# Commentarii ad Homeri Odysseam 2.172.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/2.172.1

γαῖαν ἐπιπνέει τε καὶ ἕρπει. οὐ μὲν γάρ ποτέ, φησι, κακὸν πείσεσθαι ὀπίσσω, (Vers. 133.) ὄφρ' ἀρετὴν παρέχωσι θεοὶ καὶ γούνατ' ὀρώρῃ, οἷα τῆς ἀγαθῆς ἐλπίδος ἐπαγομένης αὐτόν. ἀλλ' ὅτε δὴ καὶ λυγρὰ θεὸς τελέσει, καὶ τὰ φέρει ἀεκαζόμενος τετληότι θυμῷ. (Vers. 135.) τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων, οἷον ἐπ' ἦμαρ ἄγῃσι θεός· τουτέστιν ὁποῖα ἂν εἴη τὰ προσπίπτοντα, τοιοῦτος ἐστὶ καὶ ὁ νοῦς, ἐν εὐτυχίαις συνεξαιρόμενος, ἐν δὲ τοῖς ἀνάπαλιν ταπεινούμενος καὶ ὅλως τοῖς πράγμασι συνεξομοιούμενος καὶ πρὸς τὰ παραπίπτοντα σχηματιζόμενος. καὶ οὕτω μὲν τὴν γνώμην ἑρμηνεῦσαι καλόν· εἰπεῖν δὲ ὅτι κατὰ τὸ κατάστημα τῶν περὶ τὸν Δία ἤτοι αἰθέρα διατελεῖται καὶ ἡ καθ' ἀνθρώπους ἡμέρα ἡ κατὰ βίον, ἢ καὶ ὅτι πρὸς τὰς ἡλιακὰς ἡμέρας βιοῦμεν, ὁποῖόν τι καὶ τὸ τοῦ Ὀρφέως καὶ Ἡσιόδου περὶ ἡμερῶν, παλαιὸν μὲν καὶ αὐτὸ, ἀλλοῖον δέ τι παρὰ τὰ δοκοῦντα κοινῶς. (Vers. 138.) ὁ δέ γε ξεῖνος Ὀδυσσεὺς ἐκ τοῦ γνωμικοῦ συνήθως εἰς τὸ καθ' ἑαυτὸν μερικὸν καταβαίνων πλασματικῶς μέντοι ἐπιφέρει· καὶ γὰρ ἐγώ ποτ' ἔμελλον ἐν ἀνδράσιν ὄλβιος εἶναι, πολλὰ δ' ἀτάσθαλ' ἔρεξα βίῃ καὶ κάρτεϊ εἴκων, πατρί τ' ἐμῷ πίσυνος καὶ ἐμοῖσι κασιγνήτοισιν. ὃ δὴ λόγος ἀνδρὸς μεταμελομένου, ἐφ' οἷς ποτὲ πεπλημμέληκεν. (Vers. 141. sqq.) εἶτα πάλιν εἰπὼν γνωμικῶς τῷ ἤγουν διὸ μή τις πάμπαν ἀνὴρ ἀθεμίστιος εἴη, ἀλλ' ὅγε σιγῇ δῶρα θεοῦ ἔχοι, ὅ,ττι διδοίη, κάτεισιν αὖθις εἰς τὸ προτεθειμένον. καὶ φησὶ θαυμαστικῶς ἐν ἀσυνδέτῳ σχήματι· (Vers. 143.) οἷ' ὁρόω μνηστῆρας ἀτάσθαλα μηχανόωντας, κτήματα κείροντας, καὶ ἀτιμάζοντας ἄκοιτιν ἀνδρὸς, ὃν οὐκέτι φίλων καὶ πατρίδος αἴης δηρὸν ἀπέσεσθαι, μάλα δὲ σχεδὸν, εἶναι δηλαδή. ἀλλὰ σὲ θεὸς οἴκαδ' ὑπεξαγάγοι, τουτέστιν εἰς τὸ Δουλίχιον, μηδ' ἀντιάσειας ἐκείνῳ ἐλθόντι. (Vers. 149.) οὐ γὰρ ἀναιμωτί γε διακρινέεσθαι ὀΐω μνηστῆρας καὶ κεῖνον, ἐπειδὰν μέλαθρον ὑπέλθοι. (Vers. 151.) ὣς φάτο· καὶ σπείσας καὶ πιὼν μελιηδέα οἶνον, ἂψ ἐν χερσὶν ἔθηκε δέπας κοσμήτορι λαῶν, τῷ Ἀμφινόμῳ δηλαδὴ, ἑστῶτι ὀρθῷ περὶ αὐτὸν, ἕως ἐξέπιεν. (Vers. 153.) ἐφ' οἷς ἐκεῖνος ἔβη ἐξ οὐδοῦ κατὰ δῶμα, φίλον τετιημένος ἦτορ, νευστάζων κεφαλῇ. δὴ γὰρ κακὸν ὄσσετο θυμῷ ἢ θυμός. τοιοῦτον γὰρ ὁ δραστικὸς λόγος ὅτε ἀγαθοῦ ἀνδρὸς καθάψεται. θεῖον δὲ καὶ ἡ ψυχὴ, καί ποτε πρόοιδε πεισομένη τι κακόν. (Vers. 155.) ἀλλ' οὐδ' ὥς, φησι, πεισθεὶς φύγε κῆρα. ἐδάμη γὰρ Τηλεμάχου ὑπὸ χερσὶ καὶ ἔγχεϊ· ὅ περ προαναφωνητικῶς ἡ Ὁμηρικὴ Μοῦσα φησὶ, δηλοῦσα, ὡς, εἴ περ πεπνυμένος πεσεῖται, οὐδ' ἄν τις τῶν ἄλλων ἐκφευξεῖται. (Vers. 130.) Ἰστέον δὲ ὅτι τε χρήσιμον εἰς τὸ, οὐδὲν ἀκιδνότερον καὶ ἑξῆς, ἐκ τῶν Ἀθηναίου τὸ, ἄνθρωπός ἐστι ζῷον ἐπίπονον φύσει, καὶ πολλὰ λυπρὰ ὁ βίος ἐν ἑαυτῷ φέρει. ὃ δὴ Τιμοκλῆς τις εἰπεῖν λέγεται. καὶ ὅτι οὐκ ἀπίθανον εἰδέναι τὸν φαινόμενον ξεῖνον τοῦτον τὰ κατὰ τὸν Ἀμφίνομον· τοὔνομα μὲν γὰρ τούτου οἶδεν, ἐν τῷ οἴκῳ τοῦ ξενοδόχου ἄρτι μαθών· (Vers. 127.) τὸν δὲ Νῖσον εἰδείη ἂν ἐκ παλαιοῦ χρόνου καθὰ καὶ τὸν Ὀδυσσέα Ἕλλην ὤν. Σημείωσαι δὲ τὸ ἐΰν, πρωτότυπον ὂν τοῦ, ἠΰν τε μέγαν τε. ἐκεῖνο γὰρ ἀπὸ ἐκτάσεως ἔχει ἐν τῇ ἀρχούσῃ τὸ η. (Vers. 128.) Τοῦ δὲ ἐπητῇ εὐθεῖα ὀξύτονος ὁ ἐπητὴς, ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη, ὅ περ οἱ ὕστερον βαρύνουσι. δηλοῖ δὲ τὸν δεινὸν εἰπεῖν καὶ λόγιον. εἰ δὲ καινόν τι τοῖς ἄρτι δοκεῖ τὸ ἐπητὴς ὀξυνόμενον, ἔστιν ἐνθυμηθῆναι καὶ ἕτερα οὐχ' ὅμοια τῇ ὑστέρᾳ χρήσει· οἷον καὶ τὸ ἐρῆμον καὶ τὸ ἑτοῖμον καὶ τὸ τροπαῖον, ἀρχαῖα ὀνόματα, οἷς ἄλλως προπαροξυτόνως οἱ νῦν χρώμεθα. (Vers. 130.) Ἐν δὲ τῷ, οὐδὲν ἀκιδνότερον, Ζηνόδοτος μὲν ἔγραψεν οὐθὲν διὰ τοῦ θ. τινὲς δὲ ἀντειπόντες αὐτῷ διὰ τὸ δοκεῖν διαφορὰν εἶναι τοῦ οὐδὲν καὶ οὐθὲν ἀπέδειξαν γενναῖον οὐδέν. ἀρέσκει δὲ τοῖς παλαιοῖς ἡ μετάθεσις τοῦ θ καὶ τοῦ δ εἰς ἄλληλα Αἰολέων εἶναι, οἷον τὸ οὐδὲν οὐθὲν, ἐξουδενῶ ἐξουθενῶ, μήδω μήθω, δάσος θάσος. Ἀκιδνότερον δὲ ἢ τὸ ἀσθενέστερον καὶ εὐτελέστερον κατὰ τοὺς γλωσσογράφους, καθ' οὓς καὶ ὑπερβολικῶς εἴρηται τὸ, μηδὲν ἀκιδνότερον εἶναι ἀνθρώπου, ἢ μᾶλλον ὑπομενετικώτερον, φερεπονώτερον, παρὰ τὸ μὴ κίδνασθαι ἤτοι χωρίζεσθαι καὶ πόῤῥω γίνεσθαι τοῦ ἐπισυμβαίνοντος. ὅτι δέ τινες καὶ παρὰ τὸ αἰκίζω τὴν λέξιν παράγουσιν, ἐν τοῖς φθάσασι δεδήλωται. (Vers. 131.) Τὸ δὲ, ὅσσα γαῖαν ἐπιπνέει τε καὶ ἕρπει, πρὸς διαστολὴν ἔφη τῶν μὴ ἐχόντων ταῦτα. οὐ γὰρ δή που καὶ ἐντόμων ζῴων καὶ σκωλήκων καὶ ἰχθυδίων καὶ ζῳοφύτων καὶ τῶν τοιούτων ἀκιδνότερον ὁ ἄνθρωπος. Ἕρπειν δὲ ἁπλῶς ἐνταῦθα τὸ βαδίζειν φησίν. (Vers. 133.) ἀρετὴν δὲ τὴν εὐδαιμονίαν λέγει καὶ εὐθηνίαν τοῦ βίου, ἣν ἔχων ἄνθρωπος λέγει μὴ ἂν ἀνέξεσθαι, εἴ τί που καὶ πάθοι κακόν· ἀλλ' ὅτ' ἂν καὶ αὐτὸ πάθοι, φέρει ἀεκαζόμενος, τουτέστιν

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
