# Commentarii ad Homeri Odysseam 2.161.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.161.1

ἰδὼν δὲ τὸν ἄγγελον κενὸν ἐλθόντα, εἴπῃ ἄν· οὐ σύ γε ἄγεις; τί τοῦτ' ἐνόησεν ἀλήτης; ἤ τινά που δείσας ἐξαίσιον; ἠὲ καὶ ἄλλως αἰδεῖται κατὰ δῶμα; κακὸς δ' αἰδοῖος ἀλήτης. τοῦτο δὲ γνωμικόν ἐστιν, ὡς καὶ προδεδήλωται. (Vers. 578.) Τὸ δὲ ἀλήτης, κάλλος ἐνταῦθα ποιεῖ κείμενον ἐν δυσὶ στίχοις πρὸς τῷ τέλει. (Vers. 577.) Τὸ δὲ ἐξαίσιον, δηλοῖ μὲν τὸ ἔξω τοῦ αἰσίου. ἔστι δὲ ἢ αἰτιατικῆς πτώσεως, ἵνα δηλοῖ δείσας τινὰ ἄνδρα ἐξαίσιον, ἢ ἐπιῤῥηματικῶς ἐῤῥέθη ἀντὶ τοῦ ἔξω τοῦ δέοντος. οὕτω καὶ ἐν Ἰλιάδι ἐξαίσιον Θέτιδος ἀρὰν λέγει τὴν ἄδικον. τινὲς δὲ τὸ δείσας ἐξαίσιον καὶ ἀντὶ τοῦ μέγα φοβηθεὶς εἶπον. (Vers. 578.) Τὸ δὲ ἢ καὶ ἄλλως αἰδεῖται, ἑτεροιοῦται κατὰ σχῆμα πρὸς τὸ φθάσαν. ἦν γὰρ ὀρθὸν εἰπεῖν ἤ τινά που δείσας ἢ καὶ ἄλλως αἰδούμενος. (Vers. 580.) Ὅτι ἐπί τινος εὐλόγως προβαλλομένου φόβον βίας καλὸν εἰπεῖν τό· μυθεῖται κατὰ μοῖραν, ἅ περ ἂν οἴοιτο καὶ ἄλλος ὕβριν ἀλυσκάζων ἀνδρῶν ὑπερηνορεόντων. (Vers. 586.) ὁμοίως δὲ καὶ τὸ, οὐκ ἄφρων ὁ ξεῖνος ὀΐεται, ὅς περ ἂν εἴη· οὐ γάρ πού τινες ὧδε κατὰ θνητῶν ἀνθρώπων ἀνέρες ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται. Καὶ ἄλλως δὲ τὰ τοιαῦτα οἰκεῖα ἐπί τινος λαλοῦντος εὔλογα. Ὅρα δὲ τὸ, οὐκ ἄφρων ὀΐεται, ἀντὶ τοῦ φαίνεται, νομίζεται. (Vers. 580.) τὸ μέντοι, ἅ περ ἂν οἴοιτο καὶ ἄλλος, ἐνεργητικῶς κεῖται κατὰ κοινὴν συνήθειαν ἀντὶ τοῦ νομίζοι. καιρικὴν δὲ ἀναμονὴν δηλοῖ τὸ, ἀλλά σε μεῖναι ἄνωγεν ἐς ἠέλιον καταδύντα, ἤγουν ἄχρις ἑσπέρας. (Vers. 593.) Ὅτι ποιμενικὸς λόγος τὸ, ὦ φίλ', ἐγὼ μὲν ἄπειμι σύας καὶ κεῖνα φυλάξων, σὸν καὶ ἐμὸν βίοτον. Καὶ ὅρα τὸ κεῖνα, τὰ πράγματα δηλαδή· οὗ ἑρμηνεία τὸ, σὸν καὶ ἐμὸν βίοτον. ἀόριστον δὲ καὶ τοῦτο, καθὰ καὶ ἐκεῖνο, διὰ τὸ πρὸς εἰδότα λέγεσθαι. δῆλον δ', ὅτι φιλικῶς καὶ ἀδελφικῶς εἶπεν ὁ εὔνους δοῦλος πρὸς τὸν δεσπότην τὸ, σὸν καὶ ἐμὸν βίοτον. (Vers. 594.) Ὅτι φιλοφρονικὸν τὸ, σοὶ δ' ἐνθάδε πάντα μελόντων, ἤτοι μελέτωσαν. αὐτὸν μέν σε πρῶτα σάω, τουτέστι σῶζε, ὡς καὶ ἐν ἄλλοις κεῖται, καὶ φράζεο θυμῷ, μή τι πάθῃς· πολλοὶ δὲ κακὰ φρονέουσιν Ἀχαιῶν, οὓς θεὸς ἐξολέσειε, πρὶν ἡμῖν πῆμα γενέσθαι. (Vers. 599.) Ὅτι τὸ, σὺ δ' ἔρχεο δειελιήσας, ἀντὶ τοῦ ἕως δείλης διατρίψας ἐνταῦθα. διὸ περὶ δείελον ἦμαρ ὁ παραγγελθεὶς Εὔμαιος ἄπεισι. τὸ μέντοι εἰπεῖν δειελιήσας ἀντὶ τοῦ βρωματισάμενος τροφὴν δειλινὴν, οὐκ ἀρέσκει τοῖς παλαιοῖς. τὸ πολὺ γὰρ τρεῖς ἦσαν τροφαί· ἄριστα δεῖπνα δόρπα τε κατ' Αἰσχύλον, ὃν καὶ αὐτὸν ψέγειν δοκεῖ ὁ αἰτιασάμενός τινας, οἳ δὶς ἑκάστης ἡμέρας ἐμπιπλάμενοι ζῶσι· καὶ ἄλλως δὲ δειελιήσας ἀντὶ τοῦ πρὸς δειλινὴν ὥραν γενόμενος κατὰ τοὺς παλαιοὺς, ἤγουν βαθεῖαν μεσημβρίαν ἰδών. οἱ δὲ ἐπὶ τροφῆς δειλινῆς τὴν λέξιν νοοῦντες προφέρουσι Καλλιμάχου τὸ, δειελίην αἰτίζουσιν, ἄγουσι δὲ χεῖρας ἀπ' ἔργου, τὴν πρὸς δείλην δηλαδὴ τροφὴν αἰτοῦντες. ἔνθα σκεπτέον, ὡς εἰ ψεκτέον τὸ ἄλλως εἰς κόρον γαστρίζεσθαι ἀριστῶντα τινὰ καὶ δορποῦντα καί που καὶ δειπνοῦντα, πῶς οὐ μάλιστα ψεκτέον τὸ καὶ δειλινὴν τροφὴν προσίεσθαι τά τε ἄλλα, καὶ ὡς ἀεργίας αἴτιον; οὐκοῦν τὴν τοιαύτην τροφὴν ἀποῤῥιπτέον ἐκ τῆς καθ' Ὅμηρον ἱστορίας, ἵνα μὴ νοῆται ὁ ποιητὴς ἱστορῶν τροφὰς ἑκάστης ἡμέρας λαμβάνεσθαι τέσσαρας. οὕτω δὲ κατά τινας καὶ τὰς τοῦ Αἰσχύλου, εἰπόντος, ἄριστα δεῖπνα δόρπαθ' αἱρεῖσθαι. οὐδεὶς γάρ, φασι, δείξει ὡς παρὰ τῷ ποιητῇ τρεῖς τροφαὶ λαμβάνονται. εἰ δὲ μέμνηται ἀρίστου καὶ δείπνου καὶ δόρπου, ἀλλ' αὐτὰ δύο εἰσὶν, οἷα συνωνυμούντων τοῦ δείπνου καὶ τοῦ ἀρίστου καὶ τοῦ αὐτοῦ ποτὲ μὲν ἀρίστου, ποτὲ δὲ δείπνου ὀνομαζομένου. δῆλον δὲ, ὡς οὐκ ἄν τινα θορυβήσῃ ὡς ἐπὶ τρισὶ τροφαῖς τὸ παρὰ Μενελάῳ συμπόσιον, ἐν ᾧ ἰδιάζον τι κεῖται παρὰ τὰ κοινά. δειπνήσαντες γὰρ ὁμιλοῦσιν· εἶτ' ἀπονιψάμενοι πάλιν δειπνοῦσιν, ὡς παρετήρησαν οἱ παλαιοί. (Vers. 601.) Ὅτι ἀγαθῆς ἐλπίδος προβολὴ τὸ, αὐτὰρ ἐμοὶ τάδε πάντα καὶ θεῷ μελήσει. (Vers. 603.) Ὅτι βρῶσιν ἀρκοῦσαν δηλοῖ τὸ, πλησάμενος δ' ἄρα θυμὸν ἐδητύος ἠδὲ ποτῆτος. οὐ μακρὰν δὲ τοῦ κορεσάμενος ἐστὶ τὸ πλησάμενος· ὅθεν καὶ πλείη γαστὴρ ἡ εἰς κόρον πεπληρωμένη. (Vers. 605.) Ὅτι τρυφώντων ἔνδειξις τὸ, μέγαρον πλεῖον δαιτυμόνων, τοὶ δὲ ὀρχηστύϊ καὶ ἀοιδῇ τέρποντο. εἰ δὲ καὶ πολύωρος ἡ δαὶς, ἔστιν ἐπαγαγεῖν καὶ τὸ, ἤδη γὰρ καὶ ἐπήλυθε δείελον ἦμαρ, ἤγουν δείλη. ὡς γὰρ μέσον ἦμαρ ἡ μεσημβρία, οὕτω καὶ δείελον ἦμαρ ἡ δείλη.

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
