# Commentarii ad Homeri Odysseam 2.171.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.171.1

Σοφοκλῆς Ἠλέκτρᾳ· ἐνταῦθα πέμψειν ἔνθα μή ποθ' ἡλίου φέγγος κατόψει. τοῦτο δὲ ἄμφω ἔχει. τοιοῦτον δέ, φασι, καὶ τὸ ἐνθάδε. τὸ μὲν γὰρ ἐνθάδε αὖθι μένων τόδε δῶμα φυλάσσεις, καὶ τὸ, σὲ δέ τ' ἐνθάδε γῦπες ἔδονται, τὴν ἐν τόπῳ σημασίαν δηλοῖ. Τὸ δὲ τοῦ δ' αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδ' Ὀδυσσεὺς, τὴν εἰς τόπον. οἱ δ' αὐτοὶ καὶ τὸ μὲν ἔνδον κυρίως τὸ ἐν τόπῳ φασὶ δηλοῦν, τὸ δὲ ἔσω τὸ εἰς τόπον. τὸ δὲ νῦν καθ' Ἡρακλείδην ἐνεστῶτί τε ἁρμόττεται, οἷον, νῦν ἦλθεν ὁ ἀγών· καὶ παρῳχημένῳ, οἷον, νῦν παρῆλθεν ὁ ἀγών· καὶ μέλλοντι, οἷον, νῦν ἔσται ὁ ἀγών· τὸ δὲ νυνὶ ἐπὶ μόνου ἐνεστῶτος. τῶν Ἀττικῶν δὲ ταῦτα. Τοῦ δὲ ἧσο σύνθετον τὸ κάθησο, ὅθεν ἐνδείᾳ, φασὶ, καὶ συστολῇ κάθεο, καὶ συναλιφῇ κάθου παρὰ Μενάνδρῳ. ὁριστικὸν δὲ τοῦ κάθησο τὸ ἐκάθησο, κατὰ τὸ ἐκαθεζόμην ἐκάθευδον ἐκάμμυον. (Vers. 106.) Τὸ δὲ μηδὲ σύ γε ξείνων καὶ πτωχῶν κοίρανος καὶ ἑξῆς, κατὰ βιαίου πτωχοῦ ἔστιν εἰπεῖν ῥέποντος πρὸς τὸ ἀρχικόν. Σημείωσαι δὲ, ὡς εἴ περ εὐεπηβόλως ἔγραψεν ὁ εἰπὼν κοίρανον εἶναι τὸν πρὸς καιρὸν ἀνάσσοντα, χρήσιμός ἐστιν ἐκεῖ καὶ ὁ ἐνταῦθα πτωχῶν κοίρανος Ἶρος. λέγει γὰρ ἐκεῖνος οὕτω· βασιλεὺς ὁ πατρόθεν ἢ ἀπὸ γένους ἄρχων, κοίρανος δὲ ὁ πρὸς καιρὸν βασιλέως ἔργον ἐπιτελῶν, οἷος ἦν πρὸ τῆς μήνιδος ὁ Ἀχιλλεύς, καὶ, ὃς δὲ κοιρανέων δίεπε στρατόν. ἡγεμὼν δὲ ὁ τάξεως στρατιωτικῆς ἡγούμενος, οἷον, κόσμηθεν ἅμ' ἡγεμόνεσσιν ἕκαστος. εἰ δὲ ὁ τοιοῦτος τοὺς αἱρετοὺς ἢ ἀλλοίους ἐσίγησε βασιλεῖς, οὐδὲν τοῦτο πρὸς τὸν ἄρτι λόγον. ἐπεί τοι καὶ τοὺς μέδοντας καὶ τοὺς βουληφόρους ἀφῆκεν εἰπεῖν, ἀρχικὰ καὶ ταῦτα ὀνόματα. (Vers. 111.) Ὅτι μνηστῆρες τὸν Ὀδυσσέα μετὰ τὴν νίκην ἡδὺ γελόωντες δεξιοῦνται λόγοις. καί τις ἂν αὐτῶν εἶπεν οὕτω· θεός τοι δοίη ξεῖνε ὅ,ττι μάλιστ' ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ· ὃς τοῦτον τὸν ἄναλτον ἀλητεύειν ἀπέπαυσας. ὃν καὶ εἰς Ἔχετον ἀνάξειν φησὶν, ὡς καὶ ὁ Ἀντίνοος εἶπε. καὶ οὕτω μέν τις ἔφη. (Vers. 117.) χαῖρε δὲ κλεηδόνι δῖος Ὀδυσσεὺς, φήμην δηλαδὴ τὸν λόγον δεξάμενος, ὅ ἐστι μαντείαν τινά. ἐπὶ τοιαύτης γὰρ σημασίας, καθάπερ ἡ ὄσσα καὶ ἡ ὀμφὴ, οὕτω καὶ ἡ κληδὼν καὶ ἡ φήμη, θεία τις καὶ αὐτὴ λέξις οὖσα. οὐ μὴν καὶ ἡ φῆμις. ἐκείνη γὰρ λαλιὰν ἁπλῶς ἀνθρωπίνην δηλοῖ, οἷον, δήμοιό τε φῆμιν. (Vers. 119.) ἐπὶ δὲ τούτοις καὶ ἑτέρα τις κληδὼν λαλεῖται τῷ Ὀδυσσεῖ. Ἀμφίνομος γὰρ ὁ Δουλιχιεὺς ἄρτους ἐκ κανέου δύο ἀείρας καὶ παραθεὶς καὶ δέπαϊ χρυσέῳ τὸν Ὀδυσσέα δεξιωσάμενος χαῖρε, φησὶ, πάτερ ὦ ξεῖνε, γένοιτό τοι ἔς περ ὀπίσω, ἤγουν ἐσύστερον καὶ εἰς τὸ μέλλον, ὄλβος. ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσιν. (Vers. 118.) Ἀντίνοος μέντοι ὁ βαρὺς λαλεῖ μὲν οὐδέν. ἱλαρώτερον δὲ ὅμως καὶ αὐτὸς διατεθεὶς, μεγάλην παρὰ γαστέρα θῆκε τῷ Ὀδυσσεῖ ἐμπλείην κνίσης τε καὶ αἵματος, ὡς οἷά τις ἀγωνοθέτης ἀποκαθιστῶν τῷ νικητῇ Ὀδυσσεῖ τὸ ἔπαθλον. (Vers. 111.) Ὅρα δὲ καὶ τὸ, ἡδὺ γελόωντες, πρὸς διαστολὴν λεχθέν. ἔστι γὰρ καὶ μὴ ἡδὺ γελᾶν, ὅτε τις γελᾷ σαρδόνιον, ἢ ὡς ὁ ποιητὴς ἐν τοῖς ἑξῆς ἐρεῖ διὰ τοῦ α σαρδάνιον. (Vers. 113.) Τὸ δὲ, ὅ περ ἐθέλεις καί σοι φίλον ἔπλετο θυμῷ, τῆς αὐτῆς ἐννοίας εἰσί. (Vers. 114.) Τί δὲ τὸ ἄναλτον, πρὸ ὀλίγων εἴρηται. νῦν δὲ τοσοῦτον ῥητέον, ὅτι Δεινάρχου ἄναλτον εἰπόντος τὸ παρ' ἄλλοις ἄναλον, ἤγουν τὸ χωρὶς ἁλῶν, ἐνταῦθα οὐκ ἔστι νοῆσαι τοιοῦτον τὸν Ἶρον ὡς δῆθεν ἀχρεῖον καὶ μὴ ἅλμην ὃ δὴ λέγεται ἔχοντα καὶ, ὅ φασιν, ἀνάρτυτον καὶ ἀηδῆ, ὡς ἐκ μεταφορᾶς ἐδεσμάτων οὐκ ἐχόντων ἅλας, ἀλλὰ τὸν ἀπλήρωτον, ἤγουν ἀκόρεστον. Τὸ δὲ ἀλητεύειν ἐν δήμῳ παραπέφρασται πρὸς τὸ, ἦλθε δ' ἐπὶ πτωχὸς πανδήμιος. Κλεηδὼν δὲ ἀπὸ τοῦ κλέω τὸ φημίζω, καθάπερ ἀπὸ τοῦ κλήζω δισυλλάβου ἡ κληδών. εἰ δὲ καὶ τραπείη κατ' ἔκτασιν ἡ κλεηδὼν ἐν τῇ ἀρχούσῃ, κληηδὼν γίνεται. Τὸ δὲ, ἔς περ ὀπίσω, γράφεται καὶ ὥς περ ὀπίσω. καὶ ἔχει καὶ τοῦτο τὴν αὐτὴν ἔννοιαν, ὡς ἰσοδυναμοῦντος τοῦ ως τῇ ες προθέσει. (Vers. 125.) Ὅτι ἀγαθοῦ δῆθεν ἀνδρὸς τοῦ Ἀμφινόμου πειραθεὶς ὁ Ὀδυσσεὺς ἐκλαλεῖ πρὸς αὐτὸν ἠρέμα τινὰ πρὸς τὴν ὑπόθεσιν. καὶ πρῶτα μὲν συναρπάζει αὐτὸν τῇ κατ' ἐκεῖνον γενεαλογίᾳ καὶ ἐπαίνῳ τῷ εἰς αὐτόν· εἶτα καὶ περὶ τῆς κατ' ἄνθρωπον διαλεχθεὶς ἀθλιότητος, ὅτε θεός τινα ἐάσει περιπεσεῖν αὐτῇ, λέγει τι καὶ κατὰ τῶν μνηστήρων, ὡς ἐγχωρεῖ, καταπαύσας τὸν λόγον εἰς μέλλον δεινόν· εἴ πως ἐκφοβήσει αὐτὸν, καθὰ καὶ Ἀντίνοος πρὸ ὀλίγων ἀπειλησάμενος, τὸν Ἶρον ἐξέπληξε. καὶ οὕτω σχήματι καὶ ἐν τοῖς μνηστῆρσι τεχνᾶται. φησὶ γοῦν· Ἀμφίνομε, ἦ μάλα μοὶ δοκέεις πεπνυμένος εἶναι. τοιούτου γὰρ πατρὸς, ἐπεὶ κλέος ἐσθλὸν ἄκουον, Νῖσον Δουλιχιῆα ἐΰν τ' ἔμεν ἀφνειόν τε. τοῦ σ' ἔκ φασι γενέσθαι. ἐπήτῃ δ' ἀνδρὶ ἔοικας. τοὔνεκά τοι ἐρέω· οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο πάντων, ὅσσα τε

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
