Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.15.1
Not analysed yet
νιος δέ, φασιν, ὁ Ῥόδιος, ἀώρους τοὺς συνεσταλμένους νοεῖ. ἄμεινον δέ, φασιν, ἀποδιδόναι ἀώρους, ὡς καὶ προεῤῥέθη, τοὺς χαλεποὺς καὶ δυσφυλάκτους, ἢ τοὺς ἀκινήτους καὶ δυσορμήτους καὶ μὴ ὀρούειν δυναμένους, ἐκταθέντος δηλαδὴ τοῦ ο εἰς ω. οὐ γὰρ χρῆται, φασὶν, αὐτοῖς ἡ Σκύλλα πρὸς πορείαν· δεδυκέναι γὰρ κατὰ τοῦ σπηλαίου δοκεῖ. καὶ αὐτὴ μὲν κατὰ τὰ ὄστρεια προσέχεσθαι τῷ σπηλαίῳ, ἔχειν δὲ τὸ πᾶν τῆς ἰσχύος ἐν μόναις ταῖς δειραῖς. ὅθεν οὔτε διώκει τοὺς παραπλέοντας. καὶ οὐδὲ τῷ Ὀδυσσεῖ γενομένῳ ὕστερον μεταξὺ τοῦ πορθμοῦ πρὸς τῇ Χαρύβδει πλησίον τοῦ κατ' αὐτὴν σπηλαίου ἐπῆλθεν, οἷα προσπεφυκυῖα. μόνας δὲ τὰς ἓξ κεφαλὰς ἔξω τοῦ βερέθρου ἴσχουσα. ὅτι δὲ περιμήκεες αἱ δειραὶ τῇ Σκύλλῃ πρὸ ὀλίγων εἴρηται. (Vers. 91.) Σμερδνὰς δὲ αὐτῇ τὰς κεφαλὰς εἶναι, οὐδὲν ἀπεικός. ἧς καὶ τὸ κατὰ νεογιλὴν σκύλακα ὕλαγμα δεινὸν ἦν. (Vers. 92.) Τὸ δὲ πυκνοὶ καὶ θαμέες ἐκ παραλλήλου μὲν τὴν αὐτὴν σημασίαν ἔχουσι, δηλοῦσι δὲ πύκνωσιν τήν τε καθ' ἕνα ἕκαστον ὀδόντα, καὶ μάλιστα τὴν κατὰ τοὺς στοίχους τοὺς τρεῖς. νοητέον δὲ ἀναλόγως καὶ καρχαρόδοντα τὴν Σκύλλαν εἶναι. Τὸ δὲ πλεῖοι μέλανος θανάτοιο ἀστείως ἔφη, ὡς εἴ περ εἶπεν ἰοῦ πλήρεις. λέγοιτο δ' ἂν καὶ ὁ διαβολεὺς τοιούτους ὀδόντας ἔχειν. (Vers. 94.) Τὸ δὲ ἔξω δ' ἐξίσχει κεφαλὰς γράφεται καὶ ἔξω δ' ἓξ ἴσχει κεφαλάς. καὶ ἔχει τι τοῦτο καὶ κάλλους. Τὸ δὲ βέρεθρον κοινῶς μὲν βάραθρον, κατὰ Μακεδόνας δέ, φασι, καὶ ζέρεθρον λέγεται. τροπὴν δὲ τὸ βέρεθρον ἔχει ἐκ τοῦ βαράθρου, ὁποίαν καὶ τὸ πένθος ἐκ τοῦ πάθους. (Vers. 95.) Τὸ δὲ ἰχθυάᾳ καταχρηστικῶς ἔφη ἀντὶ τοῦ ἁλιεύει. οὐ γὰρ ἰχθύες οἱ δελφῖνες καὶ οἱ κύνες, ἀλλὰ κήτη, ὡς καὶ ὁ ποιητής φησιν. ὁποῖα καὶ ἄλλα ἡ Σκύλλα αἱρεῖ. καὶ χρὴ ἔχειν καὶ τοῦτο εἰς συγκρότησιν τοῦ, νέκταρ ἐνῳνοχόει. τοιοῦτον δέ τι σὺν ἄλλοις τοῖς ἀλλαχοῦ δηλωθεῖσι καὶ παρὰ Ὀππιανῷ τὸ, δινωτὸς κύβος μολίβου. κατὰ παράχρησιν γὰρ καὶ τοῦτο. ἐπεί τοι ἄλλως εἰ τετράγωνος κύβος, πῶς δινωτὸς ἤτοι τορευτός; καὶ αὖ πάλιν εἰ δινωτὸς, πῶς κύβος; Ἰστέον δὲ ὅτι τὸ, αὐτοῦ ἰχθυάᾳ οἰκείως, φασὶ, πλάττεται τοῖς περὶ τὸ Σκύλλαιον συμβαίνουσιν, ἔνθα οἱ θύννοι ἀγεληδὸν φερόμενοι καὶ τῆς Σικελίας ἁψάμενοι περιπίπτουσι τοῖς κητώδεσι, καὶ πιαίνουσι τοὺς γαλεώτας, οὓς καὶ ξιφίας, φασὶ, καὶ κύνας καλοῦσι. τὴν δὲ θήραν τῶν τοιούτων γαλεωτῶν ὁ γεωγράφος ἱστορεῖ ὅπως γίνεται. (Vers. 96.) Τὸ δὲ καὶ εἴ ποθι μεῖζον ἕλῃσι, τὴν πολλὴν ἰσχὺν τῆς Σκύλλης ἐμφαίνει, ὡς καὶ τῶν μεγάλων κητῶν περιγινομένης, καὶ μὴ μόνων δελφίνων ἢ κυνῶν οἷς καὶ αὐτοῖς πολλάκις βριθὺ τὸ μέγεθος. Ὡς δὲ μυρία κήτη βόσκει ἡ ἐκεῖ θάλασσα, μεμαρτύρηται. (Vers. 97.) Καιριώτερον δὲ τὸ βόσκειν ἐνταῦθα, ἤ περ ὅτε Ἀλκίνοος ἔφη ὡς πολλοὺς βόσκει γαῖα πολυσπερέας ἀνθρώπους. Ὅτι δὲ βοσκήματα πόντου τὰ ἐν αὐτῷ ζῷα, δεδήλωται. δῆλον δὲ καὶ ὅτι ἡ τῶν μνίων καὶ φυκίων καὶ βρύων τῶν κατὰ θάλασσαν νομὴ, βόσκει τὰ νεμόμενα. ἴσως δὲ καὶ ἑτέρων τινῶν φυτῶν ὡς εἰκὸς θαλαττίων. θύννοι γὰρ ἱστοροῦνται ἐπέκεινα Σικελίας βαλανηφαγεῖν ἀπὸ δρυαρίων φυομένων κατὰ θάλασσαν. Ὅτι δὲ τὸ βόσκειν καὶ περισπωμένως προφέρεται, δῆλον μὲν καὶ ἐκ τῶν ὡς ἐῤῥέθη βοσκημάτων. καὶ ἐξ αὐτοῦ δὲ Ὁμήρου εἰπόντος ἐν τοῖς ἑξῆς τὸ, βοσκήσεις γαστέρα. οὕτω καὶ Ἡσίοδος οἶδε τὸ διδασκῶ διδασκήσω περισπωμένως. καὶ οὕτω θεραπεύεται ῥηματικὴ ἀναλογία. ἐπεὶ γὰρ ὅσα βαρύτονα ῥήματα εἰς τὴν σκῶ συλλαβὴν λήγουσιν, οὐ δύνανται κλιθῆναι μετὰ τοῦ σίγμα εἰς μέλλοντα, περισπῶνται τινὰ ἐξ αὐτῶν διὰ κλίσιν ἀκώλυτον. Ἀγάστονος δὲ Ἀμφιτρίτη ἢ ἡ πολύκτυπος· στένειν γὰρ λέγεται καὶ πόντος ἀντὶ τοῦ ἠχεῖν· ἢ ἡ τοῖς ναυαγοῦσιν αἰτία στόνων πολλῶν. (Vers. 98.) Ναῦται δὲ ἀκήριοι οἱ ἀβλαβεῖς καὶ μὴ παθόντες κῆρα τινά. τὸ μέντοι ἀκήριον αἶψα τίθησιν ἐν Ἰλιάδι, ταυτόν ἐστι τῷ νεκρόν. ἀκήριος γὰρ ἐκεῖ ὁ ἄψυχος. (Vers. 99.) Ἐν δὲ τῷ, κρατὶ ἑκάστῳ, καινογενές τι ἐμφαίνεται, εἴτε ὁ κρὰς εἴποι τις κατὰ γένος ἀρσενικὸν, εἴτε ἡ ἕκαστος κράς. οὕτω δὲ καὶ ἐν τοῖς ἑξῆς τὸ, σῷ κράατι τίσεις. ἢ γὰρ ἡ σὸς κρὰς ἔστιν εἰπεῖν καὶ ἐκεῖ, ἢ ὁ κρὰς ὁ σός. ἀμφότερα δὲ καινόφωνα. ἐνταῦθα δὲ καὶ ἕτερόν τί ἐστιν ἄπορον. πῶς γὰρ τὸ κράατι ἐκεῖνο οὐ προπερισπᾷ τὴν ἐνταῦθα συναίρεσιν; ἵνα ᾖ κρᾶτι προπερισπωμένως ὁμοίως τῷ, κέαρι κῆρι καὶ ἔαρι ἦρι. καὶ τούτου μὲν ζητητέον λύσιν. τῷ τέως δὲ ἰστέον καὶ ὅτι ἀκολούθως Ὁμήρῳ καὶ ὁ κωμικὸς λέγει τὸ, ἀμφὶ κρατὶ σῷ βρύοντα στέφανον μύρτων. καὶ ὅτι δοκεῖ τὸ τοιοῦτον κατὰ γένος εἰρῆσθαι οὐδέτερον, ὡς ἐμφαίνει Πίνδαρος ἐν Ἰσθμιονίκαις, εἰπών· τρία κρᾶτα ἤτοι κράατα. (Vers. 100.) Τὸ δὲ νεὼς κυανοπρώροιο οὐδεὶς ἂν εἴποι μὴ Ἀττικῶς εἰρῆσθαι. τὰ γὰρ κοινότερα ναὸς καὶ νηὸς, ὡς γραῦς γραὸς γρηός. Ἰω-