# Commentarii ad Homeri Odysseam 2.165.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.165.1

ἐξελάσαιμι συὸς ὡς ληϊβοτείρης. ζῶσαι νῦν, ἵνα πάντες ἐπιγνώωσι καὶ οἵδε μαρναμένους. (Vers. 31.) πῶς δ' ἂν σὺ νεωτέρῳ ἀνδρὶ μάχοιο; Καὶ ὅρα μωρίαν τοῦ Ἴρου, εἴ γε δοξάζει ἁπλῶς μηδένα τῶν γεραιοτέρων ἀξιόμαχον εἶναι πρὸς ἄνδρα νεώτερον. διὸ καὶ Ὀδυσσεὺς τῷ τοῦ ἄφρονος λόγῳ συνθέμενος ἐρεῖ, μὴ εἶναι ἀνδρὶ νεωτέρῳ μάχεσθαι γέροντα δύην ἔχοντα, μονονουχὶ λέγων, χρῆναι διαστῆξαι τὸν Ἶρον οὕτω πως· πῶς δ' ἂν σὺ γέρων ὢν κακοπαθὴς νεωτέρῳ ἀνδρὶ ῥωμαλέῳ μάχοιο; ἄλλως γὰρ οὐκ ἂν ὁ Ἶρος λέγοι ὑγιῶς. (Vers. 26.) Μολοβρὸς δὲ τίς ἐστι, προγέγραπται. Γελοῖος δὲ ὁ τοιοῦτος μὲν ὢν, ἑτέρῳ δὲ τὸ ὅμοιον ὀνειδίζων. Τὸ δὲ ἐπιτροχάδην παρατετηρημένως εἴρηται ἀντὶ τοῦ σπουδαίως καὶ κατ' ἐπιδρομήν· τοῦτο δὲ διὰ τὸ κομματικὸν τῶν ἐννοιῶν τοῦ κατὰ τὸν Ὀδυσσέα λόγου. ἐν γὰρ στίχοις δέκα ἔννοιαι κεῖνται ὑπὲρ τὰς δέκα. θυμὸν γοῦν πλαγίως ὀνειδίζει τῷ Ὀδυσσεῖ, ὡς οἷα δι' ὀργὴν λαλοῦντι κομματικῶς. (Vers. 27.) Τὸ δὲ, γρηῒ καμινοῖ ἶσος, οἱ μὲν κατὰ τὸ πολύλαλον φασὶν, ὡς ἐν ῥητορικῷ δηλοῦται λεξικῷ· ἕτεροι δὲ τὸ μὲν γρηῒ διὰ τὸ ῥυσὸν τοῦ προσώπου εἶπον. Τὸ δὲ καμινοῖ διὰ τὸ ἐπιφαινόμενον μέλαν ὡς οἷον ἔκ τινος ἀσβόλης. Ἀρίσταρχος δὲ καὶ Ἡρῳδιανὸς καμινώ φασι τὴν καμινεύτριαν, ἤτοι φρύττουσαν κριθὰς πρὸς εὐχερεστέραν ἀλευροποιΐαν. αἱ δὲ τοιαῦται κριθαὶ καὶ κάχρυς δισυλλάβως καὶ ἐκτεταμένως ἐλέγοντο κατὰ Αἴλιον Διονύσιον θηλυκῶς. ὅθεν καὶ κατακαχρῦσαι παρὰ Παυσανίᾳ μεταφορικῶς τὸ καταφρύξαι καὶ συντρῖψαι. Κομανὸς δὲ σύνθετον τὴν λέξιν τῆς καμινοῦς νοῶν φησὶν οὕτω καλεῖσθαι διὰ τὸ καμεῖν τὰς ἶνας ὑπὸ γήρως. (Vers. 28.) ἐν δὲ τῷ, κόπτων ἤτοι πλήττων ἀμφοτέραις, λείπει τὸ χερσὶν, ὡς καὶ ἐν τῷ, ἀμφοτέρῃσιν ἐδέξατο, ὃ πρὸ ὀλίγων ἐῤῥέθη. (Vers. 29.) Σῦς δὲ ληϊβότειρα ἡ διαβοσκομένη ἀλλότριον λήϊον, ἣν ἐξωδόντιζον οἱ δεσπόται τοῦ χωρίου. ὁ νόμος δέ, φασι, παρὰ Κυπρίοις. ἀπειλεῖ δὲ τοῦτο Ἶρος τῷ Ὀδυσσεῖ, ὡς ὅμοια δῆθεν πταίοντι, καὶ τὸ αὐτοῦ θέρος καταβοσκομένῳ τὴν εἰλαπίνην τῶν μνηστήρων. ἕτεροι δὲ ἐπέβαλον εἰπεῖν, κατασείεσθαι φύσει τοὺς ὀδόντας τῇ ληϊβοτείρῃ συΐ. εἰ δὲ ἀληθεύουσι, ζητητέον ἀπὸ μαρτυρίας παλαιᾶς. (Vers. 28.) Τὸ δὲ, ἐκ πάντας ὀδόντας, τὴν ῥηθεῖσαν ἐξοδόντισιν συντίθησι. (Vers. 30.) Τὸ δὲ ζῶσαι ζώνυσθαι τοὺς πυγμάχους δηλοῖ, ὡς μετ' ὀλίγα φαίνεται σαφῶς ἐν τῷ, ζώσατο μὲν ῥάκεϊ περὶ μήδεα Ὀδυσσεύς. καὶ τὸν Ἶρον δὲ δρηστῆρες ἄγουσι ζώσαντες ἀνάγκῃ. Περὶ δὲ τοῦ τοιούτου ζώνυσθαι καὶ ἐν τῷ κατὰ τὴν Ἰλιάδα ἐπιταφίῳ ἀγῶνι διείληπται. Ἰστέον δὲ, ὅτι ἐκ τοῦ ζῶσαι καὶ ἄλλα μὲν γίνονταί τινα, καὶ ὁ ζωστὴρ δὲ, καὶ τὸ παρὰ Σοφοκλεῖ ζῶμα δίχα τοῦ σίγμα· οἷον, καὶ ζῶμα τοὐμὸν οὐ χλιδαῖς ἠσκημένον, ὃ ταυτόν ἐστι τῇ ζώνῃ, δι' ἧς, φασὶ, τρία τινὰ δηλοῦνται, ζωστὴρ, μίτρα καὶ τόπος σώματος, καθ' ὃν ζωνύμεθα. δῆλον δ' ὅτι, καθὰ ἐκ τοῦ χῶ καὶ ῥῶ γίνεται χωνύω καὶ ῥωνύω, οὕτω καὶ ἐκ τοῦ ζῶ, οὗ προστακτικὸν τὸ ζῶσαι, τὸ ζωνύω. ἀφ' οὗ ὡς χώνυμι, ῥώνυμι, οὕτω καὶ ζώνυμι, καθ' ἑτεροίαν δὲ παραγωγὴν καὶ τὸ ζωνύσκω· ὡς τὸ, ζωνύσκετο μίτρην. (Vers. 31.) Τὸ δὲ, πῶς ἂν σὺ νεωτέρῳ ἀνδρὶ μάχοιο, γνωμικῶς λαλεῖται, καθὰ μετ' ὀλίγα καὶ τὸ, (Vers. 53.) οὔ πως ἔστι νεωτέρῳ ἀνδρὶ μάχεσθαι ἄνδρα γέροντα δύῃ ἀρημένον, ἤγουν βεβλαμένον τῇ κακοπαθείᾳ. τοιοῦτον γὰρ ἡ δύη, γινομένη κατὰ μὲν Πλούταρχον ἀπὸ τοῦ δύο ἀριθμοῦ, ἐπεὶ δυάζει, πῶς τὴν στοιχειακὴν καθ' ὑγείαν ἑνότητα τὸ κακοπαθὲς καὶ διαλύει τὴν ἕνωσιν διὰ τῆς φθορᾶς, ἄλλως δὲ κοινῶς παρὰ τὸ δύω ῥῆμα· ἐξ οὗ καὶ ἡ ὀδύνη, δύη τις οὖσα φύσει καὶ αὐτὴ κατὰ τὸ ἀπλεόναστον, εἰ καὶ ἄλλως ἐκ τοῦ δύω κατὰ πλεονασμὸν γίνεται δύνη καὶ ὀδύνη ἡ κατὰ βάθος δύνουσα. (Vers. 32.) Ὅτι ἐπεί περ ἔδει καὶ θεατὰς παρεῖναι τῷ τῶν πτωχῶν ἀγῶνι, ὡς ἐπὶ τῶν ἀέθλων γίνεται, καὶ ἐρεθισμοὺς εἰς θάρσος πλασθῆναι καὶ γέλωτας δὲ ὑποκινηθῆναι ὡς ἐπὶ ἔργῳ οὐ σπουδαίῳ, γίνεται νῦν καὶ ταῦτα, καὶ συναγερθέντες οἱ μνηστῆρες ποιοῦσιν οὕτω. φησὶ γοῦν ὁ ποιητής· ὣς οἱ μὲν πτωχοὶ πρὸ θυράων ὑψηλάων οὐδοῦ ἐπὶ ξεστοῦ πανθυμαδὸν ὀκριόωντο. (Vers. 34.) τοῖσι δὲ, ἢ τοῖϊν, ξυνέηκεν ἱερὸν μένος Ἀντινόοιο, ἡδὺ δ' ἂρ ἐκγελάσας μετεφώνει μνηστήρεσσιν· ὦ φίλοι, οὐ μέν πώ τι πάρος τοιοῦτον ἐτύχθη· οἵην τερπωλὴν θεὸς ἤγαγεν ἐς τόδε δῶμα. ὁ ξεῖνός τε καὶ Ἶρος ἐρίζετον ἀλλήλοιϊν χερσὶ μάχεσθαι· ἀλλὰ ξυνελάσσομεν ὦκα. ὣς ἔφαθ'· οἱ δ' ἄρα πάντες ἀνήϊξαν γελόωντες. ἀμφὶ δ' ἄρα πτωχοὺς κακοείμονας ἠγερέθοντο. (Vers. 44.) εἶτα ὁ δεινὸς Ἀντίνοος καὶ ἔπαθλον προτιθεὶς οἰκεῖον τοῖς διὰ γαστέρα μαχομένοις φησί· γαστέρες αἵδ' αἰγῶν κέατ' ἐν πυρί· τάσδ' ἐπὶ δόρπῳ κατεθέμεθα κνίσης τε καὶ αἵματος ἐμπλήσαντες. (Vers. 46.) ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται, ὃς δὴ στίχος καὶ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
