Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.164.1
Not analysed yet
ἐνεργητικὴν γὰρ σημασίαν ἔχει νῦν τὸ ἐδιώκετο. Ἰστέον δὲ καὶ ὅτι τὸ τοῦ Ἴρου ὄνομα φέρεται μέχρι καὶ νῦν παρὰ τοῖς ὕπερθεν Σινώπης, οἳ τὸν λίαν πτωχὸν ὑποβαρβαρίζοντες πτωχὸν ἄϊρον λέγουσιν. (Vers. 10.) Ὅτι διώκων ὁ Ἶρος τὸν ξένον Ὀδυσσέα φιλονείκως ἔφη· εἶκε, γέρον, προθύρου, μὴ δὴ τάχα καὶ ποδὸς ἕλκῃ. οὐκ ἀΐεις, ὡς καὶ προεγράφη, ὅτι δή μοι ἐπιλλίζουσιν ἅπαντες, ἑλκέμεναι δὲ κέλονται; ἐγὼ δ' αἰσχύνομαι ἔμπης. ἀλλ' ἄνα, τουτέστιν ἀνάστηθι, μὴ τάχα νῶϊν ἔρις καὶ χερσὶ γένηται. ὃ δὴ προκλητικόν ἐστι τοῦ ἐφεξῆς ἀγῶνος. Καὶ ὅρα ὡς κατὰ τὸ σιωπώμενον ἐνένευον οἱ μνηστῆρες τῷ Ἴρῳ κατὰ τοῦ Ὀδυσσέως οἷα παίζειν ἐθέλοντες. (Vers. 11.) Τὸ δὲ οὐκ ἀΐεις τί δηλοῖ, πρὸ ὀλίγων ἐῤῥέθη. Τὸ δὲ ἐπιλλίζειν ἔοικεν ὁμοιότητα ἔχειν πρὸς τὸ ἐνιλλώπτειν, περὶ οὗ γέγραπται ἀλλαχοῦ, ἔνθα καὶ ἰλλὸς διείληπται ὁ στραβὸς καὶ ἑτερά τινα. ὅμοιον δέ τι καὶ τὸ δενδίλλειν πρὸς τὸ ἐπιλλίζειν. οἱ μέντοι ὕστερον ἐπὶ βασκανίας τὸ ἐπιλλίζειν φασί. δῆλον δ' ὅτι ἐκ τοῦ εἰρημένου ἰλλοῦ ἔχουσιν ἀφορμὴν καὶ ἰλλάδες αἱ ἐν Ἰλιάδι τοῦ ἐτυμολογεῖσθαι, καὶ ὅτι πρωτότυπον τὸ ἴλλειν τοῦ ἐπιλλίζειν, καὶ ὅτι ἐκ τοῦ ἴλλειν γίνεται καὶ τὸ ἐξίλλειν, ἀφ' οὗ καὶ ἡ ἐξούλης δίκη. ἔτι δὲ καὶ τὸ, σοὶ δ' ὑπίλλουσι στόμα, ἤγουν ὑποβάλλουσι κλείοντες οἷα ὀδὰξ ἐν χείλεσι φύντες. (Vers. 13.) Τὸ δὲ, ἔρις καὶ χερσὶ γένηται, δηλοῖ ὡς τὸ παρὸν ἔρις ἐστὶν ἐν λόγοις. διὸ καὶ ὁ ποιητὴς ἔφη· καί μιν νεικείων προσηύδα, ὡς ταυτὸν ὂν νεικεῖν καὶ ἐρίζειν, εἰ καὶ τὸ μέν ἐστιν ἐν τῷ προσαυδᾶν, τὸ δὲ ἕτερον ἐν χερσίν. (Vers. 15.) Ὅτι λόγους ὁ ξεῖνος Ὀδυσσεὺς λαλεῖ πρὸς τὸν Ἶρον, ὁποίους ἂν συνετὸς πτωχὸς πρὸς ἕτερον φθονερὸν σύμπτωχον, εἰπών· δαιμόνιε, οὔτε τί σε ῥέζω κακὸν, οὔτ' ἀγορεύω, οὔτε τινὰ φθονέω δόμεναι καὶ πόλλ' ἀνελόντα, οὐδὸς δ' ἀμφοτέρους ὅδε χείσεται, οὐδέ τί σε χρὴ ἀλλοτρίων φθονέειν. δοκέεις δέ μοι εἶναι ἀλήτης, ὥς περ ἐγών. ὄλβον δὲ θεὸς μέλλει ὀπάζειν. τοῦτο δὲ ἐσχημάτισται, ὡς τοῦ ξένου ἐλπίζοντος εἰσαύριον ἀγαθὰ, οἷα τοῦ μὲν Ἴρου Ἴρου μενοῦντος, αὐτοῦ δὲ ὀλβισθησομένου. (Vers. 20.) εἶτα ἐπάγει καὶ Ὀδυσσεὺς τῷ ἄφρονι Ἴρῳ ἀπειλητικὰ τοιαῦτα· χερσὶ δὲ μή τι λίην προκαλίζεο μή με χολώσῃς, μή σε γέρων περ ἐὼν στῆθος καὶ χείλεα φύρσω αἵματος· ἡσυχίη δ' ἂν ἐμοὶ καὶ μᾶλλον ἂν ἔτ' εἴη αὔριον. (Vers. 23.) οὐ μὲν γάρ τί σ' ὑποστρέψεσθαι ὀΐω δεύτερον ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος. καὶ ἔστι καὶ τοῦτο ἐσχηματισμένον. δηλοῖ μὲν γὰρ καταπονηθήσεσθαι τὸν Ἶρον ἁπλῶς. ἄλλως δὲ προεκτίθεται τὸ αὔριον ἀνυσθησόμενον κατὰ τῶν μνηστήρων· μεθ' ὃ οὐκέτι δεύτερον παραβαλεῖ ὁ Ἶρος τῷ τοῦ Ὀδυσσέως μεγάρῳ. (Vers. 17.) Ἰστέον δὲ ὅτι τὸ χείσεται δηλοῖ μὲν τὸ χωρήσει· γράφεται δὲ παρὰ τοῖς παλαιοῖς κοινότερον διὰ διφθόγγου, ὡς ἀπὸ τοῦ χῶ, χείω, ἐξ οὗ καὶ χειὰ ἡ φωλεά. καὶ ἴσως μὲν μονήρης μέλλων τὸ τοιοῦτον ἐστὶν, ἴσως δὲ καὶ κατὰ τὸ κείσεται, ἵνα ᾖ ὥς περ κέω, κῶ, οὕτως χέω, χῶ τὸ χωρῶ, καὶ χέημι παράγωγον, ὡς κέημι· ἐξ ὧν ὥς περ κείσεται, οὕτω καὶ χείσεται. ἐκ δὲ τοῦ χέω καὶ χειὴ ἡ κρύψις τοῦ ὄφεως ἐν Ἰλιάδι, κατὰ δέ τινας καὶ κισσύβιον παρὰ τὸ χεῖσθαι, ὅ ἐστι χωρεῖν, τροπῇ τοῦ δασέος εἰς ψιλόν. ἐκ δὲ τοῦ ἑτέρου χέειν τοῦ κοινότερον λεγομένου οὐ μόνον χοεὺς, ὡς καὶ πρὸ τούτων ἐγράφη, ποτηρίου εἶδος· οὗ ἡ κλίσις χόεως, χοῶς, ὡς Πειραιῶς, Ἐρετριῶς, ἀλλὰ καὶ χοῦς ὁ αὐτὸς χοεύς· καὶ οὐ μόνον ἀρσενικῶς, ἀλλὰ καὶ θηλυκῶς, οἷον, ζωμόν τε φέρει ἐν χοῒ χρυσῇ. αὕτη δὲ καὶ πρόχους κατὰ σύνθεσιν λέγεται, οἷον, φιάλην τελεπαστὴν χιόνος τε πρόχουν. τοῦ δὲ ῥηθέντος χόεως καὶ αἰτιατικὴ τὸν χοᾶ, ὡς τὸν Πειραιᾶ· ὅθεν κτητικὸν ὁ χοαῖος, οἷον, αἰτεῖ σκύφον χοαῖον, καὶ πλήσας οἴνου Θασίου ὀλίγον ἐπιῤῥάνας ὕδατος ἐξέπιεν, εἰπὼν· ὁ πλεῖστα πίνων πλεῖστα κεὐφρανθήσεται. Καὶ ὅρα κἀνταῦθα τὸν σκύφον ἀρσενικοῦ γένους, ἐξ οὗ τὸ, ἀνακαθίσας ἔκλαιεν ἄσκυφος γενόμενος. καὶ τοιάδε μὲν ταῦτα. (Vers. 21.) Τὸ δὲ, χείλεα φύρσω αἵματος, ἀντὶ τοῦ δι' αἵματος, κατὰ προθέσεως ἔλλειψιν. τὸ μέντοι κοινὸν φύρσω αἵματι μετὰ δοτικῆς. ἔστι δὲ φύρσαι τὸ μολῦναι καὶ συγχέαι. ὅθεν καὶ φύρδην συγκεῖσθαι τινὰ λέγονται. πρωτότυπον δὲ τὸ φυράσαι, ἀφ' οὗ καὶ φύραμα τὸ ζύμωμα. ἐκ δὲ τοῦ φυράσαι κατὰ συγκοπὴν τὸ φύρσαι, ἵνα τῷ λόγῳ τούτῳ εἴη τὸ, χείλεα φύρσαι αἵματος, ῥηθὲν πρὸς ὁμοιότητα τοῦ, ἄλφιτον φύρσαι ὕδατος. Ἰστέον δὲ ὅτι τοῦ, χείλεα φύρσω αἵματος, προῆκται σύνθετον τὸ, αἱμόφυρτος μάχη παρὰ Λυκόφρονι. (Vers. 26.) Ὅτι ἀντιλέγων ὁ Ἶρος τῷ ξένῳ Ὀδυσσεῖ ἀναιδῶς, ἵνα καὶ ἡ κορωνὶς τοῦ θράσους ἐπιτεθῇ, τὸ προκαλέσασθαι δηλαδὴ τὸν ξένον εἰς ἀγῶνα ἐπὶ οἰκείῳ κακῷ, φησίν· ὢ πόποι, ὡς ὁ μολοβρὸς ἐπιτροχάδην ἀγορεύει, γρηῒ καμινοῖ ἶσος, ὃν ἂν κακὰ μητισαίμην κόπτων ἀμφοτέρῃσι, χαμαὶ δ' ἐκ πάντας ὀδόντας γναθμῶν