# Commentarii ad Homeri Odysseam 2.17.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.17.1

καὶ Κύκλωπες καὶ Λαιστρυγόνες, λέγει ὡς καὶ ἡ Χάρυβδις καὶ τὸ Σκύλλαιον ὑπὸ λῃστῶν κατείχετο. ἔοικε δὲ ἡ Χάρυβδις ἢ κατὰ ὀνοματοποιΐαν τινὰ λεχθῆναι καὶ μίμησιν ἤχου, ἢ παρωνυμεῖσθαι τῷ Χάρωνι διὰ τὸ κατ' αὐτὴν ὀλέθριον, ἢ καὶ ἐκ τοῦ συμβαίνοντος ἐτυμολογεῖσθαι, παρὰ τὸ εἰς χάος ῥᾷον ὑποδύνειν, τοῦ πι στοιχείου ἐν τῇ συγκοπῇ τραπέντος εἰς β, ὡς ἐπὶ τοῦ ὑποβάλλειν ὑββάλλειν. ὑποπτεύεται δὲ καὶ ὡς δαιμόνιον πλάττεσθαι. διὸ καὶ δῖαν αὐτὴν Χάρυβδιν ὁ ποιητὴς λέγει, ὡς καὶ δῖαν θάλασσαν. καίτοι τινὲς τὸ δῖαν ἀντὶ τοῦ φοβερὰν εἶπον, ὡς ἀπὸ τοῦ δίω τὸ φοβοῦμαι. ὅθεν καὶ τὸ δεδιέναι, ἄλλοι δέ φασιν, ὡς οὐκ ἐδήλωσεν ὁ ποιητὴς πότερον θηρίον ἐστὶν ἢ ἄμπωτις ἡ Χάρυβδις. φέρεται δὲ παρὰ τοῖς ἀρχαίοις καὶ ὅτι Χάρυβδις θαλάσσης βάθος ἀναπτωτικὸν μεταξὺ τοῦ Ἀδρίον καὶ τοῦ Τυῤῥηνικοῦ πελάγους. ᾧ συλλαλεῖ καὶ ὁ μεταβολεὺς Δημοσθένης, εἰπὼν ὅτι τῷ φυτῷ ὑπέκειτο ἡ ὀνομαζομένη μὲν Χάρυβδις, αὐτὸ δὲ τοῦτο ἄμπωτις τοῦ πελάγους βιαιοτάτη καὶ αὖθις πλημύρα. Ἰστέον δὲ ὅτι οὐ κλίνεται ὡς Θέτις Θέτιδος, Ἴσις Ἴσιδος, οὕτω καὶ Χάρυβδις Χαρύβδιδος, ἵνα μὴ ἐπάλληλον δὶς γένηται τὸ δ καθ' Ἡρῳδιανόν. τοιούτῳ δὲ λόγῳ καὶ τὸ ἐκ τοῦ δείδω δέδοιδα, δέδοικα γέγονε. πολλαὶ δέ τινες καὶ ἄλλαι ἀλλεπαλληλίαι μισοῦνται. (Vers. 104.) Τὸ δὲ Χάρυβδις ἀναροιβδεῖ ὕδωρ, οὐ μακρὰν οὐδ' αὐτό ἐστι τοῦ παρηχεῖν. ὥς περ παρήχησις ἔστι τις καὶ ἐν τοῖς ἑξῆς τὸ, Σκύλλη κοίλης ἐκ νηὸς ἑτάρους ἓξ ἕλετο, ταυτὸν δὲ ἀναροιβδεῖν εἰπεῖν καὶ ῥοιβδεῖν, ὡς δηλοῖ τὸ, ὅτε ῥοιβδήσειε. δηλοῦται δὲ καὶ ἐν ἀμφοτέροις τὸ ῥοφεῖν εἴτουν ἀναῤῥοφεῖν κατὰ ὀνοματοποιΐαν ὁποίαν τινὰ ἔχει καὶ τὸ ῥοχθεῖν, τραχύτερον μέντοι ἐκεῖνο τοῦ ῥοιβδεῖν, καθὰ καὶ τὸ ἐῤῥοίβδησε τραχυφωνότερον τοῦ ἐῤῥοίζησεν. ἅ περ εἶεν ἂν ὅμοιά τινα, εἴ περ καὶ ὁ ῥοῖζος εὕρηται ῥοῖβδος λεγόμενος κατὰ τὸ, πτερῶν γὰρ ῥοῖβδος οὐκ ἄσημος ἦν. (Vers. 105.) Ὅρα δὲ ὅτι τε ἐν μὲν τῷ ἀνίησι τὴν ἄνω σχέσιν ἡ πρόθεσις δηλοῖ, ἐν δὲ τῷ ἀναροιβδεῖ πλεονάζει, ὡς καὶ πρὸ τούτων ἐπὶ Ταντάλου ἐν τῷ, ὕδωρ ἀναβροχὲν, ὅ ἐστιν ἀναποθὲν, ἀναροφηθέν. καὶ ὅτι ἐν μὲν τῷ, δῖα Χάρυβδις ἀναροιβδεῖ ἐκτείνεται τὸ προπαραλῆγον α καὶ ἔχει διπλάζειν τὸ ρ, ἐν δὲ τῷ, τρὶς δ' ἀναροιβδεῖ συστέλλεται κατὰ τὴν ἀναλογίαν τῶν προθέσεων. Τὸ δὲ ἐπ' ἤματι ἀντὶ τοῦ, ἐφ' ἑκάστῳ νυχθημέρῳ, ὡς γίνεσθαι ἑκάστην ἀναῤῥοίβδησιν δι' ὡρῶν ὀκτὼ περιοδικῶς, ὡς τεκμαίρονται οἱ παλαιοὶ ἐν τοῖς ἑξῆς περί που τὸ τέλος τῆς ῥαψῳδίας. (Vers. 106.) Τὸ δὲ ἀναροιβδεῖ δεινὸν, καὶ τὸ, δεινὸν λελακυῖα, καὶ τὸ, σμερδαλέη κεφαλὴ, καὶ τὸ δεινοῖο βερέθρου, καὶ ἐν τοῖς ἑξῆς τὸ, δεινόν τ' ἀργαλέον τε, καὶ τὰ τοιαῦτα, καὶ μάλιστα ἐν τοῖς μετὰ ταῦτα τὸ, δεινὸν ἐβεβρύχει, φοβερὰ εἶναι τὰ τοιαῦτα ποιητικὰ χωρία δηλοῖ τά τε ἄλλα καὶ τῇ κατὰ τὴν φράσιν τραχύτητι. Τὸ δὲ μὴ σύ γε κεῖθι τύχοις ὅτε ῥοιβδήσειε, πάνυ ἐνδιαθέτως ἐῤῥέθη πρὸς ἔνδειξιν τοῦ, μέγα εἶναι τὸ δεινόν. δύναται δὲ ῥηθῆναι αὐτὸ καὶ ὅτε τις εὔξεται μὴ παρατυχεῖν τινὶ τῶν πάνυ ἀδίκων, παρ' οἷς ἀναροιβδεῖται τὰ ἀλλότρια, ὅτε προσεπιπλέξει τις ἀφελῶς, καὶ τὸ ἐφεξῆς. ὡς οὐ γάρ κεν ῥύσαιτό σε ὑπ' ἐκ κακοῦ οὐδ' Ἐνοσίχθων. (Vers. 108.) εἰ δ' ἔστιν ἐλπὶς τὸν ἀδικούμενον βοηθηθῆναι ὑπὸ γυναικὸς ἀδίκου μὲν καὶ αὐτῆς οὐ πάνυ δὲ Χαρύβδεως, οἰκεῖον παραινέσαι καὶ τὸ, ἀλλὰ μάλα Σκύλλης σκοπέλῳ πεπλημένος καὶ τὰ ἑξῆς, ὡς χρήσιμον κριθείη ἂν τῷ τεχνικῶς γράφοντι. (Vers. 109.) τὸ δὲ φέρτερον ἐκ τοῦ φέρειν γινόμενον συστοιχεῖ οὐ μόνον πρὸς τὸ προφερέστερον, ἀλλὰ καὶ πρὸς τὸ συμφέρον καὶ ὑπερφερές. (Vers. 110.) Τὸ δὲ ποθήμεναι δῆλον ὡς ἀπὸ τοῦ ποθαίνω ἀχρήστου παράγεται ῥήματος, ὡς καὶ τὸ φορῆναι ἀπὸ τοῦ φοραίνω. ἴσως δὲ καὶ ἄλλως αὐτὰ τὸ μὲν ἐκ τοῦ ποθῶ πόθημι, τὸ δὲ ἐκ τοῦ φορῶ φόρημι γίνεται. (Vers. 112.) Ὅτι ὁ ζητῶν πῶς ἂν καὶ φύγῃ ἄδικόν τινα μεγάλα βλάπτειν δυνάμενον καὶ αὖ πάλιν ἕτερόν τινα ὅμοιον ἀμύναιτο, εἴποι ἂν τὸ, εἰ δ' ἄγε δή μοι τοῦτο νημερτὲς ἔνισπε, εἴ πως ἀντὶ τοῦ ὅπως, καθὰ καὶ προδεδήλωται, τὴν ὀλοὴν μὲν ὑπεκπροφύγοιμι Χάρυβδιν. τὴν δέ κ' ἀμυναίμην ὅτε μοι σίνοιτό γ' ἑταίρους. (Vers. 116.) ὁ δὲ τοιοῦτος ἀκούσοι ἂν τὸ, σχέτλιε, καὶ δ' αὖ τοι πολεμήϊα ἔργα μέμηλε καὶ φόνος, οὐδὲ τοῖς κρείττοσιν ὑπείξεαι; δεινὸν τὸ κακὸν, ἀργαλέον τε καὶ ἄγριον οὐδὲ μαχητὸν, οὐδέ τίς ἐστιν ἀλκή. φυγέειν κράτιστον ἀπ' αὐτοῦ. ἢν γὰρ δηθύνῃσθα κορυσσόμενος, δείδω μή σ' ἐξαῦτις ἐφορμηθεῖσα κίχῃσι τόσσῃσι κεφαλῇσι, τόσους δ' ἐκ φῶτας ἕληται. ἀλλὰ μάλα σφοδρῶς ἐλάαν. (Vers. 124.) εἰ δὲ καὶ φίλη μήτηρ ὁμοία τῷ πολυκεφάλῳ ἀδίκῳ πρόσεστιν, εἰκὸς προσαρμόσαι καὶ τὸ, βωστρεῖν δὲ Κράταιϊν τὴν καὶ προγραφεῖσαν, μητέρα τῆς Σκύλλης, ἥ μιν τέκε πῆμα βροτοῖσιν, ἥ μιν ἔπειτ' ἀποπαύσει ἐσυστέρου

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
