκ τοῦ ὡσεπιπολύ. Εὔμαιος γὰρ οὐ δήπουθεν τοιοῦτος, ἀλλ' οἱ σύνδουλοι, οὐ προσλογιζόμενοι δεσπόταις τὴν δέσποιναν καὶ τὸν υἱὸν διὰ τὸ ἀπεῖναι τὸν μέγαν ἄνακτα. πιθανὸν δὲ καὶ τὸ ἐφεξῆς διὰ τὸ πολλοὺς δουλωθέντας τελεωτάτην ἀρετὴν ἐπὶ τοῖς δεσπόταις ἐνδείκνυσθαι. (Vers. 330.) Ὅτι τὸ, νεῦσεν ἐπὶ οἷ καλέσας, ἀντὶ τοῦ προσεκαλέσατο νεύματι· μετ' ὀλίγα δὲ τὸ, ἐπὶ οἷ καλέσας προσέειπεν, ἑτεροῖον ἐστίν. Ὅτι δίφρος ἐνταῦθα εὐτελὴς, περὶ ὃν δηλαδὴ δαιτρὸς ἐφίζεσκε κρέα πολλὰ δαιόμενος· ὅ περ ἐτυμολογία ἐστὶ τοῦ δαιτροῦ. (Vers. 332.) Τὸ δὲ ἐφεξῆς, ἤγουν τὸ, μνηστῆρσι δαινυμένοις, παρήχησίν τινα ἔχει τὸ δαίεσθαι καὶ τὸ δαιτρός. (Vers. 333.) Ὅτι, καθάπερ ὁ προῤῥηθεὶς δοῦλος Μελάνθιος καθῖζεν ἀντίος Εὐρυμάχῳ, τὸν γὰρ φιλέεσκε μάλιστα, οὕτω καὶ νῦν Εὔμαιος τὸν προσεχῶς δηλωθέντα δίφρον τοῦ δαιτροῦ κατέθηκε φέρων πρὸς Τηλεμάχοιο τράπεζαν ἀντίον, νεύσαντος καὶ καλέσαντος Τηλεμάχου, ἔνθα ἐφέζετο Εὔμαιος. (Vers. 334.) τῷ δὲ καὶ αὐτῷ κῆρυξ μοῖραν ἑλὼν ἐτίθει, κανέου τ' ἐκ σῖτον ἀείρας· καθὰ καὶ τῷ Μελανθίῳ κρειῶν μὲν μοῖραν ἔθεσαν οἳ πονέοντο, σῖτον δὲ ἡ ταμία παρέθηκεν. ἐνδοξότερον οὖν τὸ τοῦ Εὐμαίου, ὃς ὑπουργεῖτο κήρυκι. ζηλοῖ γὰρ ἴσως ὁ Τηλέμαχος, εἰ δευτερεῖα τοῦ Μελανθίου Εὔμαιος φέρει, ὃν αὐτὸς φιλέεσκε μάλιστα. (Vers. 339.) Ὅτι ἐνδεικνυμένη ἡ ποιητικὴ Μοῦσα πιθανότητα μέχρι καὶ τῶν σμικροτάτων καὶ ἀκριβῶς ἐμφαίνουσα εἰδέναι περὶ ὧν λέγει, μέλινον οὐδὸν λέγει, ἐν ᾧ ἷζεν Ὀδυσσεύς· τὸν δὲ σταθμὸν εἴτουν τὴν παραστάδα τῶν θυρῶν, ᾧ ἐκλίνατο, κυπαρίσσινον ἱστορεῖ. φησὶ γάρ· ἷζε δ' ἐπὶ μελίνου οὐδοῦ κλινάμενος σταθμῷ κυπαρισσίνῳ, ὅν ποτε τέκτων ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνε, περὶ ἧς προγέγραπται. Μελία δὲ εἶδος δένδρου, ἐξ οὗ νῦν μὲν οὐδὸς μέλινος ἀπαθῶς, ἀλλαχοῦ δὲ κατὰ πάθος ἐπενθέσεως μείλινον δόρυ. (Vers. 341.) Ὁ δὲ σταθμὸς μετὰ τῆς στάθμης παρηχοῦσι, καθὰ καὶ τὸ ἐπισταμένως καὶ ἐπὶ στάθμην. ἀφελείας δὲ ἡρωϊκῆς ὁ ἐκ μελίας οὐδὸς καὶ ὁ κυπαρίσσινος σταθμός. τὰ δέ γε τοῦ Μενελάου διὰ τὴν Ἑλένην ὄζει Φρυγίας τρυφῆς. καὶ οἰκονομικῶς δὲ παραῤῥιπτεῖ Ὅμηρος, οἵας ὕλης εἶναι χρὴ οὐδὸν οἴκου καὶ σταθμόν. ἐπιστῆσαι δὲ χρὴ, ὡς ἀπὸ τῆς ἄρτι ὁ ξένος φλιαῖς θλίβεται ὤμους, φλιῶν δηλαδὴ νοουμένων τῶν κατὰ τὰς παραστάδας. (Vers. 343.) Ὅτι φιλόφρονος ξενοδόχου κέλευσμα τὸ, ἄρτον οὖλον ἑλεῖν περικαλλέος ἐκ κανέοιό τινα, καὶ κρέας ὥς οἱ χεῖρες ἐχάνδανον ἀμφιβαλεῖν καὶ δοῦναι τῷ ξείνῳ φέροντα. Οὖλον δὲ ἄρτον λέγει τὸν ὅλον καὶ ἀκέραιον. Περικαλλὲς δὲ κάνεον εἰπὼν σιγᾷ τὴν ὕλην, ὡς μὴ ἀναγκαῖον ὂν δηλωθῆναι καὶ αὐτήν. (Vers. 344.) Ἀμφιβαλεῖν δὲ τὸ περιλαβεῖν ἤτοι περισχεῖν. Τὸ δὲ χανδάνει χαριστέον μὲν τῇ ποιήσει. Ἰστέον δὲ ὅτι ἐκ τοῦ χῶ, τὸ χωρῶ, γίνεται χάζω· οὗ δεύτερος ἀόριστος ἔχαδον· ἐξ οὗ μέλλων δεύτερος αὐθυπότακτος χάδω· ὅθεν καὶ κατὰ ἀναδρομὴν συνήθη χάδω ἐνεστώς· καὶ παράγωγον χαδάνω, καὶ πλεονασμῷ τοῦ ν διὰ κρείττονα φωνὴν χανδάνω, κατὰ τὸ ἁνδάνω καὶ ὅσα τοιαῦτα. (Vers. 346.) Ὅτι ἐρεθισμὸς εἰς τὸ ἐπαιτεῖν τὸ, κέλευε αἰτίζειν μάλα πάντας ἐποιχόμενον. ἐπεὶ δὲ τὸ τοιοῦτον ἔχει τι αἰδοῦς, ἐπιφέρει ὁ ταῦτα πρὸς Εὔμαιον εἰπὼν Τηλέμαχος περὶ Ὀδυσσέως· (Vers. 347.) αἰδὼς δ' οὐκ ἀγαθὴ κεχρημένῳ ἀνδρὶ προΐκτῃ, τοῦτο δὲ γνωμικῶς ἔφη, ὡς οἷα λέγων, ὅτι

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
