Ancient Greek
Volume 2
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 2.173.1
Not analysed yet
ἀέκων. ὧν θέμα πρωτότυπον τὸ ἀέκω. (Vers. 138.) Τὸ δὲ, ἔμελλον ἐν ἀνδράσιν ὄλβιος εἶναι, ἐπιεικῶς εἴρηται ἀντὶ τοῦ ἔοικα. ὀκνεῖ γὰρ εἰπεῖν ὡς ὄλβιος ἦν. (Vers. 139.) Τὸ δὲ ἔρεξα δι' ἑνὸς ἐκφέρεται ῥῶ κοινῶς, οὐ μὴν Ἀττικῶς. (Vers. 140.) Τὸ δὲ πίσυνος ὅτι τε Συρακουσίων γλώσσης ἐστὶ καὶ ὅτι ἀπὸ τοῦ πείθω πείσω γίνεται ἀποβολῇ τοῦ ε τῆς διφθόγγου καὶ ὅτι τὸν θάρσυνον καὶ πεποιθότα δηλοῖ, καὶ ἐν ἄλλοις εἴρηται. (Vers. 142.) Σιγὴν δὲ τὴν ἁπλῶς ἠρεμίαν καὶ τὸ ἐντεῦθεν πρᾷον δηλοῖ ἐν τῷ, σιγῇ δῶρα θεοῦ ἔχοι. Τὸ δὲ, ὅ,ττι διδοῖεν, κατέλευσίς ἐστι συνήθης τῷ ποιητῇ ἐκ πληθυντικοῦ εἰς ἑνικόν. (Vers. 143.) Τὸ δὲ μηχανόωντας, κείροντας, ἀτιμάζοντας, ἠρέμα καλλωπίζει τὸν καταφορικὸν ἐνταῦθα λόγον, ἵνα τι καὶ μορφῆς τῆς πρὸς χάριν ὁ λόγος ἔχῃ τῷ ῥήτορι. Ὅρα δὲ τὸ μηχανόωντας ἐνεργητικῶς λεχθέν. τὸ μέντοι ῥῆμα παθητικῶς ἀεὶ ἐκφωνεῖσθαι εἴωθεν, ὡς δηλοῖ τὸ μηχανάασθαι καὶ τὸ κακὰ μηχανόωνται. (Vers. 149.) Τὸ δὲ, οὐ γὰρ ἀναιμωτί γε διακρινέεσθαι ὀΐω, καὶ παροιμιῶδες γέγονε, δηλοῦν, ὡς οὐ δίχα μάχης λυθήσεται τὰ τῆς ἔριδος. (Vers. 150.) Τὸ δὲ, ὑπέλθοι μέλαθρον, ἀντὶ τοῦ εἰσέλθοι κεῖται. καὶ δοκεῖ καιριώτερον εἶναι τὸ ὑπέλθοι τοῦ εἰσέλθοι. (Vers. 154.) Τὸ δὲ, νευστάζων κεφαλῇ· δὴ γὰρ κακὸν ὄσσετο θυμὸς, ἔστι λέγειν ἐπὶ τοῦ ἠλλοιωμένου τὴν ὄψιν διὰ καραδοκίαν κακοῦ. τὸ δὲ οὕτω νευστάζειν ἑρμηνεύσει ἐν τοῖς ἐφεξῆς ὁ ποιητὴς διὰ τοῦ Θεοκλυμένου. (Vers. 160.) Ὅτι ἀρκέσει τῇ Πηνελόπῃ μνηστήρεσσι φανῆναι, ὅπως πετάσειε μάλιστα θυμὸν μνηστήρων, ἰδὲ τιμήεσσα γένοιτο μᾶλλον πρὸς πόσιός τε καὶ υἱέος, ἢ πάρος ἦεν· τουτέστιν, ἵνα καὶ τοὺς μνηστῆρας διαχέῃ ἐλπιδοκοπήσασα γάμου ὑποσχέσει καὶ τιμήεσσα γένοιτο μάλιστα τῷ ἀνδρὶ καὶ τῷ υἱῷ ὡς ἄριστα μεθοδεύσασα καὶ μεταχειρισαμένη τὴν ῥηθησομένην δημηγορίαν κερδαλεώτατα. καὶ ἔστι τοῦτο προθεωρία τῶν ἐφεξῆς καὶ προέκθεσις, ἐν οἷς ἡδονὴν ἀνακεράσει τοῖς προηγησαμένοις πικροῖς· οἷα τοῦ Ὀδυσσέως καὶ τοῦ Τηλεμάχου, ἀνθ' ὧν ἐδυσφόρησαν, εὐφρανθησομένων, ἐφ' οἷς ἡ Πηνελόπη τεχνάσεται, ἰδίᾳ δὲ αὖθις τοῦ Ὀδυσσέως, ἐφ' οἷς οὕτω χρόνιος καλὴν αὐτὴν εἶδε, καὶ οἵαν ταχὺ αὐτὸν ἐρεθίσαι πρὸς ἄμυναν. (Vers. 163.) καὶ τέως ἐνθυμηθεῖσα καθ' ἑαυτὴν ἡ γυνὴ ἐμφανισθῆναι τοῖς ἐρασταῖς ἐκκαλύπτει τοῦτο τῇ Εὐρυνόμῃ συγκαθημένῃ, ὡς εἰκός. ἡ γὰρ Εὐρύκλεια τῶν ἐνδοτέρω ἦν. φησὶ γοῦν ὁ ποιητὴς οὕτως· ἀχρεῖον δ' ἐγέλασε καὶ εἶπεν· Εὐρυνόμη, θυμός μοι ἐέλδεται, οὔ τι πάρος γε, ἤγουν οὐκ ἐκ πολλοῦ, μνηστήρεσσι φανῆναι ἀπεχθομένοισί περ ἔμπης· παιδὶ δέ κεν εἴποιμι ἔπος κέρδιον αὐτῷ, μὴ πάντα μνηστῆρσιν ὑπερφιάλοισιν ὁμιλεῖν, (Vers. 168.) οἵ τ' εὖ μὲν βάζουσι, κακῶς δ' ὄπιθεν φρονέουσιν. ᾧ περ ὅμοιον τὸ, ἔσθλ' ἀγορεύοντες, κακὰ δὲ φρεσὶ βυσσοδομεύοντες. καὶ οὕτω μὲν ἡ Πηνελόπη, διδάσκοντος τοῦ ποιητοῦ, τὰ μὴ πάρος βεβουλευμένα διὰ τὸ αὐτοσχέδιον εἰς σκέψιν προτίθεσθαι. (Vers. 171.) ἡ δὲ Εὐρυνόμη συναινέσασα φανῆναι τοῖς ἐρασταῖς τὴν δέσποιναν, ἐθέλει καὶ καλλωπισθῆναι αὐτήν. ἴθι γάρ, φησι, χρῶτ' ἀπονιψαμένη καὶ ἐπιχρίσασα παρειάς· μηδ' οὕτω δάκρυσι πεφυρμένη πρόσωπα ἔρχευ· (Vers. 174.) ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί. ὃ δὴ γνωμικὸν ὂν καὶ μετ' ὀλίγα κεῖται. ἤδη μὲν γάρ τοι παῖς τηλίκος, ὃν σὺ μάλιστα ἠρῶ γενειήσαντα ἰδέσθαι. (Vers. 178.) ἡ δέ γε Πηνελόπη μὴ ἀνασχομένη τὴν Εὐρυνόμην τοιαῦτα παραυδᾶν οὐκ ἐθέλει χρῶτ' ἀπονίπτεσθαι καὶ ἐπιχρίεσθαι ἀλοιφῇ καὶ ἀνακαλεῖσθαι κάλλος τὸ πάλαι ἀπολωλός· οὔτε γὰρ ἡ οὕτω σώφρων φιλεῖ περίαπτον ὡραϊσμὸν, ἀλλὰ στέργει τῇ κατὰ τὸν εἰπόντα σωτηρίῳ φύσει. καὶ οὐδὲ ἐπεπόλαζε τότε ἡ τῶν μυρεψῶν, φασὶ, περιεργία, ἀλλὰ παρὰ τοῖς ὕστερον ηὔξηται, ὥστε, καθά φησιν ὁ κωμικὸς Ἄλεξις, οὐδ' ἂν κωλυμβᾶν εἰς κολυμβήθραν μύρου ἀρκεῖσθαί τις ἂν δύναιτο. διό, φασιν, Ὅμηρος τὴν τοῦ μύρου φύσιν εἰδὼς, ὅμως οὐκ εἰσήγαγε μυραλοιφομένους ἥρωας, πλὴν τὸν τρυφερὸν Πάριν, περὶ οὗ ἐν τῇ γ ῥαψῳδίᾳ ἔφη τὸ, κάλλεϊ στίλβων, ἤγουν γεγανωμένος τὴν ὄψιν, οὐχ' ἁπλῶς, ἀλλ' ὡς εἰ καὶ κάλλεϊ ἔστιλβε, μύρῳ δηλαδὴ, δι' οὗ εὐπρόσωπος ἡ θέα γίνεται, ἵνα ᾖ ὥς περ τὸ, μάρναντο δέμας πυρὸς ἀντὶ τοῦ ὡς πῦρ, οὕτω καὶ στίλβων κάλλεϊ τὸ λάμπεσθαι τὴν ὄψιν, ὡς εἴ περ κάλλεϊ τὸ πρόσωπον ἐκέχριστο. τοῦ δὲ τοιούτου κάλλους μετ' ὀλίγα μεμνήσεται ὁ ποιητής. καὶ οὕτω μὲν ἡ Πηνελόπη ὀκνεῖ διορθοῦσθαι τὴν φύσιν καὶ περιττοτέρα φαίνεσθαι αὑτῆς καὶ τὴν εἰκόνα τοῦ ἐκ γενέσεως προσώπου διαγράφειν εἴτε μεταγράφειν, καὶ μάλιστα τοῦ ἀνδρὸς ἀποδημοῦντος, οὗ πρὸς ἀρέσκειαν ἔμελλεν ἑαυτὴν ἀγλαΐζειν μὴ τοιαύτη νῦν οὖσα. (Vers. 180.) ἀγλαΐην γάρ, φησιν, ἔμοι γε θεὸς ὤλεσεν, ἐξ οὗ κεῖνος ἔβη κοίλαις ἐπὶ νηυσί. καὶ αὐτὴ