# Commentarii ad Homeri Odysseam 2.150.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.150.1

ἑτέρῳ μέν τινι ἀγαθὸν ἂν εἴη ποτὲ ἡ τοῦ ἐπαιτεῖν αἰδὼς, πτωχῷ δὲ οὐκ ἄν. (Vers. 352.) καὶ μετ' ὀλίγα δὲ παραφραστικῶς κατὰ λόγον ῥητορικῆς χρείας ἐρεῖ πρὸς Ὀδυσσέα Εὔμαιος τὸν τοῦ Τηλεμάχου λόγον, εἰπών· αἰδῶ δ' οὐκ ἀγαθήν φησιν εἶναι ἀνδρὶ προΐκτῃ, καὶ πάλιν· κακὸν δ' αἰδοῖος ἀλήτης. οἷα δὲ καὶ Ἡσίοδος γνωμολογεῖ περὶ αἰδοῦς, ἔστι παρ' ἐκείνῳ εὑρεῖν. Προΐκτης δὲ ἀνὴρ, ἢ ὁ προϊκετεύων ὑπὲρ τοῦ λαβεῖν, ἢ ὁ προῖκα ζητῶν λαμβάνει, παρὰ τὸ προΐκω, προΐξω, ὅθεν συναιρεῖται ἡ προῖξ, τουτέστι τὸ δῶρον· οὕτω γὰρ οἱ παλαιοὶ ἐχρῶντο, εἰ καὶ ὕστερον ἐπὶ γαμηλίου μερικεύεται δωρεᾶς. ἐκ δὲ τοῦ τοιούτου προΐκειν καὶ καταπροΐξεσθαι τὸ δοῦναί τι δωρεάν. (Vers. 354.) Ὅτι Ἀττικὸν σχῆμα εὐχῆς τὸ, θεὲ ἄνα, τὸν δεῖνά μοι ἐν ἀνδράσιν ὄλβιον εἶναι. λείπει γὰρ κἀνταῦθα τὸ δὸς ἢ ποίησον ἢ εὔχομαι ἢ τοιοῦτόν τι. τὸ μέντοι ἐφεξῆς ἐντελῶς ἔχει· καί οἱ πάντα γένοιτο ὅσα φρεσὶν ᾗσι μενοινᾷ. (Vers. 356.) Ὅτι πτωχικῶς Ὀδυσσεὺς ἑαυτὸν χρώζων χερσὶν ἀμφοτέραις ἐδέξατο τὸν δοθέντα οὖλον ἄρτον καὶ τὸ χειροπληθὲς κρέας, καὶ κατέθηκεν (Vers. 357.) αὖθι ποδῶν προπάροιθεν ἀεικελίας ἐπὶ πήρης ὡς οἷα τραπέζης. ἤσθιε δὲ ὡς ὅτ' ἀοιδὸς ἐνὶ μεγάροισιν ἄειδεν. ὡς δὲ ὁ θεῖος ἀοιδὸς ἐπαύσατο, τότε δὴ ὡμάδησαν μὲν οἱ μνηστῆρες, Ὀδυσσεὺς δὲ περιϊὼν αὐτοὺς (Vers. 365.) ἐπτώχευσεν, ὡς ὁ τοῦ οἴκου δῆθεν δεσπότης Τηλέμαχος ἐκέλευσε (Vers. 363.) πρὸς ἀπόπειραν τῶν μνηστήρων. οὐ γὰρ μόνον ἀνέξεται κακῶς πάσχοντος τοῦ πατρὸς, καθὰ παρήγγελται, ἀλλ' ἰδοὺ καὶ ἐρεθίζει αὐτὸν εἰς προάγωνας τοῦ παθεῖν δεινῶς, ἵνα τάχιον ἡ τῶν μνηστήρων πανωλεθρία πραγματευθείη. (Vers. 360.) Ὅρα δὲ καὶ ἐνταῦθα, ὡς καὶ ἐν τοῖς πρὸ τούτων, ὅτι ᾄδοντος μὲν τοῦ Φημίου, γέγονέ τις βραχεῖα ἡσυχία τῶν μνηστήρων, ὅτε καὶ ἔφαγεν Ὀδυσσεύς· ἴσως δὲ καὶ ἁρπαλέως, διὰ τὸ ἐπείγεσθαι· παυσαμένου δὲ τοῦ ἀοιδοῦ ὁ συνήθης βροντᾷ ὅμαδος. Ἀεικελίαν δὲ πήραν λέγει τὴν ὡς προϊστορήθη πυκνὰ ῥωγαλέην, καὶ φέρειν μέν τι ἀχρείαν καὶ τηρεῖν ἐντὸς, εὐφυῆ δὲ ὑπεστορέσθαι κατὰ γῆς ὡς εἰς τράπεζαν. (Vers. 358.) Τὸ δὲ ὡς ὅτ' ἀοιδὸς ἄειδεν ἀντὶ τοῦ ἕως ὅτου, καὶ δοκεῖ τὸ ως τοῦτο πρωτότυπον εἶναι τοῦ ἕως, προλαβόντος Ἀττικῶς τὸ ε. τοιοῦτον δέ που ἐν Ἰλιάδι καὶ τὸ εἵως ἀντὶ τοῦ ὅπως, κἀκεῖνο γὰρ προτεθέντος μὲν τοῦ ε γέγονεν ἕως, εἶτα καὶ εἵως κατὰ διχρόνου ἐπένθεσιν. (Vers. 360.) Ὅτι τῶν μνηστήρων μετὰ τὴν ἀοιδὴν ὁμαδησάντων, ὡς ἐῤῥέθη, Ἀθήνη ἄγχι παρισταμένη τὸν Ὀδυσσέα ὤτρυνεν ὡς ἂν πύρνα κατὰ μνηστῆρας ἀγείροι, ἤγουν ψωμοὺς, γνοίη τε οἵ τινές εἰσιν ἐναίσιμοι οἵ τ' ἀθέμιστοι. ἀλλ' οὐδ' ὥς τιν' ἔμελλ' ἀπαλεξήσειν κακότητος. προαναφώνησις δὲ καὶ τοῦτο, ὡς μηδενὸς ἐκφευξομένου μηδὲ τῶν δοκούντων ἀγαθῶν, ὁποῖός τις ἐφάνη πρὸ ὀλίγων καὶ ὁ Ἀμφίνομος. βῆ δ' ἴμεν αἰτήσων ἐνδέξια φῶτα ἕκαστον, πάντοσε χεῖρ' ὀρέγων, ὡς εἰ πτωχὸς πάλαι εἴη. οἱ δ' ἐλεαίροντες δίδοσαν καὶ ἐθάμβεον αὐτὸν, ἀλλήλους τ' εἴροντο, (Vers. 368.) τίς εἴη καὶ πόθεν ἔλθοι. οὐ γὰρ ἦν πτωχὸς τοῦ δήμου. καὶ μανθάνουσιν αὐτοὶ ἀκριβὲς οὐδὲν, ὅτι μὴ μόνον ἐκ Μελανθίου (Vers. 372.) τὸ ἡγεμονεῦσαι τὸν συβώτην αὐτῷ, ἤγουν ἡγεμόνα γενέσθαι ὁδοῦ τῆς εἰς τὴν Ἰθάκην. καὶ τὸ ἐντεῦθεν λυττᾷ ὁ κακὸς Ἀντίνοος καὶ διδάσκει τὸν Ὀδυσσέα, ὡς αὐτὸς ὁ χείρων πάντων ἐστί. καὶ προκατάρξας καὶ νῦν ἀναιδείας προηγήσεται καὶ τῆς τῶν μνηστήρων πτώσεως. (Vers. 360.) Ἰστέον δὲ ὡς καὶ νῦν Ἀθηνᾶ ἡ τὸν Ὀδυσσέα ὀτρύνασα ἐπαιτεῖν ἡ παρ' αὐτῷ ἐστὶ φρόνησις, ἣ στοχασαμένη καιρὸν εἶναι ἄρτι τοῦ τοιούτου ἔργου ἐγχειρεῖ τῇ πράξει. (Vers. 362.) Πύρνα δὲ ὅτι πύρινά ἐστι σιτία, τουτέστι κατὰ τοὺς παλαιοὺς σιτώδεις τροφαὶ, προδεδήλωται. Τὸ δὲ ἀγείρειν πύρνα, δέδωκεν ἀφορμὴν τοῖς ὕστερον ἀγύρτας εἰπεῖν τοὺς πτωχοὺς, καὶ ἀγυρτάζειν τὸ πτωχεύειν, καὶ μητραγυρτεῖν δὲ τὸ μετὰ τυμπάνων καί τινων τοιούτων περιϊέναι καὶ ἐπὶ τῇ μητρὶ ἀγείρειν τροφὰς δηλαδὴ, ὅ ἐστιν ἐπὶ τῇ Ῥέᾳ, ὡς δῆλον ἐκ τοῦ, Διονύσιος μητραγυρτῶν καὶ τυμπανιζόμενος, ἢ τύμπανον κρούων, οἰκτρῶς τὸν βίον κατέστρεψεν. ἐνθυμητέον δὲ ὡς καὶ Μενέλαος κατὰ τοιαύτην ἔννοιαν πολὺν βίοτον ἀγείρειν προϊστόρηται. (Vers. 363.) Ἐναίσιμον δὲ τὸν δίκαιον λέγει καὶ κατὰ θέμιν ζῶντα. τοῖς δὲ τοιούτοις ἀντίκεινται οἱ ἀθέμιστοι. (Vers. 364.) Τὸ δὲ ἀπαλεξήσειν κακότητος ἐξεῦρε συντεθῆναι τὸν παρὰ τοῖς ὕστερον ἀλεξίκακον. (Vers. 365.) Τὸ δὲ ἐνδέξια, ἢ ἀντὶ τοῦ ἐκ τοῦ δεξιοῦ καθίσματος ἐπὶ ἀγαθῷ συμβόλῳ, ἢ ἀντὶ τοῦ ἐπιδεξίως. οὗ πρὸς σαφήνειαν ἐπῆκται τὸ, ὡς εἴτε πτωχὸς πάλαι εἴη. καὶ ἰδοὺ ὁ πολυμήχανος Ὀδυσσεὺς καὶ τοῦ ἐπαιτεῖν τεχνίτης ἐστί. (Vers. 366.) Τὸ δὲ πάντοσε χεῖρα ὀρέγειν καὶ αἰτεῖν φῶτα ἕκαστον, γίνεται μὲν ὡς ὁ Τηλέμαχος δῆθεν ἐκέλευσεν. ἄλλως δέ γε

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
