Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.170.1
Not analysed yet
ψυχὴ λίποι αὖθι πεσόντα, ἠέ μιν ἧκα ἐλάσειε τανύσειέν τ' ἐπὶ γαίῃ. ὧδε δέ οἱ φρονέοντι δοάσατο, ἤγουν, ὡς πολλαχοῦ ἐῤῥέθη, ἔδοξε κέρδιον εἶναι ἦκα ἐλάσαι, ἵνα μή μιν ἐπιφρασαίατο Ἀχαιοὶ, τεκμηράμενοι δηλαδὴ τὸν ἄνδρα ἐκ τῆς οὕτω βριαρᾶς ἐλάσεως. δὴ τότε ἀνασχομένω, ἤγουν ἀνατείναντες τὰς χεῖρας, ὁ μὲν ἤλασε δεξιὸν ὦμον Ἶρος, ὁ δ' αὐχέν' ἐλάσας ὑπ' οὔατος· ὀστέα δ' εἴσω ἔθλασεν. αὐτίκα δ' ἦλθε κατὰ στόμα φοίνιον αἷμα, κὰδ δ' ἔπεσ' ἐν κονίῃσι μακὼν, ἤγουν εἰς μῆκος, ὡς προδεδήλωται, πεσών· ἢ ποιόν τι ἠχήσας, ὡς καὶ αὐτὸ προέγνωσται. σὺν δ' ἤλασεν ὀδόντας, λακτίζων ποσὶ γαῖαν. (Vers. 99.) μνηστῆρες δὲ χεῖρας ἀνασχόμενοι, κατὰ σχῆμα ἐκπλήξεως σύνηθες, γέλω ἔκθανον, ὡς οἷα λειποθυμήσαντες ἐκ τοῦ γελᾶν, ὃ καὶ μέχρι νῦν παροιμιακῶς ἐπὶ μεγάλου καὶ ἀθρόου γέλωτος ἐκράτησε λέγεσθαι. Ὀδυσσεὺς δὲ (Vers. 101.) εἷλκε δι' ἐκ προθύροιο λαβὼν ποδός. τοῦτ' ἐκεῖνο, ὅ περ εἰς αὐτὸν φθάσας ὁ Ἶρος ἠπείλησε. καὶ ἦν ὁ ἑλκυσμὸς, ὄφρ' ἵκετ' αὐλὴν αἰθούσης τε θύρας, ἔνθα ποτὶ ἕρκιον αὐλῆς ἐκάθισεν ἐκεῖνον ἀνακλίνας. (Vers. 103.) σκῆπτρον δέ οἱ ἔμβαλε χειρὶ, ῥόπαλον δή τι, ὡς εἰκὸς, καὶ ἔφη σκώπτων· ἐνταυθοῖ νῦν ἧσο σύας τε κύνας τ' ἀπερύκων, ὡς οἷα δηλαδὴ πυλωρός. ἀνταποδιδοὺς τοῦτο σκῶμμα τῷ Ἴρῳ, ἀνθ' οὗ περ ἐκεῖνος τὸν Ὀδυσσέα γρηῒ καμινοῖ ὡμοίωσε. (Vers. 106.) μηδὲ σύ γε, φησὶ, ξείνων καὶ πτωχῶν κοίρανος εἶναι, ἤγουν ἔσο ἢ θέλε εἶναι, λυγρὸς ἐὼν, μή πού τι κακὸν καὶ μεῖζον ἐπαύρῃ· ὁποῖον δηλαδὴ Ἀντίνοος ἠπειλήσατο. καὶ οὕτω μὲν τετέλεσται τῷ Ὀδυσσεῖ ὁ ἆθλος εὐτυχῶς. (Vers. 98.) Ὅρα δὲ ὅτι τε τοῖς ἀπὸ τοῦ ἐλάσαι ῥήμασιν ἑξάκις ἐχρήσατο κατ' ἐπιμονὴν ἐνταῦθα διὰ τὸ καίριον. ὧν τὸ, σὺν δ' ἤλασεν ὀδόντας, ὁ Ἶρος ποιεῖ καθ' ἑαυτοῦ ὡς σφαδάζων· καὶ ὅτι τὸ ἔθλασε κάλλος ἴδιον ἔχει παρὰ γράμμα ἰσοφωνοῦν πρὸς τὸ ἔλασεν. Ὁμήρου δὲ σιγήσαντος εἴτε ἐξεκρούσθησαν ὀδόντες τοῦ κατὰ τὸν Ἶρον στόματος εἴτε κατεσείσθησαν, οὐκ ἂν εἴη ἀναγκαῖον ζητεῖν τὸ συμβάν. ἐνθυμητέον δὲ ἀστεῖόν τι περὶ ὀδόντων ὀλίγων γραός· εἰς ὅ περ ὁ μὲν Ἀριστοφάνης ἄλλως ἔπαιξεν ἐν τῷ Πλούτῳ διὰ καρύων παιδιᾶς, ἕτερος δέ τις πλέον ἀστεϊσάμενος ἔφη, ῥᾷον εἶναι τῆς δεῖνος τοὺς ὀδόντας ἀριθμῆσαι ἢ τοὺς τῆς χειρὸς δακτύλους. (Vers. 95.) Τὸ δὲ, ἀνασχομένω ὁ μὲν ἤλασεν ὦμον, ὁ δ' αὐχένα, σύνηθες Ὁμήρῳ σχῆμα. (Vers. 100.) Ἐν δὲ τῷ, γέλω ἔκθανον ἄδηλον, ὡς ἐλέχθη καὶ ἀλλαχοῦ εἴτε κατὰ ἰσοκατάληκτον κλίσιν ἡ δισυλλαβία τῷ γέλω, εἴτε καὶ κατὰ ἀποκοπὴν ἐκ τοῦ γέλωτι, ὅτι οὐδ' ἂν ἔχοι τῷ ἰῶτα προσγεγραμμένον. ἡ δ' αὐτὴ ἀδηλία καὶ ἐπὶ τοῦ ἥρω ἀντὶ τοῦ ἥρωϊ, ὡς καὶ ἐν τῇ Ἰλιάδι φαίνεται. Δῆλον δὲ ὡς ἀφελῶς καὶ γλυκέως τὸ ἄγαν γελάσαι γέλω ἐκθανεῖν λέγεται, ἤγουν ἔξω καὶ ὡς εἰπεῖν ἐπιπολαίως θανεῖν καὶ οὐ κατὰ τὸ κυρίως θανεῖν. ὃ διὰ βάθους χωρεῖ. Ἐνταῦθα δὲ σημείωσαι, ὡς τὸ ὑπὸ ἡδονῆς ἐκλύεσθαι θανάτῳ καὶ αὐτὸ ἔοικεν. Ἰστέον δὲ ὅτι οὐ μόνον οἱ μνηστῆρες φιλογέλωτες, ἤδη δέ που καὶ πάντες οἱ συμποσιάζοντες οἱ μὲν μᾶλλον, οἱ δ' ἧττον, ἀλλά που καὶ κατ' ἔθνος ὅλον τὸ τοιοῦτον ἐπεφαίνετο. Τιρύνθιοι γοῦν, ὡς καὶ προεδηλώθη, φιλογέλωτες ὄντες καὶ διατοῦτο σκωπτόμενοι, καταφυγόντες ἐπὶ τὸ ἐν Δελφοῖς μαντεῖον ἐφ' ᾧ ἀπαλλαγῆναι τοῦ πάθους ἤκουσαν, τοῦ θεοῦ ἀνελόντος αὐτοῖς, παύσεσθαι, ἢν θύοντες τῷ Ποσειδῶνι ταῦρον ἀγελαστὶ τοῦτον ἐμβάλωσιν εἰς τὴν θάλασσαν· οἱ δὲ, δεδιότες μὴ διαμάρτωσι τοῦ λογίου, τοὺς παῖδας ἐκώλυσαν παρεῖναι τῇ θυσίᾳ· καὶ ὅμως ἑνὸς παιδὸς συγκαταμιχθέντος καί τι λαλήσαντος ἐν τῷ ἀπελαύνεσθαι αὐτοὶ ἐγέλασαν καὶ ἔμαθον, ὥς φησιν Ἀθήναιος, ἔργῳ, ὡς ἄρα πολυχρόνιον ἦθος ἀμήχανόν ἐστι θεραπευθῆναι. (Vers. 102.) Ἑρκίον δὲ αὐλῆς ὁ τεῖχος, ᾧ ἔστιν ἐπικεῖσθαι καὶ τὸν θριγκόν. γίνεται δὲ ἐκ τοῦ ἕρκος ὁμοίως τῷ τεῖχος τειχίον. (Vers. 105.) Τὸ δὲ ἐνταυθοῖ δοκεῖ Δωρικὸν εἶναι, εἰ καὶ παρ' Ἀττικοῖς τέτριπται· οὕτω δὲ καὶ τὸ ἐνταῦθα. ἔστι δὲ τοῦ μὲν ἐνταῦθα ὁ Δωρισμὸς ἁπλοῦς· διπλοῦς δὲ ὁ τοῦ ἐνταυθοῖ. καὶ δῆλον ἐντεῦθεν. ἔθος Δωριεῦσιν, ὡς καὶ ἐν τοῖς τοῦ Πινδάρου φαίνεται, συντάσσειν ἔστιν ὅτε τὴν εν πρόθεσιν μετὰ αἰτιατικῆς· ἔτι δὲ καὶ τὸ ἔνδον λέγειν ἐνδοῖ, ὡς καὶ παρὰ Θεοκρίτῳ κεῖται· καὶ τὸ πέδον πεδοῖ ἐπιῤῥηματικῶς ἀντὶ τοῦ εἰς γῆν, οὗ χρῆσις παρ' Αἰσχύλῳ. τούτων οὖν οὕτως ἐχόντων, εἴη ἂν Δωρικὴ σύνταξις τὸ, ἐνταυθοῖ ἤγουν εἰς τοῦτον τὸν τόπον, καὶ αὖθις τροπῇ Δωρικῇ ληγούσης, τὸ ἐν ταυτοῖ, καὶ τροπῇ συνήθει τοῦ ψιλοῦ εἰς δασὺ, ἐνταυθοῖ. ὁμοίᾳ δὲ συντάξει τῆς εν προθέσεως καὶ ἀντιμεταχωρήσει τοῦ ἀφώνου γίνοιτ' ἂν καὶ τὸ ἐνταῦθα· ἐξ οὗ ἴσως καὶ τὸ ἐντεῦθεν, κατὰ τὸ, ἔνθα ἔνθεν. σημειοῦνται δὲ οἱ παλαιοὶ, ὡς τὸ μὲν ἐνταυθοῖ τὴν ἐν τόπω σημασίαν δηλοῖ, τὸ δὲ ἐνταῦθα καὶ τὴν ἐν τόπῳ καὶ τὴν εἰς τόπον.