# Commentarii ad Homeri Odysseam 2.160.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.160.1

ὧν ἐπέπταρεν ὁ υἱὸς πᾶσιν οἷς εἶπεν αὐτή. ὡς εἴ γε μὴ οὕτω γέγονεν ἤγουν μὴ ἐπὶ πᾶσιν ἔπταρεν, ἀλλ' ἐν μέσῳ τῶν αὐτῆς λόγων, οὐκ ἂν ἐδήλου πάντας μάλα θανεῖν. Ἰστέον δὲ ὅτι εὕρηται καὶ παρὰ Ἡροδότῳ σημειώδης πταρμὸς, εἰπόντι, ὡς Ἱππίας ὁ Πεισιστράτου ἔπταρε καὶ ἔβηξε μεῖζον τοῦ συνήθους καὶ ὡς πρεσβύτῃ σεισθέντων τῶν ὀδόντων εἷς ἔπεσε καὶ ἦν σημεῖον. Ἰστέον δὲ καὶ ὅτι τὸ πταίρειν καὶ πτάρνυσθαι λέγεται κατὰ παραγωγὴν ὁμοίως τῷ ἄρνυσθαι καὶ τοῖς τοιούτοις, καὶ ὅτι ἐκ τοῦ πτῶ παράγεται τὸ πταίρω κατὰ ὀνοματοποιΐαν, ὥς περ καὶ τὸ πτύρω ἐπὶ ἵππων, ἐξ οὗ ὁ πτυρμός. (Vers. 542.) Ὅρα δ' ἐν τοῖς ῥηθεῖσι πάρισα, τὸ ἔπταρε, κονάβησε, γέλασε· δι' ὧν γελᾷ οἷον ὁ τοῦ λόγου ῥυθμὸς ἀναλόγως τῇ τοῦ συμβόλου χάριτι. (Vers. 545.) Τὸ δὲ οὐχ' ὁράας, ἢ ἀντὶ τοῦ νοεῖς· ἐπεὶ νοῦς ὁρᾷ καὶ νοῦς ἀκούει· ἢ καὶ ἀντὶ τοῦ ἀκούεις, ὡς ἂν εἴη αἴσθησις ἀντὶ αἰσθήσεως, οὗ τὸ ἀνάπαλιν ὁ Ἶρος ἐρεῖ ἐν τῷ, οὐκ ἀΐεις ὅτι μοι ἐπιλλίζουσι μνηστῆρες; ἔδει γὰρ ἐκεῖνον εἰπεῖν ὁρᾷς. (Vers. 541.) Ἰστέον δὲ ὅτι τὸ, μέγα ἔπταρε, πρὸς πιθανότητα κεῖται, ἵνα καὶ ἔνδον ἀκουσθῇ ὁ μέγας πταρμός. ἑρμηνεία δὲ τοῦ μέγα τὸ, δῶμα σμερδαλέον κανάχησεν ἢ κονάβησεν. ἐγέλασε δὲ ἡ Πηνελόπη, ἢ φαινομένως καθ' ὁμοιότητα τοῦ ἐξεγέλασεν, ἢ καὶ κατὰ ψυχὴν, ὡς τὸ, ἐγέλασε νόος παρὰ τῷ Ὀππιανῷ. (Vers. 546.) Τὸ δὲ, οὐκ ἀτελὴς θάνατος μνηστῆρσι πᾶσι, καὶ τὸ, οὐδεὶς θάνατον ἀλύξοι, ταυτὸν δηλοῦσιν, ἐπίτηδες τῆς Πηνελόπης ἐμμενούσης τῇ φράσει διὰ τὸ χαίρειν τῷ πράγματι. (Vers. 554.) Ὅτι καὶ ἐνταῦθα κεῖται σχῆμα καινὸν ἤτοι σολοικοφανὲς ἐν τῷ, μεταλλῆσαί τί ἑ θυμὸς κέλεται καὶ κήδεά περ πεπαθυίῃ. τὸ μὲν γὰρ ὀρθὸν, ὅτι κέλεται αὐτὴν ὁ θυμὸς μεταλλῆσαί τι καὶ κήδεά περ παθοῦσαν. Ὁ δὲ συβώτης ἢ ὡς δοῦλος βαρβαρίζων ἢ καὶ τὴν ε ἀντωνυμίαν ἀντὶ τῆς οι λαβὼν ὡς εἴ περ εἶπεν ὅτι ὁ θυμὸς αὐτῇ βούλεται μεταλλῆσαι, ἐπάγει τὸ πεπαθυίῃ ἀντιπτωτικῶς. ὡς ἐὰν εἶπεν, αὐτῇ παθούσῃ. (Vers. 555.) τὸ δὲ πεπαθυίῃ, ἀσύνηθες εἰς χρῆσιν. διὸ οὐδὲ περιλαληθήσεται, εἰ μὴ μόνον ὅτι ἐκ τοῦ πήθω ἀχρείου ἐνεστῶτος γίνεται, ὃς τὸ παθεῖν δηλοῖ· ὅθεν τὸ πάθω· ἐξ οὗ τὸ παθήσω ὡς τυχήσω· οὗ παρακείμενος πεπαθηκὼς, καὶ κατὰ πάθος πεπαθώς· ὅθεν ἡ πεπαθυῖα, ὡς Ἡρακλείδης ἐμπλατύνεται, καθὰ καὶ προδεδήλωται. (Vers. 557.) Ὅτι ἐσθλὸς ἄγγελος ὢν καὶ ὁ Εὔμαιος καὶ αἴσιμα εἰδὼς, ὡς ἀλλαχοῦ διορίζεται ὁ ποιητὴς, λαλεῖ τι πλέον τῷ ξένῳ Ὀδυσσεῖ, ὧν ἐκ τῆς δεσποίνης ἤκουσεν. ἡ μὲν γὰρ ἔφη ἐνδῦσαι τὸν Ὀδυσσέα χλαῖνάν τε χιτῶνά τε εἵματα καλὰ, ὁ δὲ προστίθησι καὶ τὸ, ὧν σὺ μάλιστα χρηΐζεις. σῖτον δὲ καὶ αἰτίζων κατὰ δῆμον γαστέρα βοσκήσεις, δώσει δέ τοι ὅς κ' ἐθέλῃσι. (Vers. 559.) Καὶ ὅρα καὶ νῦν τὸ βοσκήσει ὡς ἐπὶ ἀλόγων λεχθὲν ἀπὸ περισπωμένου ῥήματος τοῦ βοσκῶ, βοσκήσω, ἀφ' οὗ καὶ τὸ βόσκημα καὶ ὁ βοσκηματώδης ἄνθρωπος. μικροπρεπὴς δὲ ἡ τῆς δεσποίνης ὑπόσχεσις καὶ οὐ βασιλικὴ, διὸ καὶ ἐδέησε τῷ Εὐμαίῳ εἰπεῖν ἃ εἶπεν. ἀναγκαίως δὲ ἐσχημάτισται τὸ βοσκήσεις· ἄλλως γὰρ οὐκ ἔστι μέλλων τοῦ βόσκειν. (Vers. 561.) Ὅτι ἐν τῷ, Εὔμαιε, αἶψά κ' ἐγὼ νημερτέα πάντ' ἐνέποιμι τῇ Πηνελόπῃ, δι' ἑνὸς ν κατὰ φύσιν εἴρηται τὸ ἐνέποιμι, ὡς δηλοῖ ὁ κατὰ δάκτυλον ποδισμὸς τῆς λέξεως. ἐσχημάτισται δὲ ὁ λόγος τῷ Ὀδυσσεῖ. λέγει γὰρ, ὡς ταχὺ ἂν τῇ Πηνελόπῃ νημερτέα εἴποι πάντα, ἐσαύριον δηλαδὴ μετὰ τὴν μνηστηροφονίαν. ὡς νῦν γε ψεύσεται καὶ πρὸς αὐτήν. (Vers. 563.) Ὅτι τὸ, ὁμὴν δ' ἀνεδέγμεθα ὀϊζὺν, ὅμοιόν ἐστι παροιμίᾳ τῇ λεγούσῃ, τὴν ἐμὴν κάμνεις νόσον. ὁ ψευδόξενος δὲ Ὀδυσσεὺς καὶ τοῦτο φησὶν, ἐσχηματισμένως εἰπὼν, ὅτι οἶδα εὖ περὶ ἐκείνου, ἤγουν τοῦ Ὀδυσσέως· ὁμοίαν γὰρ ἀνεδέγμεθα κακοπάθειαν. ὅ περ ἀληθῶς οὕτως ἔχει. δῆλον γὰρ ὅτι τε μάλιστα οἶδεν ἑαυτὸν, καὶ ὅτι πονῶν οὐκ ἂν ἦν ἀμέτοχος τοῦ πονεῖν. (Vers. 564.) Ὅτι ὁ μετὰ παῤῥησίαν βλαβερὰν προκαλούμενος εἰς ὅμοιόν τι εἴποι ἂν τὸ, ἀλλ' ἀνδρῶν χαλεπῶν ὑποδείδια ὅμιλον, τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει· ὅ περ ἐπὶ μεγίστου πολέμου λέγεται, ὡς καὶ προείρηται. καὶ γὰρ νῦν ὅτε με ὁ δεῖνα κατὰ δῶμα κιόντα οὔ τι κακὸν ῥέξαντα βαλὼν ὀδύνῃσιν ἔδωκεν, οὐδεὶς ἐπήρκεσε. (Vers. 567.) Καὶ ὅρα τὸ, ὀδύνῃσιν ἔδωκεν, ἀντὶ τοῦ, ὠδύνησε, ῥηθὲν κατὰ ἀστείαν περίφρασιν. (Vers. 572.) Ὅτι ἀξιοῖ δι' Εὐμαίου ὁ ξένος, ἵνα εἴ περ βούλοιτο ἡ δέσποινα περὶ τοῦ ἀνδρὸς ἔρεσθαι, ποιήσῃ οὕτως, ἀσσοτέρω καθίσασα παραὶ πυρί· εἵματα γάρ τοί, φησι, λύγρ' ἔχω· οἶσθα καὶ αὐτὸς, ἐπεί σε πρῶθ' ἱκέτευσα. δέεται ἄρα μάλιστα ἱματίων ὁ Ὀδυσσεὺς οὕτω ῥιγῶν πρός τε ἑσπέραν καὶ πρωῒ δὲ, ὡς προδέδεικται. δῆλον δὲ καὶ ἐντεῦθεν, οἷος ἦν καιρὸς τῆς τοῦ Ὀδυσσέως οἴκοι ἐπανελεύσεως. (Vers. 576.) Ὅτι ὁ δι' ἀγγελίας προκαλεσάμενος πτωχόν τινα,

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
