# Commentarii ad Homeri Odysseam 2.16.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.16.1

νικὸν δὲ πάντως τὸ νηὸς καὶ γρηός. τὰ πλείω δὲ τῶν παλαιῶν ἀντιγράφων καὶ ἐνταῦθα καὶ ἐν τοῖς ἄλλοις τόποις διὰ τοῦ ο μικροῦ ἔχουσι τὴν λήγουσαν τῆς νεός. (Vers. 103.) ὁ δὲ ἐρινεὸς εὐφυῶς ὑπὸ τοῦ ποιητοῦ πέπλασται διὰ τὸ πιθανόν. εἴωθε γὰρ εἰκῇ ὅποι ποτὲ τύχῃ αὐτοφυῶς καὶ οὐκ ἀπὸ χειρομαχίας τὸ τοιοῦτον φυτὸν γίνεσθαι, ὡς καὶ ἐνταῦθα κατὰ τὸ εἰκὸς, καὶ οὐκ ἂν εἰς τοσοῦτον ἐπιθανολόγησεν ὁ ποιητὴς, εἴ περ ἄλλο τι φυτὸν παραπεφυκέναι τῇ Χαρύβδει ἐπλάσατο. μέγας δὲ πλάττεται ὁ τοιοῦτος ἐρινεὸς, ὡς ἂν δύναιτο ἀνέχειν τὸν ἥρωα. οὗ χάριν καὶ πέπλασται, ἵνα σωθῇ ἀποκρεμασθεὶς αὐτοῦ. Φύλλοις δὲ τέθηλεν, ἵνα μὴ ἀπεξηραμμένος ὢν ἀνωφελὴς τῷ Ὀδυσσεῖ κατά τινα συκίνην ἐπικουρίαν γένηται, καὶ ἅμα, ἵνα καὶ βαρυνόμενος τοῖς φύλλοις ἕτοιμος εἴη τῷ Ὀδυσσεῖ πρὸς ἀντίληψιν μέγας τε ὢν καὶ δασὺς καὶ οὕτω βαρὺς καὶ κάτω ῥέπων εἰς θάλασσαν. δηλοῖ δὲ καὶ μὴ δὲ βαθὺν χειμῶνα εἶναι τὴν ὥραν εἰ φύλλοις ἔτι τέθηλεν ὁ ἐρινεὸς, καθὰ καὶ ὁ πτόρθος ἐν τοῖς πρὸ τούτων, ὃς ἐν Φαιακίᾳ χρήσιμος τῷ Ὀδυσσεῖ γέγονε. (Vers. 104.) Περὶ δὲ Χαρύβδεως τοιαῦτα τινὰ ἱστόρηται. Μεσσήνη ἐν τῷ κατὰ Σικελίαν κόλπῳ τῆς Πελωρίδος πόλις μεγάλη, κτίσμα Πελοποννησίων Μεσσηνίων, ἥ ποτε καλουμένη Ζάγκλη, δι' ἣν ἔχει σκολιότητα. ζάγκλιον γὰρ παρὰ τοῖς ἐκεῖ τὸ σκολιόν. ὅθεν καὶ ζάγκλον τὸ δρέπανον. ἐνταῦθα μικρὸν πρὸ τῆς πόλεως ἡ Χάρυβδις δείκνυται ἐν τῷ πόρῳ βάθος ἐξαίσιον, εἰς ὃ αἱ τοῦ πορθμοῦ παλίῤῥοιαι μετὰ συστροφῆς καὶ δίνης μεγάλης ἐκτραχηλίζουσαι τὰ σκάφη κατάγουσιν. οἱ δὲ τοῦτο ἱστοροῦντες προσιστοροῦσι καὶ ὡς τὸ, (Vers. 105.) τρὶς μὲν ἀνίησιν ἐπ' ἤματι, τρὶς δὲ ἀναροιβδεῖ, δὶς ὀφείλει γράφεσθαι διὰ τὸ καὶ τὴν κατὰ τὸν Σικελικὸν πορθμὸν παλίῤῥοιαν, ἀφ' ἧς ἐπλάσθη καὶ τὰ κατὰ Χάρυβδιν, δὶς ἑκάστης ἡμέρας γίνεσθαι, ὡς ἡ περὶ τὸν Χαλκιδικὸν Εὔρυπον ἑπτάκις καθ' ἡμέραν ἑκάστην γίνεται. παρὰ δέ γε τῷ ποιητῇ τρὶς γέγραπται, ἢ ἁμαρτήματός, φασιν, ὡς εἰκὸς γραφικοῦ γενομένου, ἢ τῆς Κίρκης πρὸς τὸ ἐκφοβῆσαι χρησαμένης, ὡς εἰς ὑπερβολὴν, τῷ τοιούτῳ ἀριθμῷ, καθὸ καί τινας τρισμακαρίους καὶ τρισαθλίους φαμέν. τὸ μέντοι τὴν Χάρυβδιν ἐς τὸ παντελὲς ἀναπίνεσθαι, ὡς καὶ τὴν ἄμμον ἢ τὰς ὑποκρήμνους πέτρας φαίνεσθαι εἶτ' αὖθις πάλιν ἀνιέναι, οὐδεὶς ἱστόρησεν ἀληθὲς εἶναι. πλασθῆναι δὲ ἄλλως αὐτὸ ὑποτοπάζεται, ἀπὸ ἀμπώτεων γινομένων ἀλλαχοῦ. φησὶν οὖν καὶ ὁ γεωγράφος ὅτι ἀπὸ τῶν ἀμπώτεων καὶ τῶν πλημυρίδων, ἃς ὁ Ὠκεανὸς πάσχει, τὴν Χάρυβδιν ὁ ποιητὴς ἐμυθεύσατο, οὐ παντάπασι πλάσας, ἀλλ' ἀπὸ τῶν ἱστορουμένων ἐκεῖ διασκευάσας καὶ τὰ κατὰ πορθμὸν, ἐν ᾧ δὶς καθ' ἑκάστην ἡμέραν καὶ νύκτα παλίῤῥοια γίνεται, εἰ καὶ ἡ Κίρκη τραγῳδίας καὶ φόβου χάριν τρὶς ταύτην εἶπε γίνεσθαι. ὁ δ' αὐτὸς λέγει καὶ μεταξὺ Ἀπαμείας τῆς Συριακῆς καὶ Ἀντιοχείας χάσμα τι Χάρυβδιν λέγεσθαι, εἰς ὃ καταδὺς Ὀρόντης πάλιν ἀνατέλλει ἑτέρωθι. περιᾴδεται δὲ καὶ Λυκιακή τις ἔτι καὶ νῦν Χάρυβδις. ὅτι δὲ τὸ κατὰ τὴν Χάρυβδιν πλάσμα τοῦ ποιητοῦ ἄμπωτιν καὶ ταύτην ὑποβάλλει νοεῖν, οὐκ ἔστιν ἀμφιβαλεῖν. Ἰστέον δὲ καὶ ὅτι ὁ Κίλιξ ποιητὴς τοπογραφῶν τε ἅμα ἐν παραβολῇ καὶ μυθικῶς αἰτιολογῶν τὸ κατὰ τὴν Χάρυβδιν Ἰονίου τε καὶ Τυρσηνικοῦ πόντου μέσην κεῖσθαι αὐτὴν ἱστορεῖ, ὡς καὶ τῶν κατὰ τὸν Σικελικὸν πορθμὸν οὕτω κειμένων, ἃ δὴ ἀποῤῥῶγα πορθμοῦ λέγει ἐκεῖνος. καὶ πνεύματι δὲ ὑπογαίῳ τυφωνικῷ αὐτήν φησιν ἀνακυκᾶσθαι, κατά τινα δῆθεν ὁμοιότητα τοῦ ἐν Σικελίᾳ Αἰτναίου πυρὸς, οἷα τοῦ μυθικοῦ Τυφῶνος ὥς περ τῇ Αἴτνῃ, οὕτω καὶ τοῖς κατὰ Χάρυβδιν τόποις ὑποκειμένου, ἵνα καθὰ ἐν Ἰλιάδι Ζεὺς ὑπὸ Τυφώεϊ γαῖαν τινὰ ἱμάσσει, πνεύματι δηλαδὴ ἐλαυνομένην σφοδρῷ, οὕτω καὶ ἡ Χάρυβδις ὁμοίῳ τινὶ πνεύματι λαύρῳ κάτωθεν κατὰ πάθος ἀμπώτεως ἀναταρασσομένη πάσχῃ ἅ περ ἡ ποίησις τερατεύεται. ὅτι δὲ εἴς τινα πολυδάπανον ἀσωτίαν καὶ ἡ Χάρυβδις ἀλληγορικῶς ἐκλαμβάνεται, δῆλον ἐστὶν ἐκ τῶν παλαιῶν. ὁποίῳ δή τινι λόγῳ καὶ ἡ κωμῳδίᾳ τὴν φάραγγα ἐπὶ ὁμοίου νοήματος τίθησιν, ὡς εἴ τις εἴποι τὸν δάπανον κλέπτην ἢ συκοφάντην φάραγγα συκοφαντίας εἴ τε κλοπῆς. καὶ τοιάδε μὲν καὶ ταῦτα. περὶ δὲ πάθους ἀμπώσεως καὶ ἐν τοῖς τοῦ περιηγητοῦ διείληπται. νῦν δὲ ἀρκεῖ φάναι ὅτι τε Ἀττικῶς ἐκτείνει τὴν παραλήγουσαν ἡ ἄμπωτις, ὡς καὶ τὸ αἱματοπότης καὶ ὑδροπότης κατὰ Αἴλιον Διονύσιον. καὶ ὡς εἴ περ ὑπόθοιτό τις παύσασθαί ποτε ὕστερον τὸ κατὰ τὴν Χάρυβδιν ἀμπώτισμα, εἴη ἂν ἡ ἐκεῖσε γῆ ἁλίπεδον. λέγεται γὰρ παρὰ τοῖς παλαιοῖς δασέως ἁλίπεδον, πεδίον πρότερον θάλασσα γεγονός. ὁ δὲ γεωγράφος ἐν οἷς ἱστορεῖ περὶ Αἴτνην καὶ Λεοντίνην ἀξένους τινὰς ἄνδρας εἶναι, δι' οὓς ἀπροσπέλαστα ἦσαν τὰ κατὰ τὸν πορθμὸν ὁποῖοι τινὲς

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
