# Commentarii ad Homeri Odysseam 2.162.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.162.1

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Σ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. Ὀδυσσέως καὶ Ἴρου πυγμὴ γίνεται. φαίνεται δὲ καὶ Πηνελόπη τοῖς μνηστῆρσι καὶ παρ' αὐτῶν δῶρα λαμβάνει. γίνεται δὲ καί τις κοινολογία ἐν τοῖς ἑξῆς Ὀδυσσέως πρὸς Εὐρύμαχον. ΟΔΥΣΣΕΙΑΣ Σ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ. Ὅτι καθάπερ ἐν τοῖς πρὸ τούτων Ὀδυσσεὺς συχνὸν καιρὸν τὰ γυῖα διαπετάσας, ὁπηνίκα ναυαγήσας ἐνήχετο, ἀναγκαῖον ὕστερον ἔγνω ἄμφω γούνατα κάμψαι καὶ χεῖρας ἐπ' ἀγαθῷ, ὡς ἐῤῥέθη, οἰκείῳ, οὕτως ἐνταῦθα τὸ ἀνάπαλιν ἐκ μακροῦ χρόνου ἀγύμναστος τὰς χεῖρας ὢν τὰ εἰς ῥωμαλεότητα πλάττεται ὑπὸ τοῦ ποιητοῦ, τείνας αὐτὰς εἰς πυγμαχίαν ἐπ' ἀνδρὶ ἐοικότι ἔχειν πρὸς αὐτὸν ὁμοιότητα, ὃς ἦν ὁ ἐξ Ἰθάκης Ἶρος, περὶ οὗ ῥηθήσεται. διὸ καὶ ἡ ἀνὰ χεῖρας ῥαψῳδία γνώρισμα ἐπιγραφικὸν ἔχει τὸ λεχθῆναι Ὀδυσσέως καὶ Ἴρου πυγμὴ, γενομένη δηλαδὴ πρὸς δείλην μετὰ τὸ ἀναχωρῆσαι τὸν Εὔμαιον, ὅτε καὶ γαστέρες αἱ ῥηθησόμεναι ὠπτῶντο εἰς δόρπον. (Vers. 1. sqq.) ἄρχεται δὲ ταύτης ὁ ποιητὴς οὕτως· Ἦλθε δ' ἐπὶ πτωχὸς πανδήμιος· ὅ περ ἑρμηνεύων ἐπάγει· ὃς κατὰ ἄστυ πτωχεύεσκεν Ἰθάκης· ἵνα εἴη πτωχὸς μὲν ὁ πτωχεύων, πανδήμιος δὲ ὁ τοῦ ὅλου τῆς Ἰθάκης ἄστεος. μετὰ δ' ἔπρεπε γαστέρι μάργῃ, ἀζηχὲς φαγέμεν καὶ πιέμεν. οὐ δέ οἱ ἦν ἴς, οὐδὲ βίη. εἶδος δὲ μάλα μέγας ἦν εἰσοράασθαι. Ἀρναῖος δ' ὄνομ' ἔσκε· τὸ γὰρ θέτο πότνια μήτηρ ἐκ γενετῆς. Ἶρον δὲ νέοι κίκλησκον ἅπαντες, οὕνεκ' ἀπαγγέλλεσκε κιὼν, ὅτε ποῦ τις ἀνώγοι. ὃς δὴ ἐλθὼν Ὀδυσῆα διώκετο οἷο δόμοιο, ὡς εὐθὺς εἰρήσεται. Ἰστέον δὲ ὅτι τε ὁ παραφραστὴς Δημοσθένης καλλιῤῥημονῶν πεζολογικῶς τὰ κατὰ τὸν Ἶρον οὕτω γράφει· κακόν τι πάνδημον οἷος ἐσθίων ῥαγῆναι δι' ἡμέρας, καὶ πολὺν ἄκρατον ἐκπιεῖν· καὶ ἦν αὐτὸ τοῦτο γαστὴρ μόνον καὶ σχῆμα τηνάλλως, τὰ δὲ ἄλλα ἀχρεῖος· καὶ ὅτι παράγωγον τοῦ πάνδημος τὸ πανδήμιος· καὶ ὅτι δυνήσεταί τις ἐγκαίρως πανδήμιον αἰνίξεσθαί ποτε τὸν κοινὸν ζημιωτὴν, ὡς ἀπὸ τοῦ παρὰ τοῖς ὕστερον κολαστικοῦ δημίου, ἐξ οὗ σκῶμμα πονηροῖς ἐπέκειτο τὸ, δημόκοινος, ὃς καὶ ἄνδραχνος ἢ ἄνδραγχος ἐπεκαλεῖτο· καὶ ὅτι παρὰ τοῖς μεθ' Ὅμηρον πτωχὸς μὲν ὁ δι' ἔνδειαν τροφῶν ἐπαιτῶν ἀκολούθως Ὁμήρῳ καὶ οὕτω τὴν γαστέρα βόσκων· πένης δὲ ὁ χερσὶ πονούμενος καὶ οὕτω ζῶν. τοὺς δὲ τοιούτους χειρομάχαν πληθὺν ἔστιν ἐν τοῖς τοῦ Ἀθηναίου εὑρεῖν. καὶ ὅτι τὸν πτωχὸν ἀστείως νεκρῷ εἴκασεν ὁ Μένανδρος εἰπών· ἄνθρωπε πέρυσι πτωχὸς ἦσθα καὶ νεκρὸς, νῦν δὲ πλουτεῖς. (Vers. 2.) καὶ ὅτι τὸ, μεταπρέπειν γαστέρι μάργῃ, ἀστείως ἐῤῥέθη ἀντὶ τοῦ, ἐκπρεπὴς ἦν ἐπὶ γαστριμαργίᾳ, εἴτουν ἀπληστίᾳ. τοῦτο γὰρ ἡ μάργη γαστὴρ, διαλελυμένως ῥηθεῖσα ὁμοίως τῷ, πόλις ἄκρη καὶ τοῖς ὁμοίοις. ὅθεν καὶ ἐπιφέρει διασαφητικῶς τὸ, ἀζηχὲς φαγέμεν. οὕτω δὲ καὶ ὁ συβώτης πρὸς τοῦ Ἀντινόου ῥηθείη ἂν μεταπρέπειν τῷ σύας βόσκειν, ὥς περ αὖ πάλιν καὶ ὁ Ἶρος ἀκούσοι ἄν ποθεν τὸ, ὦ 'ρίγνωτε φαγεῖν. ταυτὸν γὰρ μεταπρέπειν καὶ ἀρίγνωτον εἶναι. εἰ δὲ καὶ τοιοῦτος ὢν ὁ γάστρις Ἶρος καὶ συνεξαντλῶν καὶ αὐτὸς τὰ τοῦ Ὀδυσσέως οὐκ ἔσκωπται πρὸς τῶν ὑπερφιάλων μνηστήρων ὡς μὴ φειδὼ τῶν ἀλλοτρίων ἔχων, καλῶς ἂν ὁ οἰκοδεσπότης Ὀδυσσεὺς λυπηθείη, αὐτὸς ἀπ' ἐκείνων ἀκούσας τοιοῦτόν τι σκῶμμα, καὶ εἴποι ἂν τὸ, ἀνόητος ὁ διδοὺς, εὐτυχὴς δ' ὁ λαμβάνων· ὃ καιρίως τῶν τις ὑστερογενῶν ἔφη ἐπὶ τῶν κερδαινόντων ἔκ ποθεν ἀνθρώπου εἰκῇ δαπανῶντος. (Vers. 3.) Ἀζηχὲς δὲ τὸ ἀδιεχθὲς εἴτουν συνεχὲς, ὡς ἀλλαχοῦ ἐγράφη. οἱ δὲ παλαιοὶ λέγουσι καὶ ὅτι ἀζηχὲς δεινὸν, μέγα, συνεχὲς, ἀδιάλειπτον, μεγαλόφωνον. εἴρηται δὲ παρ' αὐτοῖς τὸ μεγαλόφωνον διὰ τὸ πρὸ τούτων ῥηθὲν, ἀζηχὲς μεμακυῖαι. Ἰστέον δὲ ὅτι τὸ μὲν φαγεῖν ἀζηχὲς οὐ πάνυ πολλοὺς, τὸ δὲ ἀζηχὲς πιεῖν μυρίους ἀπώλεσεν, ὧν εἷς καὶ ὁ μέγας Ἀλέξανδρος, ὃς Μακεδόνι συμπίνων τῷ Πρωτέᾳ, εἶτα ποτήριον λαβὼν δίχουν, ὅ περ ἐν ἄλλοις ἡρμηνεύθη, ἔσπασε μὲν γενναίως, οὐ μὴν δὲ ὑπήνεγκεν, ἀλλ' ἀπεκλίθη ἐπὶ τὸ προσκεφάλαιον, ἀφεὶς τῶν χειρῶν τὸ ποτήριον· καὶ ἐκ τούτου, φασὶ, νοσήσας

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
