# Commentarii ad Homeri Odysseam 2.163.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.163.1

ἀπέθανεν. ἄριστα οὖν τοῦτό γε φρονοῦσιν Ἰνδοί· παρ' οἷς, ὡς ἱστορεῖ Κτησίας, οὐκ ἔστι τῷ βασιλεῖ μεθυσθῆναι. παρὰ δέ γε Πέρσαις, ὥς φησι Δοῦρις, ἐφίεται τῷ βασιλεῖ μεθύσκεσθαι ἡμέρᾳ μιᾷ, ἐν ᾗ τῷ Μίθρᾳ ἔθυον, ὅτε καὶ τὸ Περσικὸν ὠρχεῖτο· τῶν δὲ λοιπῶν οὐδεὶς τηνικαῦτα. εἰ δὲ ὁ Πέρσης Δαρεῖος, ὁ τοὺς μάγους ἀνελὼν, ἐπιγεγραμμένον εἶχε τῷ αὐτοῦ μνήματι τὸ, ἠδυνάμην καὶ οἶνον πίνειν πολὺν καὶ τοῦτον φέρειν καλῶς, πολυπότης μὲν ἂν εἴη, μέθυσος δὲ οὔ. ἲς δὲ διαφέρει βίας, ὅτι αὐτὴ μὲν ἐπὶ νεύρων κυριολεκτεῖται, ἡ βία δὲ ἐπὶ ἰσχύος ἢ ῥώμης. (Vers. 4.) Τὸ δὲ, εἶδος δὲ μάλα μέγας, δύναται ποιῆσαι παρῳδηθῆναι ἐπὶ τοῦ Ἴρου τὸ, ὢ πόποι, οὐκ ἄρα σοί γ' ἐπ' εἴδεϊ καὶ βία ἦν. Οὐχ' ἁπλῶς δὲ μέγας ὁ Ἶρος, ἀλλὰ καὶ μάλα μέγας. διὸ μετ' οὐ πολὺ καὶ βουγάϊος προσρηθήσεται, ὡς καὶ ἐν Ἰλιάδι ὁ Αἴας. οὔκουν τὸ ἁπλῶς μέγα ἢ μάλα μέγα οἶδεν ἐξαρκεῖν εἰς ἔπαινον, εἰ μὴ καί τινι ἀρετῇ ἐπικοσμοῖτο. διὸ Τυδεὺς μὲν, μικρὸς ὢν δέμας, ἔπαινον εἶχε τὸ μαχητὴς εἶναι, μνηστὴρ δὲ, καλὸς μὲν ἰδεῖν, οὐ φρενήρης δὲ, σκώπτεται διὰ φρενῶν στέρησιν. λέγεται δ' ὕστερον καὶ Ἀναξανδρίδης καλὸς ὢν τὴν ὄψιν καὶ κόμην τρέφων, ὅμως ὑπὸ πικρίας παράβολος εἶναι καὶ διατοῦτο ψεκτέος. ἡττώμενος οὖν ποτὲ καὶ δυσκολαίνων τὰς κωμῳδίας καὶ ταύτας κομψῶς ἐχούσας κατέτεμνεν εἰς τὸν λιβανωτόν. οὐκοῦν οὐδὲ ὁ Ἶρος μάλα μέγας ὢν ἐπαινεῖται, ἀλλὰ διὰ τὸ μὴ σπουδαῖος εἶναι δυεῖν ἐπιθέτων τὸ μὲν ἐκ τοῦ μεγάλου βοὸς εἴληχε, τὸ βουγάϊος, (Vers. 5.) τὸ δ' ἐξ ἀρνὸς, καθὰ εἰρήσεται, ἤγουν τὸ Ἀρναῖος. Ἀρναῖος γὰρ ἢ ὁ εὐκταῖος μητρὶ τῇ καὶ θεμένῃ αὐτῷ τοὔνομα, ὡς ἀπὸ τοῦ ἀρὰ ἡ εὐχὴ πλεονασμῷ τοῦ ν πρὸς διαστολὴν τοῦ ἐπιθετικοῦ ἀραίου, ἢ ὁ βοσκηματώδης καὶ προβατώδης κατὰ τὸ εὔηθες, ἢ παρὰ τῷ ἄρνυσθαι καὶ ἀντιλαμβάνειν καὶ ἐντεῦθεν ζῆν. ἀντιλαμβάνοι δ' ἂν ὁ Ἶρος ψωμὸν ῥαπίσματος, καὶ κρέας κονδύλου, καὶ οἶνον ἀγγελίας τῆς ὅπου δήποτε. ὅτι δὲ τῶν κυρίων ὀνομάτων τινὰ καὶ αἱ μητέρες ἰδίᾳ ἐτίθεντο τοῖς παισὶ, καὶ Εὐριπίδης δηλοῖ, ἔτι δὲ καὶ ὁ κωμικός. Τὸ δὲ, θέτο μήτηρ, θέσει δηλοῖ καὶ οὐ φύσει εἶναι καὶ τὰ κύρια ὀνόματα. (Vers. 6.) Τὸ δὲ, ἐκ γενετῆς, δῆλον ὡς ἐκ τοῦ γενέσω μέλλοντος ἀχρήστου γενόμενον ὅμως αὐτὸ χρηστόν ἐστιν εἰς πᾶσαν γραφήν. τοιοῦτον δὲ καὶ ὁ γενέσω καὶ ἡ γένεσις καὶ τὸ γενέσιον καὶ τὸ σύστοιχον αὐτοῖς γενέθλιον. Ἶρος δὲ κατὰ τὸν ποιητὴν παρὰ τὸ εἴρω τὸ λέγω καὶ ἀπαγγέλλω, ὅθεν καὶ ἡ Ἶρις καὶ ὁ Ἑρμῆς. (Vers. 7.) Καὶ ὅρα ὡς πλατέως οὕτως ἐτυμολογεῖ τὸν Ἶρον ἀναφανδὸν ὁ ποιητὴς, ἔνθα δῆλον ὅτι ἐς τοσοῦτον ὁ Ἶρος ἐπένετο, ὡς καὶ τοῦ κατ' αὐτὸν κυρίου ὀνόματος ἐκπεσεῖν, ἀντικληρώσασθαι δὲ τὸ ἐκ τοῦ δυστυχήματος, καθότι πᾶσιν εἰς ἀγγελίαν χρήσιμος ἦν. ἐξ αὐτοῦ δὲ ὕστερον Ἶροι καὶ πάντες οἱ ἐπαιτοῦντες, καθὰ καὶ Εἵλωτες οἱ δοῦλοι ἀπὸ τῶν ἐν τῷ κατὰ Μεσσήνην ἕλει Εἱλώτων, οἳ τοῖς Λάκωσιν εἶξαν δουλικῶς, καὶ ὡς οἱ τρυφηταὶ Σαρδανάπαλοι ἀπὸ τοῦ ὁμοίου Σαρδαναπάλου. οὕτω δὲ καὶ ἀπὸ τοῦ Λικινίου Λικίνιοι καλοῦνται ἰδιωτικῶς οἱ ἀγρίως κολάζοντες, ὥς περ εἰ δεῖ τι καὶ ὑποπαῖξαι, καὶ τοὺς Νικολάους τὰ μελίπηκτα ἔκ τινος ὁμωνύμου ἀνδρὸς εὑρόντος παραλαλοῦσι τινὲς, ἀπὸ τοῦ Ναυκρατίτου σοφιστοῦ ἔχοντες ἀφορμήν· τὸν ὅμοιον δὲ τρόπον καὶ Μόλωνες οἱ πολυμεγέθεις, ἀπὸ τοιούτου Μόλωνος. (Vers. 6.) Τὸ δὲ, νέοι κίκλησκον ἅπαντες, ἐμφαίνει μὴ χρῆναι σκωπτικοὺς εἶναι τοὺς γέροντας. ἰδοὺ γὰρ τὸν τῆς Ἰθάκης πτωχὸν οἱ νέοι Ἶρον καλοῦσιν, ὡς εἴ τις εἴποι ἀπαγγελέα, οἷα τῶν μὴ τοιούτων, Ἀρναῖον καλούντων ἐκεῖνον, τὸ ἐκ γενετῆς ὄνομα, καὶ μὴ ἐθελόντων παίζειν κατὰ τοὺς νέους. δῆλον δὲ τὸ τοῦ ἀνδρὸς εὔηθες καὶ ἐκ τοῦ ἀπαγγέλλειν ἔνθα τις ἀνώγοι· ὅθεν εἰκὸς ἦν καὶ μὴ ἀγαθαῖς ἀγγελίαις αὐτὸν ὑπουργεῖν. Ἰστέον δὲ καὶ ὅτι ἀλήμονες μὲν καὶ ἄλλοι ἐν Ἰθάκῃ ἦσαν, ὡς προεδηλώθη, καὶ πτωχοί. διὸ καὶ οἱ μνηστῆρες μετ' ὀλίγα ὑπισχνοῦνται τῷ Ὀδυσσεῖ, οὔ τινα πτωχὸν ἄλλον ἔσω μίσγεσθαι αἰτήσοντα, ἀλλὰ μόνον αὐτὸν τὸν Ὀδυσσέα. καὶ ὅμως ὁ Ἶρος ἦν ἰθαγενὴς πανδήμιος, ὡς τῶν ἄλλων ἐπιγινομένων ὡς εἰκὸς τῇ πόλει ἀλημόνων δίκην καὶ αὖθις ἀπιόντων μετὰ τὸ ξενισθῆναι παρά τινων. τοῦτον δὴ τὸν Ἶρον καταγωνισάμενος Ὀδυσσεὺς οἰωνὸν εὕρηκεν ἀγαθὸν, καὶ τῶν πρὸς μνηστῆρας ἀεθλευμάτων προάγωνα καὶ προγύμνασμα. (Vers. 7.) Σημείωσαι δὲ τὸ ἀπαγγέλλεσκεν· ὤφειλε μὲν γὰρ εἰπεῖν, εἶρεν, ἀφ' οὗ ὁ Ἶρος, ὡς ἐκ τοῦ ἀγγέλλειν ὁ ἄγγελος. Ὅμηρος δὲ ταυτόσημα ἔχων ἄμφω τῷ σαφεστέρῳ μᾶλλον ἐχρήσατο. τὸ γάρ τοι εἶρεν ὁμώνυμον ὂν ἐπεπρόσθει πρὸς τὸ σαφές. οὕτω που καὶ Ἑρμογένης περὶ τοῦ δεινὸς ποιούμενος λόγον εἰς παράδειγμα ἐχρήσατο τῷ αἰνὸς, ὡς ταυτὸν ὂν δεινῶς εἰπεῖν καὶ αἰνῶς. (Vers. 8.) Τὸ δὲ, διώκετο οἷο δόμοιο, ἀντὶ τοῦ ἐδίωκεν ἐκ τοῦ ἰδίου οἴκου.

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
