# Commentarii ad Homeri Odysseam 2.159.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.159.1

ἀοιδόν. κρουστικῶς δὲ ἐκπεφώνηται τὸ, θεῶν ἒξ, καθὰ καὶ τὸ, Ἀρτέμιδι ξὺν, καὶ τὸ, Ἰλιόθι πρός. (Vers. 522.) Ὅτι καὶ ὁ Εὔμαιος ἀνακεφαλαιούμενος τὰ τοῦ Ὀδυσσέως ἐν ἐπιτομῇ, ὅσα γε αὐτὸς ἐξ ἐκείνου ἔγνω, λέγει τῇ δεσποίνῃ ὅτι, φησὶν, Ὀδυσσῆος ξεῖνος πατρώϊος εἶναι Κρήτῃ ναιετάων, ὅθι Μίνωος γένος ἐστίν. (Vers. 525.) ἔνθεν ἵκετο πήματα πάσχων προπροκυλινδόμενος, ἤγουν ἱκετεύων, ἢ καὶ ἱκετευτικῶς ἀπὸ τόπου εἰς τόπον ἥκων. στεῦται δ' Ὀδυσῆος ἀκοῦσαι ἀγχοῦ Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ, ζῳοῦ. (Vers. 527.) πολλὰ δ' ἄγει κειμήλια ὅνδε δόμονδε, ὁ Ὀδυσσεὺς δηλαδή· εἰ καὶ ὁ Εὔμαιος διὰ τὸ τῆς ἀνακεφαλαιώσεως σύντομον οὐ διεσάφησε. (Vers. 523.) Τὸ δὲ ὅθι Μίνωος γένος ἐστὶν, ἱστορικῶς ἔφη διὰ πολυπειρίαν ὁ Εὔμαιος, ὥς περ καὶ τὸ ἀγχοῦ Ἰθάκης εἶναι τοὺς Θεσπρωτοὺς καὶ πίονα δῆμον ἔχειν. τοῦτο δὲ ἢ διὰ τὸ ἐκεῖσε λιπαρόγεων, ἢ διὰ τὸ ἄλλως εὐδαιμονεῖν τὰ ἐκεῖ. περιᾴδεται δὲ ἐν ταῖς ἱστορίαις ὁ Μίνως ὡς καὶ εὐγενὴς καὶ λόγιος καὶ ἀνακαθαίρων τοὺς πειρατάς. ἕτεροι δὲ καὶ αὐτὸν λῃστρικὸν ἱστόρησαν. Ἰστέον δὲ, ὡς Ὅμηρος μὲν ἀναλόγως καθὰ ἥρως ἥρωος, οὕτω καὶ Μίνως Μίνωος ἔκλινεν. οἱ δὲ ὕστερον καὶ ἰσοσυλλάβως ὡς Μενέλεως Μενέλεω, οὕτω καὶ Μίνως Μίνω. ἄλλοι δὲ καὶ ἄλλως ἔφασαν καινότερον, ὅτι ὥς περ Ἀττικῶς Πετεὼς Πετεὼ καὶ πλεονασμῷ Πετεῶο ἐν Ἰλιάδι, καὶ Ἀνδρόγεως Ἀνδρόγεω καὶ Ἀνδρογέωο, οὕτω καὶ Μίνως Μίνω καὶ Μίνωο. ἦν δὲ ἄν, φασι, καὶ Ἄθως Ἄθωο, εἰ μὴ ἐκώλυε τὸ μέτρον ἐν τῷ, ἐξ Ἀθόω δ' ἐπὶ πόντον ἐδύσατο κυμαίνοντα. (Vers. 525.) Αἱ δὲ δύο προθέσεις ἐν τῷ προπροκυλινδόμενος τὸ ἄγαν ὑποπτωτικὸν τοῦ ξένου δηλοῦσιν ἐν τῷ ἱκετεύειν. Τὸ δὲ στεῦται καὶ νῦν ἀντὶ τοῦ διαβεβαιοῦται, ὑφίσταται. ἀλλαχοῦ μέντοι καὶ τὸ ὑπισχνεῖσθαι ἡ λέξις δηλοῖ. Τὸ δὲ ἄγειν καὶ νῦν ἐπὶ ἀψύχων κεῖται τῶν κειμηλίων. (Vers. 530.) Ὅτι ἄνεσιν δηλοῖ εὐφρόσυνον τὸ, οὗτοι δὲ ἠὲ θύρῃσι καθήμενοι, τουτέστι πρὸ θυρῶν, ἑψιαάσθων, ἢ αὐτοῦ κατὰ δώματα ἐπεὶ σφίσι θυμὸς ἐΰφρων, ἤγουν γλυκὺς, ἄπονος. τῆς παλαιᾶς δέ, φασιν, Ἀτθίδος ἑψιάσθων εἰπεῖν δυϊκῶς ἀντὶ τοῦ ἑψιάσθωσαν. ποιητικὴ δὲ λέξις τὸ ἑψιᾶσθαι ἤτοι λόγον παίζειν· καὶ δασύνεται, ὡς δῆλον ἐν τοῖς ἐφεξῆς ἐκ τοῦ, ἐφεψιόωνται γυναῖκες, καὶ ἐκ τοῦ, ἀφεψιασάμην ἤτοι ἀφωμίλησα, ὡς ἐν ῥητορικῷ κεῖται λεξικῷ. ἐκ τούτου δὲ ἴσως εἴρηται καὶ Φιλέψιος, τὸ κείμενον παρὰ τῷ κωμικῷ. οἱ δὲ παλαιοὶ ἑρμηνεύοντες τὴν λέξιν φασὶν οὕτως· ἑψιᾶται ἀντὶ τοῦ, γελᾷ, παίζει, διαλέγεται· καὶ ἑψία παιδία, γέλως, χλεύη· καὶ ἑψίαι ἑορταί. εἴτε δὲ ἀπὸ τοῦ ἕπεσθαι γίνεται εἴτε παρὰ τὸ ἕπω τὸ λέγω κατὰ πνευματισμὸν Ἀττικὸν, οὐκ ἔστι βεβαίως ἀπισχυρίσασθαι. (Vers. 532.) Ἰστέον δὲ καὶ, ὡς εἴ περ οἱ, ὡς ἐῤῥέθη, ἑψιώμενοι ἔχουσι καὶ πλοῦτον, ἁρμόσει αὐτοῖς καὶ τὰ ἐφεξῆς. αὐτῶν μὲν γὰρ κτήματ' ἀκήρατα κεῖτ' ἐν οἴκῳ, σῖτος καὶ μέθυ ἡδύ· τὰ μὲν οἰκῆες ἔδουσι, καὶ τὰ ἑξῆς, ὡς ἀλλαχοῦ προγέγραπται, ὅπου δυσφημοῦνται οἱ μνηστῆρες, ὡς ἀπὸ ἀλλοτρίων εἰλαπινάζοντες, διὰ τὸ μὴ ἄνδρα εἶναι οἷος Ὀδυσσεὺς ἀρὴν ἀπὸ οἴκου ἀμῦναι. Καὶ ὅρα ὅτι ἀκήρατα φησὶ κτήματα οὐ τὰ ἀκέραια· ἔδονται γάρ· ἀλλὰ τὰ μὴ κειρόμενα πρὸς βίαν καὶ λῃστρικῶς. (Vers. 533.) Τὸ δὲ σῖτος καὶ οἶνος, ἑρμηνεία ἐστὶ τῶν ῥηθέντων κτημάτων. Οἰκῆας δὲ κἀνταῦθα πάντας τοὺς ἐν τῷ οἴκῳ λέγει, ὁποίας ἂν καὶ εἶεν τύχης. οὐ γὰρ δή που τὰ τῶν μνηστήρων δοῦλοι μόνοι ἔδουσιν, ἀλλὰ πάντες οἱ αὐτοῖς οἰκειακοί. (Vers. 536.) κρίνει δ' ἐν τούτοις ἡ Πηνελόπη καὶ εἰλαπίνην εἶναι τὴν τῶν μνηστήρων ἐν τῷ τοῦ Ὀδυσσέως οἴκῳ δαῖτα, ἔνθα ἤματά, φησι, πάντα εἰλαπινάζουσι πίνουσί τε οἶνον. Καὶ ὅρα δαπάνην ἄμετρον, εἴ περ ὁσημέραι γίνεται ὑπὸ τοσούτων ἀνδρῶν. Τὸ δὲ πίνουσί τε, συννοεῖται μὲν καὶ τῇ εἰλαπίνῃ γινομένῃ ἐκ τοῦ λάπτειν καὶ πίνειν, ἢ κατὰ εἴλας πίνειν, ἐξεφωνήθη δὲ ὅμως καὶ ἰδίᾳ πρὸς τὸ σαφέστερον. (Vers. 541.) Ὅτι Πηνελόπης εἰπούσης ἔνδον τῷ Εὐμαίῳ πρὸς τοῖς ἄλλοις, καὶ ὡς εἴ περ Ὀδυσσεὺς ἔλθοι, αἶψά κε σὺν ᾧ παιδὶ βίας ἀποτίσεται ἀνδρῶν, Τηλέμαχος μέγ' ἔπταρεν· ἀμφὶ δὲ δῶμα σμερδαλέον κονάβησε· γέλασε δὲ Πηνελόπεια, καὶ ἐπισπεύδει ἐλθεῖν τὸν ξένον εἰς αὐτὴν, εἴ πως μάθοι τι ἐξ αὐτοῦ ἀγαθὸν περὶ τοῦ ἀνδρὸς, ὡς οἷα τεκμηραμένη τῷ πταρμῷ, ταχὺ τὸν Ὀδυσσέα σὺν τῷ τέκνῳ τὰς τῶν μνηστήρων βίας ἀποτίσεσθαι. ὄρνις γάρ ποτε ἦν τοῖς παλαιοῖς καὶ ὁ πταρμὸς, ἐπεὶ καὶ ἡ κεφαλὴ τιμία, ἐξ ἧς τὸ τοιοῦτον σύμβολον. διὸ καὶ προσεκυνεῖτο ὁ πταίρων· καὶ τὴν αἰτίαν λέγουσιν οἱ σοφοὶ, ἐν οἷς καὶ Ἀριστοτέλης. (Vers. 545.) ἔστι δὲ ὃ λέγει στοχαστικῶς ἐνταῦθα ἡ Πηνελόπη τόδε· οὐχ' ὁράας, ὅ μοι υἱὸς ἐπέπταρε πᾶσιν ἔπεσσι; τῷ καὶ οὐκ ἀτελὴς θάνατος μνηστῆρσι γένοιτο πᾶσι μάλα, οὐδέ κέ τις θάνατον καὶ Κῆρας ἀλύξοι. σημειοῦται δὲ τοῦτο ἡ γυνὴ, ἐξ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
